§1.11τὰς δὲ τῶν ἀπογόνων τύχας καὶ τῶν φίλων ἁπάντων τὸ μὲν μηδοτιοῦν συμβάλλεσθαι λίαν ἄφιλον φαίνεται καὶ ταῖς δόξαις ἐναντίον·
子孙以及所有朋友的命运对死者毫无影响,这种说法似乎显得过于冷酷,且与人们的常识相反。
πολλῶν δὲ καὶ παντοίας ἐχόντων διαφορὰς τῶν συμβαινόντων, καὶ τῶν μὲν μᾶλλον συνικνουμένων τῶν δʼ ἧττον, καθʼ ἕκαστον μὲν διαιρεῖν μακρὸν καὶ ἀπέραντον φαίνεται, καθόλου δὲ λεχθὲν καὶ τύπῳ τάχʼ ἂν ἱκανῶς ἔχοι.
然而,由于发生的事情既多又千差万别,有些影响较深,有些影响较浅,要逐一加以区分似乎是一件漫长且无止境的事;而如果以概括和轮廓的方式来说,或许就足够了。
εἰ δή, καθάπερ καὶ τῶν περὶ αὑτὸν ἀτυχημάτων τὰ μὲν ἔχει τι βρῖθος καὶ ῥοπὴν πρὸς τὸν βίον τὰ δʼ ἐλαφροτέροις ἔοικεν, οὕτω καὶ τὰ περὶ τοὺς φίλους ὁμοίως ἅπαντας, διαφέρει δὲ τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ τελευτήσαντας συμβαίνειν πολὺ μᾶλλον ἢ τὰ παράνομα καὶ δεινὰ προϋπάρχειν ἐν ταῖς τραγῳδίαις ἢ πράττεσθαι, συλλογιστέον δὴ καὶ ταύτην τὴν διαφοράν, μᾶλλον δʼ ἴσως τὸ διαπορεῖσθαι περὶ τοὺς κεκμηκότας εἴ τινος ἀγαθοῦ κοινωνοῦσιν ἢ τῶν ἀντικειμένων.
如果说,正如关于自身的逆境中,有些具有某种分量并对生命产生重大影响,而另一些则显得较轻,那么关于所有朋友的逆境也是如此;且如果这些经历中的每一件是发生在活人身上还是死者身上,其差异要远远大于悲剧中那些不法而可怕的事情是预先存在还是在舞台上被表演出来,那么我们也必须把这一差异考虑在内,或者说,或许更应该探讨关于死者的这一难题:他们是否分享了某种善事物或其相反的事物。
ἔοικε γὰρ ἐκ τούτων εἰ καὶ διικνεῖται πρὸς αὐτοὺς ὁτιοῦν, εἴτʼ ἀγαθὸν εἴτε τοὐναντίον, ἀφαυρόν τι καὶ μικρὸν ἢ ἁπλῶς ἢ ἐκείνοις εἶναι, εἰ δὲ μή, τοσοῦτόν γε καὶ τοιοῦτον ὥστε μὴ ποιεῖν εὐδαίμονας τοὺς μὴ ὄντας μηδὲ τοὺς ὄντας ἀφαιρεῖσθαι τὸ μακάριον.
因为从这些情况来看,即使有任何东西到达他们那里,无论是善还是其相反,它都是微弱和微小的,或者是绝对而言,或者是对他们而言;如果不是这样,它至少也是在程度和性质上不至于让那些不幸的人变得幸福,也不至于夺去那些幸福的人的福分。
συμβάλλεσθαι μὲν οὖν τι φαίνονται τοῖς κεκμηκόσιν αἱ εὐπραξίαι τῶν φίλων, ὁμοίως δὲ καὶ αἱ δυσπραξίαι, τοιαῦτα δὲ καὶ τηλικαῦτα ὥστε μήτε τοὺς εὐδαίμονας μὴ εὐδαίμονας ποιεῖν μήτʼ ἄλλο τῶν τοιούτων μηδέν.
因此,朋友们的顺境似乎确实对死者有所影响,同样他们的逆境也是如此,但其性质和程度却不足以使幸福的人变得不幸福,也不足以产生任何其他类似的影响。
§1.12διωρισμένων δὲ τούτων ἐπισκεψώμεθα περὶ τῆς εὐδαιμονίας πότερα τῶν ἐπαινετῶν ἐστὶν ἢ μᾶλλον τῶν τιμίων· δῆλον γὰρ ὅτι τῶν γε δυνάμεων οὐκ ἔστιν.
