Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.10#2

德性活动的持久性与幸福者的定义

第 10 段,共 123 段 · 希腊语

内容简介

作者指出幸福的稳定性源于合乎德性的活动的持久性,这种高贵在逆境中依然闪耀。随后,他将幸福的人定义为在完满一生中,合乎完满德性而活动并充分配有外部善事物的人。

§1.10#2τούτων δʼ αὐτῶν αἱ τιμιώταται μονιμώτεραι διὰ τὸ μάλιστα καὶ συνεχέστατα καταζῆν ἐν αὐταῖς τοὺς μακαρίους· τοῦτο γὰρ ἔοικεν αἰτίῳ τοῦ μὴ γίνεσθαι περὶ αὐτὰς λήθην.
而在这些活动本身中,最崇高的也最持久,因为幸福的人最充分、最连续地生活在其中;这似乎正是它们不被遗忘的原因。
ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι, καὶ ἔσται διὰ βίου τοιοῦτος· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει τὰ κατʼ ἀρετήν, καὶ τὰς τύχας οἴσει κάλλιστα καὶ πάντῃ πάντως ἐμμελῶς ὅ γʼ ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου.
因此,所寻求的稳定性将属于幸福的人,并且他终其一生都将是这样的人;因为他将总是、或比任何人都更致力于行使和观照合乎德性的事,并以最美好、在一切方面都最协调的方式承受各种运气,他作为真正善良且无瑕疵的“四角之士”。
πολλῶν δὲ γινομένων κατὰ τύχην καὶ διαφερόντων μεγέθει καὶ μικρότητι, τὰ μὲν μικρὰ τῶν εὐτυχημάτων, ὁμοίως δὲ καὶ τῶν ἀντικειμένων, δῆλον ὡς οὐ ποιεῖ ῥοπὴν τῆς ζωῆς, τὰ δὲ μεγάλα καὶ πολλὰ γινόμενα μὲν εὖ μακαριώτερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπικοσμεῖν πέφυκεν, καὶ ἡ χρῆσις αὐτῶν καλὴ καὶ σπουδαία γίνεται), ἀνάπαλιν δὲ συμβαίνοντα θλίβει καὶ λυμαίνεται τὸ μακάριον· λύπας τε γὰρ ἐπιφέρει καὶ ἐμποδίζει πολλαῖς ἐνεργείαις.
然而,在因运气而发生的许多大小不同的事情中,显然,微小的幸运,以及同样微小的相反不幸,并不会决定生命的归趋,但如果重大而繁多的事情往好的方向发展,则会使生命更加幸福(因为它们本身天然具有共同妆点生命的作用,且对它们的使用也是美好而崇高的),相反,如果情况相反,它们就会压迫并败坏福分;因为它们带来痛苦,并妨碍许多活动。
ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ καλόν, ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυχίας, μὴ διʼ ἀναλγησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλόψυχος.
然而,即使在这些逆境中,高尚依然闪耀,只要有人并非由于麻木不仁,而是因为高贵和器宇轩昂,而从容地承受许多巨大的不幸。
εἰ δʼ εἰσὶν αἱ ἐνέργειαι κύριαι τῆς ζωῆς, καθάπερ εἴπομεν, οὐδεὶς ἂν γένοιτο τῶν μακαρίων ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ μισητὰ καὶ τὰ φαῦλα.
如果正如我们所说,活动是决定生命的主宰,那么幸福的人中绝不会有人变得悲惨;因为他绝不会做出令人憎恶和卑劣的事。
τὸν γὰρ ὡς ἀληθῶς ἀγαθὸν καὶ ἔμφρονα πάσας οἰόμεθα τὰς τύχας εὐσχημόνως φέρειν καὶ ἐκ τῶν ὑπαρχόντων ἀεὶ τὰ κάλλιστα πράττειν, καθάπερ καὶ στρατηγὸν ἀγαθὸν τῷ παρόντι στρατοπέδῳ χρῆσθαι πολεμικώτατα καὶ σκυτοτόμον ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖν· τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τεχνίτας ἅπαντας.
因为我们认为,真正善良和聪明的人能够体面地承受所有运气,并总是利用现有的条件做出最美好的事,正如优秀的将军会以最有利于作战的方式使用现有的军队,鞋匠会用给定的皮革制作出最漂亮的鞋子;同样,所有其他工匠也是如此。
εἰ δʼ οὕτως, ἄθλιος μὲν οὐδέποτε γένοιτʼ ἂν ὁ εὐδαίμων, οὐ μὴν μακάριός γε, ἂν Πριαμικαῖς τύχαις περιπέσῃ.
如果是这样,幸福的人就绝不会变得悲惨,但如果他陷入普里阿摩斯式的命运,也确实不能说是幸福的。
οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως, οὐδʼ ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλʼ ὑπὸ μεγάλων καὶ πολλῶν, ἔκ τε τῶν τοιούτων οὐκ ἂν γένοιτο πάλιν εὐδαίμων ἐν ὀλίγῳ χρόνῳ, ἀλλʼ εἴπερ, ἐν πολλῷ τινὶ καὶ τελείῳ, μεγάλων καὶ καλῶν ἐν αὐτῷ γενόμενος ἐπήβολος.
他也绝非反复常、易于改变之辈;因为他不会轻易被动摇脱离幸福,不仅不是因为寻常的不幸,而是因为重大而繁多的不幸,且在经历此类不幸后,他不会在短时间内重新变得幸福,而是在经历了漫长且完满的时间后,在其中获得了重大而美好的事物,如果他真的能重新获得的话。
τί οὖν κωλύει λέγειν εὐδαίμονα τὸν κατʼ ἀρετὴν τελείαν ἐνεργοῦντα καὶ τοῖς ἐκτὸς ἀγαθοῖς ἱκανῶς κεχορηγημένον μὴ τὸν τυχόντα χρόνον ἀλλὰ τέλειον βίον;
那么,有什么能阻止我们把那个合乎完满德性而活动、并且在外部善事物上得到充分供给的人,称作幸福的人呢? 不是在任意的一段时间里,而是在完满的一生中?
ἢ προσθετέον καὶ βιωσόμενον οὕτω καὶ τελευτήσοντα κατὰ λόγον;
还是必须加上“并且将这样生活下去,并合乎理性地结束生命”?
ἐπειδὴ τὸ μέλλον ἀφανὲς ἡμῖν ἐστίν, τὴν εὐδαιμονίαν δὲ τέλος καὶ τέλειον τίθεμεν πάντῃ πάντως.
因为未来对我们而言是不可见的,而我们设定幸福为一个在一切方面都最完满的终点。
εἰ δʼ οὕτω, μακαρίους ἐροῦμεν τῶν ζώντων οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα, μακαρίους δʼ ἀνθρώπους.
如果是这样,我们将称那些活着且拥有并将会拥有上述事物的人为幸福的——但只是作为人的幸福。
καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον διωρίσθω.
关于这些问题,就规定到这里吧。

