Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.10#1

梭伦的格言与德性幸福的稳定性

第 9 段,共 123 段 · 希腊语

内容简介

本节以梭伦关于应当“看其终局”的格言为出发点,探讨了关于死者的幸福以及子孙的命运对死者影响的疑难,并论证了幸福不取决于运气,而是取决于合乎德性的稳定活动。

§1.10#1πότερον οὖν οὐδʼ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονιστέον ἕως ἂν ζῇ, κατὰ Σόλωνα δὲ χρεὼν τέλος ὁρᾶν;
那么,难道只要一个人还活着,就不能称任何其他人为幸福吗? 是否必须如梭伦所说,应当“看其终局”?
εἰ δὲ δὴ καὶ θετέον οὕτως, ἆρά γε καὶ ἔστιν εὐδαίμων τότε ἐπειδὰν ἀποθάνῃ;
如果确实必须这样假定,那么当一个人死去之后,他那时才是幸福的吗?
ἢ τοῦτό γε παντελῶς ἄτοπον, ἄλλως τε καὶ τοῖς λέγουσιν ἡμῖν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν;
还是说,这至少是完全荒谬的,特别是对于我们这些主张幸福是某种活动的人来说?
εἰ δὲ μὴ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα, μηδὲ Σόλων τοῦτο βούλεται, ἀλλʼ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ τῶν δυστυχημάτων, ἔχει μὲν καὶ τοῦτʼ ἀμφισβήτησίν τινα·
如果我们不称死者为幸福,而梭伦也不是这个意思,而是说在那时,人们才可以安全地祝愿一个人,因为他已经脱离了邪恶和不幸,那么即使这种观点也存在某种争议。
δοκεῖ γὰρ εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν καὶ ἀγαθόν, εἴπερ καὶ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, οἷον τιμαὶ καὶ ἀτιμίαι καὶ τέκνων καὶ ὅλως ἀπογόνων εὐπραξίαι τε καὶ δυστυχίαι.
因为对于死者来说,似乎也存在某种好坏,正如对于活着但没有感知到的人一样——例如名誉和耻辱,以及孩子乃至整个后代的兴旺和不幸。
ἀπορίαν δὲ καὶ ταῦτα παρέχει·
然而,这些事情也带来了困难。
τῷ γὰρ μακαρίως βεβιωκότι μέχρι γήρως καὶ τελευτήσαντι κατὰ λόγον ἐνδέχεται πολλὰς μεταβολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κατʼ ἀξίαν, τοὺς δʼ ἐξ ἐναντίας· δῆλον δʼ ὅτι καὶ τοῖς ἀποστήμασι πρὸς τοὺς γονεῖς παντοδαπῶς ἔχειν αὐτοὺς ἐνδέχεται.
因为对于一个幸福地生活到老年并合理地结束生命的人来说,他的后代可能会发生许多变化,其中有些人是善良的,并获得了应得的生活,而另一些人则相反;显然,由于与父母的世代间隔不同,他们与父母的关系也可能呈现出各种各样的状态。
ἄτοπον δὴ γίνοιτʼ ἄν, εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ὁτὲ μὲν εὐδαίμων πάλιν δʼ ἄθλιος· ἄτοπον δὲ καὶ τὸ μηδὲν μηδʼ ἐπί τινα χρόνον συνικνεῖσθαι τὰ τῶν ἐκγόνων τοῖς γονεῦσιν.
如果死者也随之一起发生变化,时而变得幸福,时而又变得悲惨,那确实会很荒谬;但是,如果子孙的事情在任何程度、任何时间内都完全不波及父母,那也是荒谬的。
ἀλλʼ ἐπανιτέον ἐπὶ τὸ πρότερον ἀπορηθέν· τάχα γὰρ ἂν θεωρηθείη καὶ τὸ νῦν ἐπιζητούμενον ἐξ ἐκείνου.
但我们必须回到先前那个有疑难的问题;因为或许现在所寻求的解答也可以从中得到考察。
εἰ δὴ τὸ τέλος ὁρᾶν δεῖ καὶ τότε μακαρίζειν ἕκαστον οὐχ ὡς ὄντα μακάριον ἀλλʼ ὅτι πρότερον ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτʼ ἔστιν εὐδαίμων, μὴ ἀληθεύσεται κατʼ αὐτοῦ τὸ ὑπάρχον διὰ τὸ μὴ βούλεσθαι τοὺς ζῶντας εὐδαιμονίζειν διὰ τὰς μεταβολάς, καὶ διὰ τὸ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπειληφέναι καὶ μηδαμῶς εὐμετάβολον, τὰς δὲ τύχας πολλάκις ἀνακυκλεῖσθαι περὶ τοὺς αὐτούς;
如果确实必须看其终局,并且只有在那时才祝愿每一个人——不是因为他现在是幸福的,而是因为他以前曾经是幸福的——那么当他实际上是幸福的时候,那属于他的事实却不能被真实地陈述,这难道不荒谬吗? 这是因为:由于诸种变化,我们不愿称活着的人为幸福;同时,我们设想幸福是某种持久的、决非易变的东西,而运气却常常在同一些人身上周而复始地轮转。
δῆλον γὰρ ὡς εἰ συνακολουθοίημεν ταῖς τύχαις, τὸν αὐτὸν εὐδαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν πολλάκις, χαμαιλέοντά τινα τὸν εὐδαίμονα ἀποφαίνοντες καὶ σαθρῶς ἱδρυμένον.
因为显然,如果我们跟随运气的变化,我们就会常常称同一个人时而幸福,时而又悲惨,从而把幸福的人说成是某种变色龙,且基础极其脆弱。
ἢ τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν;
还是说,顺从运气绝对是不正确的?
οὐ γὰρ ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ἀλλὰ προσδεῖται τούτων ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν, κύριαι δʼ εἰσὶν αἱ κατʼ ἀρετὴν ἐνέργειαι τῆς εὐδαιμονίας, αἱ δʼ ἐναντίαι τοῦ ἐναντίου.
因为好或坏并不在于这些运气之中,尽管正如我们所说,人类的生活需要这些作为补充,但合乎德性的活动才是决定幸福的主宰,而相反的活动则决定相反的结局。
μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὸ νῦν διαπορηθέν.
而现在所讨论的疑难也为这一论点提供了证据。
περὶ οὐδὲν γὰρ οὕτως ὑπάρχει τῶν ἀνθρωπίνων ἔργων βεβαιότης ὡς περὶ τὰς ἐνεργείας τὰς κατʼ ἀρετήν· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται δοκοῦσιν εἶναι·
因为在人类的任何活动中,都没有像合乎德性的活动那样具有稳定性;因为这些活动似乎甚至比科学知识更为持久。

