Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §8.3#2

作为完全美德的善美与观照神的标准

第 53 段,共 53 段 · 希腊语

内容简介

总结了善美之人(kalokagathos)身上善与美的完美结合,并确立了“对神的观照”作为道德选择和获取本性善物的最高标准。

§8.3#2ὥστε τῷ καλῷ κἀγαθῷ καὶ αὐτὰ τὰ συμφέροντα καὶ καλά ἐστι· τοῖς δὲ πολλοῖς διαφωνεῖ τοῦτο.
因此,对于善美之人,有益的事物本身也是美的;但对大众来说,这一点是相左的。
οὐ γὰρ τὰ ἁπλῶς ἀγαθὰ κἀκείνοις ἀγαθὰ ἐστί, τῷ δʼ ἀγαθῷ ἀγαθά.
因为无条件善的事物对他们而言并不是善的,但对善人而言是善的。
τῷ δὲ καλῷ κἀγαθῷ καὶ καλά.
而对于善美之人,它们也是美的。
πολλὰς γὰρ καὶ καλὰς πράξεις διʼ αὑτὰς ἔπραξεν.
因为他为了它们自身之故,做了许多美的行为。
ὁ δʼ οἰόμενος τὰς ἀρετὰς ἔχειν δεῖν ἕνεκα τῶν ἐκτὸς ἀγαθῶν, κατὰ τὸ συμβεβηκὸς τὰ καλὰ πράττει.
而那些认为必须为了外在的善而拥有德性的人,只是偶然地做美的事。
ἔστιν οὖν καλοκἀγαθία ἀρετὴ τέλειος.
因此,善美是完全的德性。
καὶ περὶ ἡδονῆς δʼ εἴρηται ποῖόν τι καὶ πῶς ἀγαθόν, καὶ ὅτι τά τε ἁπλῶς ἡδέα καὶ καλὰ καὶ τὰ ἁπλῶς ἀγαθὰ ἡδέα.
关于快乐,也已经谈过它是何种事物、在何种意义上是善,以及无条件舒适的事物也是美的,而无条件善的事物也是舒适的。
οὐ γίνεται δὲ ἡδονὴ μὴ ἐν πράξει· διὰ τοῦτο ὁ ἀληθῶς εὐδαίμων καὶ ἥδιστα ζήσει, καὶ τοῦτο οὐ μάτην οἱ ἄνθρωποι ἀξιοῦσιν.
但是快乐不发生于行为之外;因此,那真正幸福的人也将生活得最舒适,人们这样要求并不是没有道理的。
ἐπεὶ δʼ ἐστί τις ὅρος καὶ τῷ ἰατρῷ, πρὸς ὃν ἀναφέρων κρίνει τὸ ὑγιεινὸν σώματι καὶ μή, καὶ πρὸς ὃν μέχρι ποσοῦ ποιητέον ἕκαστον καὶ εὖ ὑγιαῖνον, εἰ δὲ ἔλαττον ἢ πλέον, οὐκέτι· οὕτω καὶ τῷ σπουδαίῳ περὶ τὰς πράξεις καὶ αἱρέσεις τῶν φύσει μὲν ἀγαθῶν οὐκ ἐπαινετῶν δὲ δεῖ τινα εἶναι ὅρον καὶ τῆς ἕξεως καὶ τῆς αἱρέσεως καὶ φυγῆς καὶ περὶ χρημάτων πλήθους καὶ ὀλιγότητος καὶ τῶν εὐτυχημάτων.
既然对医生也有某种标准,他以此为参照来判断身体是否健康,以及对于每件事应当做到何种程度以保持健康,而如果少于或多于这个程度,则不再健康;对优秀的人来说,关于那些在本性上是善但并非值得赞扬的事物的行为和选择,也必须有某种关于其状态、选择和回避的标准,以及关于财富的多寡和幸运的标准。
ἐν μὲν οὖν τοῖς πρότερον ἐλέχθη τὸ ὡς ὁ λόγος·
在以前的讨论中,曾说过要“依理”。
τοῦτο δʼ ἐστὶν ὥσπερ ἂν εἴ τις ἐν τοῖς περὶ τὴν τροφὴν εἴπειεν ὡς ἡ ἰατρικὴ καὶ ὁ λόγος ταύτης.
但这就像在关于食物的讨论中,有人说要“依医学和医学之理”一样。
τοῦτο δʼ ἀληθὲς μέν, οὐ σαφὲς δέ.
这虽是真理,却不明确。
δεῖ δὴ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις πρὸς τὸ ἄρχον ζῆν, καὶ πρὸς τὴν ἕξιν κατὰ τὴν ἐνέργειαν τὴν τοῦ ἄρχοντος, οἷον δοῦλον πρὸς δεσπότου καὶ ἕκαστον πρὸς τὴν ἑκάστου καθήκουσαν ἀρχήν.
因此,必须像在其他事物中一样,参照支配者来生活,并根据支配者的活动状态来生活,例如奴隶参照主人,每个人都参照适合每个人的支配权。
ἐπεὶ δὲ καὶ ἄνθρωπος φύσει συνέστηκεν ἐξ ἄρχοντος καὶ ἀρχομένου, καὶ ἕκαστον ἂν δέοι πρὸς τὴν ἑαυτῶν ἀρχὴν ζῆν (αὕτη δὲ διττή· ἄλλως γὰρ ἡ ἰατρικὴ ἀρχὴ καὶ ἄλλως ἡ ὑγίεια· ταύτης δὲ ἕνεκα ἐκείνη)· οὕτω δʼ ἔχει κατὰ τὸ θεωρητικόν.
既然人在性质上也由支配者和被支配者构成,每个人也应该参照自己的支配原理来生活(而这支配原理是双重的:因为医学的支配是一回事,健康的支配是另一回事,而前者是为了后者);对于观照部分也是如此。
οὐ γὰρ ἐπιτακτικῶς ἄρχων ὁ θεός, ἀλλʼ οὗ ἕνεκα ἡ φρόνησις ἐπιτάττει (διττὸν δὲ τὸ οὗ ἕνεκα· διώρισται δʼ ἐν ἄλλοις), ἐπεὶ κεῖνός γε οὐθενὸς δεῖται.
因为神并不是通过下达命令来支配的,而是作为思虑给出命令的目的(“目的”是双重的,这已在其他著作中予以规定),因为神自身不需要任何东西。
ἥτις οὖν αἵρεσις καὶ κτῆσις τῶν φύσει ἀγαθῶν ποιήσει μάλιστα τὴν τοῦ θεοῦ θεωρίαν, ἢ σώματος ἢ χρημάτων ἢ φίλων ἢ τῶν ἄλλων ἀγαθῶν, αὕτη ἀρίστη, καὶ οὗτος ὁ ὅρος κάλλιστος· ἥτις δʼ ἢ διʼ ἔνδειαν ἢ διʼ ὑπερβολὴν κωλύει τὸν θεὸν θεραπεύειν καὶ θεωρεῖν, αὕτη δὲ φαύλη.
因此,无论对本性上善的事物——身体、财富、朋友或其他善——的何种选择和获取,最能促进对神的观照,这就是最好的,这个标准也是最美的;而任何由于匮乏或过度而阻碍侍奉神和观照神的,就是坏的。
ἔχει δὲ τοῦτο τῇ ψυχῇ, καὶ οὗτος τῆς ψυχῆς ὅρος ἄριστος, τὸ ἥκιστα αἰσθάνεσθαι τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ᾗ τοιοῦτον.
这对于灵魂也是如此,这也是灵魂最好的标准,即尽可能少地意识到灵魂的非理性部分,就其作为非理性部分而言。
τις μὲν οὖν ὅρος τῆς καλοκἀγαθίας, καὶ τίς ὁ σκοπὸς τῶν ἁπλῶς ἀγαθῶν, ἔστω εἰρημένον.
因此,关于善美的标准是什么,以及无条件善的事物的目的是什么,就算已经谈过了。

