§8.3#1κατὰ μέρος μὲν οὖν περὶ ἑκάστης ἀρετῆς εἴρηται πρότερον· ἐπεὶ δὲ χωρὶς διείλομεν τὴν δύναμιν αὐτῶν, καὶ περὶ τῆς ἀρετῆς διαρθρωτέον τῆς ἐκ τούτων, ἣν ἐκαλοῦμεν ἤδη καλοκἀγαθίαν.
因此,关于每种德性,前面已经分别讨论过了;但既然我们已经分别区分了它们的能力,我们也必须明确阐述由这些德性所构成的德性,即我们刚才所称的善美(kalokagathia)。
ὅτι μὲν οὖν ἀνάγκη τὸν ταύτης ἀληθῶς τευξόμενον τῆς προσηγορίας ἔχειν τὰς κατὰ μέρος ἀρετάς, φανερόν.
因此,显而易见,凡是真正要获得这一称呼的人,必须拥有这些个别的德性。
οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων οὐθενὸς οἷόν τʼ ἄλλως ἔχειν.
因为在其他任何事物上,也不可能不是这样。
οὐθεὶς γὰρ ὅλον μὲν τὸ σῶμα ὑγιαίνει, μέρος δʼ οὐθέν, ἀλλʼ ἀναγκαῖον πάντα ἢ τὰ πλεῖστα καὶ κυριώτατα τὸν αὐτὸν ἔχειν τρόπον τῷ ὅλῳ.
因为没有人是全身健康而没有任何部分健康的,相反,必须是所有的部分,或者绝大多数且最主要的部分,都与整体处于相同的状态。
ἔστι δὴ τὸ ἀγαθὸν εἶναι καὶ τὸ καλὸν κἀγαθὸν οὐ μόνον κατὰ τὰ ὀνόματα, ἀλλὰ καθʼ αὑτὰ ἔχοντα διαφοράν.
因此,做善人与做善美之人,不仅在名称上,而且在它们自身上也是有区别的。
τῶν γὰρ ἀγαθῶν πάντων τέλη ἐστίν, ἃ αὐτὰ αὑτῶν ἕνεκά ἐστιν αἱρετά.
因为在所有的善中,有些是目的,它们因自身之故而被选择。
τούτων δὲ καλά, ὅσα διʼ αὑτὰ ὄντα πάντα ἐπαινετὰ ἐστίν.
而在这些事物中,凡是因其自身而存在且全部值得赞扬的,就是美的。
ταῦτα γάρ ἐστιν ἀφʼ ὧν αἵ τε πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αὐτὰ ἐπαινετά, δικαιοσύνη καὶ αὐτὴ καὶ αἱ πράξεις, καὶ οἱ σώφρονες· ἐπαινετὴ γὰρ καὶ ἡ σωφροσύνη.
因为正是通过这些,行为才值得赞扬,而且它们自身也值得赞扬,如正义本身和正义的行为,以及节制的人;因为节制也是值得赞扬的。
ἀλλʼ οὐχ ὑγίεια ἐπαινετόν· οὐδὲ γὰρ τὸ ἔργον· οὐδὲ τὸ ἰσχυρῶς· οὐδὲ γὰρ ἡ ἰσχύς.
但是健康并不值得赞扬,因为它的作用不值得赞扬;强壮也不值得赞扬,因为力量本身不值得赞扬。
ἀλλʼ ἀγαθὰ μέν, ἐπαινετὰ δʼ οὔ.
相反,它们是善,但不是值得赞扬的。
ὁμοίως δὲ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ἄλλων διὰ τῆς ἐπαγωγῆς.
同样地,通过归纳,这在其他事物上也是显而易见的。
ἀγαθὸς μὲν οὖν ἐστιν ᾧ τὰ φύσει ἀγαθά ἐστιν ἀγαθά.
因此,一个善人就是那些在本性上是善的事物对他而言也是善的人。
τὰ γὰρ περιμάχητα καὶ μέγιστα εἶναι δοκοῦντα ἀγαθά, τιμὴ καὶ πλοῦτος καὶ σώματος ἀρεταὶ καὶ εὐτυχίαι καὶ δυνάμεις, ἀγαθὰ μὲν φύσει ἐστίν, ἐνδέχεται δʼ εἶναι βλαβερά τισι διὰ τὰς ἕξεις.