词汇与语法注释

  1. 10κατὰ Σόλωνα δὲ χρεὼν τέλος ὁρᾶν — 提及梭伦著名的格言“看其终局”(参见希罗多德《历史》1.32)。亚里士多德以此为起点,引入了关于人活着时能否被称为幸福的疑难。
  2. 12τοῖς λέγουσιν ἡμῖν — 与格分词 τοῖς λέγουσιν 修饰 ἡμῖν(我们),由 ἄλλως τε καί(特别是对于……来说)引导。它指的是包括亚里士多德本人在内的、将幸福定义为某种活动的人。
  3. 18εἴπερ καὶ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ — 结构 καί... δέ 表示“也”或“同样”。在此用于强化死者与活着但未感知到所发生之事的人(如后代的名誉或不幸)之间的类比。
  4. 26τοῖς ἀποστήμασι — 复数与格 τοῖς ἀποστήμασι(字面意思是“间隔”或“距离”)在此被比喻性地用于指代父母与后代之间在世代上的疏远程度。
  5. 34οὐχ ὡς ὄντα μακάριον ἀλλʼ ὅτι πρότερον ἦν — 伴随分词的 ὡς(表示主观状态或视角:“非因其现在是幸福的”)与接直陈式动词的 ὅτι(表示客观事实原因:“而是因为他以前曾是幸福的”)之间的对比。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。