§8.2#2ἢ πλεοναχῶς λέγεται ἡ εὐτυχία;
或者,幸运是有多种含义吗?
τὰ μὲν γὰρ πράττεται ἀπὸ τῆς ὁρμῆς καὶ προελομένων πρᾶξαι, τὰ δʼ οὔ, ἀλλὰ τοὐναντίον.
因为有些事情是在冲动以及预先选择去行动的人的作用下发生的,但另一些事情则不然,而是相反。
καὶ ἐν ἐκείνοις, ἐν οἷς κακῶς λογίσασθαι δοκοῦσι, κατορθοῦντας καὶ εὐτυχῆσαι φαμέν· καὶ πάλιν ἐν τούτοις, εἰ ἐβουλεύοντο ἂν ἢ ἔλαττον ἔλαβον τἀγαθόν.
而在前者中,即使在他们似乎推论错误的事情上,我们也说他们成功了,是幸运的;而在后者中,如果他们进行了深思熟虑,他们反而会获得较少的善。
ἐκείνους μὲν τοίνυν εὐτυχεῖν διὰ φύσιν ἐνδέχεται (ἡ γὰρ ὁρμὴ καὶ ὄρεξις οὖσα οὗ ἔδει κατώρθωσεν, ὁ δὲ λογισμὸς ἦν ἠλίθιος· καὶ τοὺς μὲν ἐνταῦθα, ὅταν μὲν λογισμὸς μὴ δοκῶν ὀρθὸς εἶναι, τύχη δʼ αὐτοῦ αἰτία οὖσα, αὐτὴ ὀρθὴ οὖσα ἔσωσεν, ἀλλʼ ἐνίοτε διʼ ἐπιθυμίαν ἐλογίσατο πάλιν οὕτω καὶ ἠτύχησεν)· ἐν δὲ δὴ τοῖς ἑτέροις πῶς ἔσται ἡ εὐτυχία κατʼ εὐφυΐαν ὀρέξεως καὶ ἐπιθυμίας;
因此,前者有可能因自然而幸运(因为指向应当指向之物的冲动和欲望取得了成功,而其推论则是愚蠢的;在这里,当推论似乎不正确,而运气作为其原因,因其自身正确而拯救了他们时,但有时由于欲望,他们再次以这种方式推论,结果就变得不幸了);但在另一类事物中,如何能有根据欲求和欲望的优秀天资而产生的幸运呢?
ἀλλὰ μὴν ἡ ἐνταῦθα εὐτυχία καὶ τύχη διττή, κἀκεῖ ἡ αὐτή, ἢ πλείους αἱ εὐτυχίαι.
然而,这里的幸运和运气是双重的,那里的也是一样的,或者说存在多种幸运。
ἐπεὶ δʼ ὁρῶμεν παρὰ πάσας τὰς ἐπιστήμας καὶ τοὺς λογισμοὺς τοὺς ὀρθοὺς εὐτυχοῦντας τινάς, δῆλον ὅτι ἕτερον ἄν τι εἴη τὸ αἴτιον τῆς εὐτυχίας.
但是,既然我们看到有人在违背所有科学和正确推论的情况下获得幸运,显而易见,幸运的原因必然是某种别的东西。
ἐκείνη δὲ πότερον εὐτυχία ἢ οὐκ ἔστιν, ἣ ἐπεθύμησεν ὧν ἔδει καὶ ὅτε ἔδει το λογισμὸς ἀνθρώπινος οὐκ ἂν τούτου εἴη.
而对于另一种,它究竟是幸运还是不是,即在需要的时候欲望需要的事物——人类的推论不可能是其原因。
οὐ γὰρ δὴ πάμπαν ἀλόγιστον τοῦτο, οὐδὲ φυσική ἐστιν ἡ ἐπιθυμία, ἀλλὰ διαφθείρεται ὑπὸ τινός.