因为那些人们竞相争取并被认为最大的善——名誉、财富、身体的德性、幸运和权力——在本性上是善的,但由于其状态,对某些人来说也可能是具有危害性的。
οὔτε γὰρ ἄφρων οὔτʼ ἄδικος ἢ ἀκόλαστος ὢν οὐδὲν ἂν ὀνήσειε χρώμενος αὐτοῖς, ὥσπερ οὐδʼ ὁ κάμνων τῇ τοῦ ὑγιαίνοντος τροφῇ χρώμενος οὐδʼ ὁ ἀσθενὴς καὶ ἀνάπηρος τοῖς τοῦ ὑγιοῦς καὶ τοῖς τοῦ ὁλοκλήρου κόσμοις.
因为愚蠢、不义或放纵的人使用它们不会得到任何益处,像病人使用健康人的食物,或者虚弱和残疾的人使用健康和健全人的装备一样。
καλὸς δὲ κἀγαθὸς τῷ τῶν ἀγαθῶν τὰ καλὰ ὑπάρχειν αὐτῷ διʼ αὑτὰ καὶ τῷ πρακτικὸς εἶναι τῶν καλῶν καὶ αὑτῶν ἕνεκα.
而一个善美之人,则在于在那些善中,美的事物因自身之故而属于他,并且在于他是美的事情的践行者,且是为了它们自身之故。
καλὰ δʼ ἐστὶν αἵ τε ἀρεταὶ καὶ τὰ ἔργα τὰ ἀπὸ τῆς ἀρετῆς.
而美的事物就是诸德性以及源于德性的活动。
ἔστι δέ τις ἕξις πολιτική, οἵαν οἱ Λάκωνες ἔχουσιν ἢ ἄλλοι τοιοῦτοι ἔχοιεν ἄν.
而存在着某种城邦的状态,就像拉刻代蒙人所拥有的,或者其他类似的人可能拥有的那样。
αὕτη δʼ ἐστὶν ἕξις τοιαύτη.
这种状态具有以下特征。
εἰσὶ γὰρ οἳ οἴονται τὴν ἀρετὴν δεῖν μὲν ἔχειν, ἀλλὰ τῶν φύσει ἀγαθῶν ἕνεκεν.
因为有些人认为,人们固然必须拥有德性,但是为了获得本性上是善的事物。
διὸ ἀγαθοὶ μὲν ἄνδρες εἰσί (τὰ γὰρ φύσει μὲν ἀγαθὰ αὐτοῖς ἐστίν), καλοκἀγαθίαν δὲ οὐκ ἔχουσιν.
因此,他们确实是善人(因为本性上是善的事物对他们而言也是善的),但他们并不拥有善美。
οὐ γὰρ ὑπάρχει αὐτοῖς τὰ καλὰ διʼ αὑτά, καὶ προαιροῦνται καλοὶ κἀγαθοὶ, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ μὴ καλὰ μὲν φύσει ὄντα, ἀγαθὰ δὲ φύσει ὄντα τούτοις καλά.
因为对他们来说,美的事物并不因其自身之故而属于他们,他们也不选择做善美之人,不仅如此,甚至连那些在本性上并不美、但在本性上是善的事物,对他们来说也是美的。
καλὰ γάρ ἐστιν ὅταν, οὗ ἕνεκα πράττουσι καὶ αἱροῦνται, καλὰ ᾖ, διότι τῷ καλῷ κἀγαθῷ καλά ἐστι τὰ φύσει ἀγαθά.
因为当人们行动和选择的目的(所指向的事物)是美的时候,这些事物就是美的,这是因为对善美之人而言,本性上是善的事物就是美的。
καλὸν γὰρ τὸ δίκαιον· τοῦτο δὲ τὸ κατʼ ἀξίαν· ἄξιος δʼ οὗτος τούτων.
因为正义是美的;而正义是依价值而定的;这个人也配得上这些东西。
καὶ τὸ πρέπον καλόν· πρέπει δὲ ταῦτα τούτῳ, πλοῦτος εὐγένεια δύναμις.
适宜也是美的;而这些东西—— 财富、显贵出身、权力——对这个人来说是适宜的。