词汇与语法注释

  1. 1249a15κατὰ τὸ συμβεβηκὸς — “偶然地”或“附带地”。这一副词短语描述了那些为了外在善物而非为了美德自身而行动的人,其所作的美之行为在性质上只是偶然的、附带的。
  2. 1249b6πρὸς τὸ ἄρχον ζῆν — 介词 πρὸς(支配宾格,意为“参照……”或“依据……”)修饰不定式 ζῆν,指明了生活的准则。正如健康是医学的准则一样,灵魂中的支配部分(理性,乃至神)应当作为生活的指南。
  3. 1249b14οὗ ἕνεκα ἡ φρόνησις ἐπιτάττει — 关系代词 οὗ(属格)为中性单数,在此指代上下文中的“神”(ὁ θεός)作为目的因(οὗ ἕνεκα)。这构成了亚里士多德神学的核心观点:神并非通过自身下达命令来支配,而是思虑(φρόνησις)以神为最终目的来下达命令。
  4. 1249b21ἔχει δὲ τοῦτο τῇ ψυχῇ — 动词 ἔχει 在此作不及物动词使用,意为“处于……状态”或“适用”。与格 τῇ ψυχῇ 是关系与格(dative of reference),整句意为“这一点对于灵魂而言也是如此适用”。

引用这一段

亚里士多德, 尤德谟伦理学 §8.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:8.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。