因为这绝对不是完全没有理性的,欲望也不是纯粹自然发生的,而是被某种东西所败坏的。
εὐτυχεῖν μὲν οὖν δοκεῖ, ὅτι ἡ τύχη τῶν παρὰ λόγον αἰτία, τοῦτο δὲ παρὰ λόγον (παρὰ γὰρ τὴν ἐπιστήμην καὶ τὸ καθόλου)· ἀλλʼ, ὡς ἔοικεν, οὐκ ἀπὸ τύχης, ἀλλὰ δοκεῖ διὰ τοῦτο.
因此,这似乎是幸运,因为运气是违背理性的事物的原因,而这是违背理性的(因为它违背科学和普遍规则);但是,正如所看到的,这并非源于运气,只是由于这个原因而显得如此。
ὥσθʼ οὗτος μὲν ὁ λόγος οὐ δείκνυσιν ὅτι φύσει εὐτυχεῖν, ἀλλʼ ὅτι οὐ πάντες οἱ δοκοῦντες εὐτυχεῖν διὰ τύχην κατορθοῦσιν, ἀλλὰ διὰ φύσιν· οὐδʼ ὅτι οὐδέν ἐστι τύχη αἰτία οὐθενὸς δείκνυσιν, ἀλλʼ οὐ τῶν πάντων ὧν δοκεῖ.
所以,这个论点并没有表明人们是因自然而幸运,而是表明并非所有显得幸运的人都是由于运气而成功,而是由于自然;它也没有表明运气不是任何事情的原因,只是表明它并非人们所认为的所有事情的原因。
τοῦτο μέντʼ ἂν ἀπορήσειέ τις, ἆρʼ αὐτοῦ τούτου τύχη αἰτία, τοῦ ἐπιθυμῆσαι οὗ δεῖ καὶ ὅτε δεῖ.
然而,有人可能会提出疑问:是否正是这个东西——在需要的时候欲望需要的事物——本身的原因就是运气?
ἢ οὕτως γε πάντων ἔσται;
或者,如果是这样,运气将成为一切事物的原因吗?
καὶ γὰρ τοῦ νοῆσαι καὶ βουλεύσασθαι·
甚至成为思考和深思熟虑的原因?
οὐ γὰρ δὴ ἐβουλεύσατο βουλευσάμενος, καὶ τοῦτʼ ἐβουλεύσατο, ἀλλʼ ἔστιν ἀρχή τις, οὐδʼ ἐνόησε νοήσας πρότερον ἢ νοῆσαι, καὶ τοῦτο εἰς ἄπειρον.
因为一个人绝不是在深思熟虑之后才去深思熟虑,然后再对此进行深思熟虑,而是存在着某种起点,也不是在思考之前先思考然后才去思考,而这样下去就会陷入无限循环。
οὐκ ἄρα τοῦ νοῆσαι ὁ νοῦς ἀρχή, οὐδὲ τοῦ βουλεύσασθαι βουλή.
因此,理智并不是思考的起点,熟虑也不是深思熟虑的起点。
τί οὖν ἄλλο πλὴν τύχη;
那么,除了运气之外还能是什么呢?
ὥστʼ ἀπὸ τύχης ἅπαντα ἔσται.
因此,一切都将源于运气。
ἢ ἔστι τις ἀρχὴ ἧς οὐκ ἔστιν ἄλλη ἔξω, αὕτη δὲ τοιαύτη τῷ εἶναι τὸ τοιοῦτο δύναται ποιεῖν;
或者,是否存在着某种外部没有其他起点的起点,而它因其自身是这样的存在,从而能够做出这样的事情?
τὸ δὲ ζητούμενον τοῦτʼ ἐστί, τίς ἡ τῆς κινήσεως ἀρχὴ ἐν τῇ ψυχῇ.
而所探求的正是这个:灵魂中运动的起点是什么。
δῆλον δὴ ὥσπερ ἐν τῷ ὅλῳ θεός, κἀν ἐκείνῳ.
显而易见,正如宇宙中的神一样,在灵魂中也是如此。
κινεῖ γάρ πως πάντα τὸ ἐν ἡμῖν θεῖον· λόγου δʼ ἀρχὴ οὐ λόγος, ἀλλά τι κρεῖττον·
因为在某种意义上,我们内部的神性推动着一切;而理性的起点并不是理性,而是某种更好的东西。
τί οὖν ἂν κρεῖττον καὶ ἐπιστήμης εἴη καὶ νοῦ πλὴν θεός;
那么,除了神之外,还有什么能比科学和理智更好呢?