这些问题既然已经规定,我们就来考察一下,幸福是属于受赞美的事物,还是更属于受尊崇的事物;因为显然它至少不属于潜能。
φαίνεται δὴ πᾶν τὸ ἐπαινετὸν τῷ ποιόν τι εἶναι καὶ πρός τι πῶς ἔχειν ἐπαινεῖσθαι· τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν ἀγαθόν τε καὶ τὴν ἀρετὴν ἐπαινοῦμεν διὰ τὰς πράξεις καὶ τὰ ἔργα, καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν καὶ τῶν ἄλλων ἕκαστον τῷ ποιόν τινα πεφυκέναι καὶ ἔχειν πως πρὸς ἀγαθόν τι καὶ σπουδαῖον.
事实上,凡是受赞美的事物,似乎都是因为具有某种性质且与某种事物处于某种关系而受到赞美;因为我们赞美公正的人、勇敢的人,以及一般的善人和德性本身,都是由于他们的行为和活动;我们也赞美强壮的人、擅跑的人以及其他每一个人,是因为他们天生具有某种性质,并且与某种善而崇高的事物处于某种关系。
δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων· γελοῖοι γὰρ φαίνονται πρὸς ἡμᾶς ἀναφερόμενοι, τοῦτο δὲ συμβαίνει διὰ τὸ γίνεσθαι τοὺς ἐπαίνους διʼ ἀναφορᾶς, ὥσπερ εἴπομεν.
这一点从对神明的赞美中也显而易见;因为如果把神明与我们作参照,就会显得荒谬,之所以会这样,是因为正如我们所说,赞美是通过参照来进行的。
εἰ δʼ ἐστὶν ὁ ἔπαινος τῶν τοιούτων, δῆλον ὅτι τῶν ἀρίστων οὐκ ἔστιν ἔπαινος, ἀλλὰ μεῖζόν τι καὶ βέλτιον, καθάπερ καὶ φαίνεται· τούς τε γὰρ θεοὺς μακαρίζομεν καὶ εὐδαιμονίζομεν καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους.
如果赞美是针对此类事物的,那么显然对于最优秀的事物是没有赞美的,而是有某种更大、更好的东西,正如事实所表现的那样;因为我们称神明为至福和幸福,也这样称呼人类中最神圣的人。
ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν· οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλʼ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζει.
对于善事物也是如此;因为没有人会像赞美公正那样去赞美幸福,而是将它作为某种更神圣、更好的事物来称颂其至福。
δοκεῖ δὲ καὶ Εὔδοξος καλῶς συνηγορῆσαι περὶ τῶν ἀριστείων τῇ ἡδονῇ· τὸ γὰρ μὴ ἐπαινεῖσθαι τῶν ἀγαθῶν οὖσαν μηνύειν ᾤετο ὅτι κρεῖττόν ἐστι τῶν ἐπαινετῶν, τοιοῦτον δʼ εἶναι τὸν θεὸν καὶ τἀγαθόν· πρὸς ταῦτα γὰρ καὶ τἆλλα ἀναφέρεσθαι.
欧多克索斯似乎也为快乐夺得桂冠做出了极好的辩护;因为他认为,尽管快乐是一种善,但它不受到赞美,这表明它优于那些受赞美的事物,而神和最高善正是具有这种性质的;因为所有其他事物都要向它们看齐。
ὁ μὲν γὰρ ἔπαινος τῆς ἀρετῆς· πρακτικοὶ γὰρ τῶν καλῶν ἀπὸ ταύτης· τὰ δʼ ἐγκώμια τῶν ἔργων ὁμοίως καὶ τῶν σωματικῶν καὶ τῶν ψυχικῶν.
因为赞美属于德性;因为我们正是凭借德性才能行出美好的事;而颂词则是针对事迹(不论是身体的还是心灵的)的。
ἀλλὰ ταῦτα μὲν ἴσως οἰκειότερον ἐξακριβοῦν τοῖς περὶ τὰ ἐγκώμια πεπονημένοις· ἡμῖν δὲ δῆλον ἐκ τῶν εἰρημένων ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων καὶ τελείων.
不过,这些问题或许更适合由那些在颂词研究上花费心血的人来精细阐明;而对我们来说,从已有的讨论中可以清楚看到,幸福属于受尊崇和完满的事物。
ἔοικε δʼ οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· ταύτης γὰρ χάριν τὰ λοιπὰ πάντα πάντες πράττομεν, τὴν ἀρχὴν δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν.
由于它是始基,情况似乎也正是如此;因为我们所有人做所有其他事情都是为了它,而我们把善事物的始基和原因设定为某种受尊崇且神圣的东西。