词汇与语法注释

  1. 1100b18τὸ ζητούμενον — “所寻求的性质”指的是贯穿第10章讨论的“幸福的稳定性或持久性(βεβαιότης/μονιμότης)”。在发现合乎德性的活动的持久性是防止幸福因死亡或命运流转而轻易丧失的牢固基础之后,作者得出结论,这一性质将属于幸福的人。
  2. 1100b21ὅ γʼ ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος — 此处的 ὅ γε 具有限制或强调的语气,用作关系代词或指示代词,意为“那……的人”或“正是那……的人”。τετράγωνος(“四角之士”或“完美无缺的人”)是源自西摩尼得斯诗歌的比喻性表达,象征着在任何考验面前都坚不可摧的稳固人格。它与 ὡς ἀληθῶς ἀγαθός(“真正善良的人”)并列,用以修饰并强调动词 οἴσει(“将承受”)的主语。
  3. 1101a14λέγειν εὐδαίμονα τὸν κατʼ ἀρετὴν τελείαν ἐνεργοῦντα — 不定式 λέγειν(“称……为/定义……”)用作前面无人称表达 τί κωλύει(“有什么阻止……”)的补足不定式。它采用双宾格结构,其中 τὸν ... ἐνεργοῦντα 是直接宾格,而 εὐδαίμονα 是谓语宾格,构成了“将那……而活动的人称为幸福的人”的基本句式。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。