ἡ γὰρ ἀρετὴ τοῦ νοῦ ὄργανον· καὶ διὰ τοῦτο, ὃ οἱ πάλαι ἔλεγον, εὐτυχεῖς καλοῦνται οἳ ἂν ὁρμήσωσι, κατορθοῦσιν ἄλογοι ὄντες, καὶ βουλεύεσθαι οὐ συμφέρει αὐτοῖς.
因为德性是理智的工具;也正因如此,正如古人所说,那些产生冲动的人被称为幸运儿,他们虽无理性却能成功,而深思熟虑对他们并无益处。
ἔχουσι γὰρ ἀρχὴν τοιαύτην ἣ κρείττων τοῦ νοῦ καὶ τῆς βουλεύσεως ʽοἳ δὲ τὸν λόγον· τοῦτο δʼ οὐκ ἔχουσἰ καὶ ἐνθουσιασμόν, τοῦτο δʼ οὐ δύνανται.
因为他们拥有这种比理智和熟虑更好的起点(而其他人拥有理性,却不拥有这个),并且他们拥有神圣的灵感,而其他人则无法拥有。
ἄλογοι γὰρ ὄντες ἐπιτυγχάνουσι· καὶ τούτων φρονίμων καὶ σοφῶν ταχεῖαν εἶναι τὴν μαντικήν, καὶ μόνον οὐ τὴν ἀπὸ τοῦ λόγου δεῖ ἀπολαβεῖν, ἀλλʼ οἳ μὲν διʼ ἐμπειρίαν, οἳ δὲ διὰ συνήθειάν τε ἐν τῷ σκοπεῖν χρῆσθαι· τῷ θεῷ δὲ αὗται.
因为他们虽然无理性却能获得成功;并且在这些人中,思虑周全和聪明人的预言是敏捷的,人们只需要排除那来自理性的部分,而有些人是通过经验,另一些人则是通过在考量中的习惯来使用它;而这些都属于神。
τοῦτο καὶ εὖ ὁρᾷ καὶ τὸ μέλλον καὶ τὸ ὄν, καὶ ὧν ἀπολύεται ὁ λόγος οὗτος.
这能很好地看清未来和现在,而那些理性得到释放的人便拥有它。
διὸ οἱ μελαγχολικοὶ καὶ εὐθυόνειροι.
因此忧郁质的人和做真梦的人也是如此。
ἔοικε γὰρ ἡ ἀρχὴ ἀπολυομένου τοῦ λόγου ἰσχύειν μᾶλλον· καὶ ὥσπερ οἱ τυφλοὶ μνημονεύουσι μᾶλλον ἀπολυθέντες τοῦ πρὸς τοῖς ὁρατοῖς, τῷ ἐρρωμενέστερον εἶναι τὸ μνημονεῦον.
因为当理性得到释放时,起点似乎更加强而有力;就像盲人因为免受视觉事物的干扰而记忆力更好,因为记忆的部分变得更加强健。
φανερὸν δὴ ὅτι δύο εἴδη εὐτυχίας, ἣ μὲν θεία (διὸ καὶ δοκεῖ ὁ εὐτυχὴς διὰ θεὸν κατορθοῦν) ἣ δὲ φύσει.
显而易见,幸运有两种:一种是神圣的(因此幸运的人也显得是通过神而成功的),另一种是出于自然的。
οὗτος δέ ἐστιν ὁ κατὰ τὴν ὁρμὴν διορθωτικός, ὁ δʼ ἕτερος ὁ παρὰ τὴν ὁρμήν· ἄλογοι δʼ ἀμφότεροι.
而后者是顺应冲动而走向正确的人,前者则是违背冲动而走向正确的人;但两者都是无理性的。
καὶ ἣ μὲν συνεχὴς εὐτυχία μᾶλλον, αὕτη δὲ οὐ συνεχής.
而且,前者是更具连续性的幸运,而后者则是没有连续性的。