Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §8.2#1

关于幸运成因与天生资质的考察

第 50 段,共 53 段 · 希腊语

内容简介

本节探讨即使愚笨也能获得成功的“幸运儿”的原因,提出并考察了一种假说:这并非由于思虑、技术或神明庇护,而是源于某种天生的资质(自然)。

§8.2#1ἐπεὶ δʼ οὐ μόνον ἡ φρόνησις ποιεῖ τὴν εὐπραγίαν καὶ ἀρετή, ἀλλὰ φαμὲν καὶ τοὺς εὐτυχεῖς εὖ πράττειν ὡς καὶ τῆς εὐτυχίας ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης, σκεπτέον ἆρʼ ἐστι φύσει ὃ μὲν εὐτυχὴς ὃ δʼ ἀτυχής, ἢ οὔ, καὶ πῶς ἔχει περὶ τούτων.
既然不仅思虑和德性能产生幸福,而且我们也说幸运的人生活得好,就好像幸运也产生幸福,并且带来与知识相同的结果一样,那么我们必须考虑,是否有人天生幸运,有人天生不幸,还是并非如此,以及关于这些事情的情况如何。
ὅτι μὲν γάρ εἰσί τινες εὐτυχεῖς ὁρῶμεν.
因为我们看到,确实有一些人是幸运的。
ἄφρονες γὰρ ὄντες κατορθοῦσι πολλά, ἐν οἷς ἡ τύχη κυρία· ἔτι δὲ καὶ ἐν οἷς τέχνη ἐστί, πολὺ μέντοι καὶ τύχης ἐνυπάρχει, οἷον ἐν στρατηγίᾳ καὶ κυβερνητικῇ.
因为他们虽然愚蠢,却在许多运势起支配作用的事情上取得了成功;而且,即使在有技术存在的领域中,也有很多运气的成分,例如在将领术和航海术中。
πότερον οὖν ἀπό τινος ἕξεως οὗτοί εἰσιν, ἢ οὐ τῷ αὐτοὶ ποιοί τινες εἶναι πρακτικοί εἰσι τῶν εὐτυχημάτων;
那么,这些人是因为某种品质才如此,还是并非因为他们自身具有某种特质才成为幸运之事的践行者?
νῦν μὲν γὰρ οὕτως οἴονται ὡς φύσει τινῶν ὄντων· ἡ δὲ φύσις ποιούς τινας ποιεῖ, καὶ εὐθὺς ἐκ γενετῆς διαφέρουσιν, ὥσπερ οἳ μὲν γλαυκοὶ οἳ δὲ μελανόμματοι τῷ τὸ δεῖν τοιονδὶ κατὰ τὸ εἶναι τοιονδὶ ἔχειν, οὕτω καὶ οἱ εὐτυχεῖς καὶ ἀτυχεῖς.
因为现在人们认为,就好像有些人天生就是某种类型的;而自然使人具有某些特质,他们一出生就立即有所不同,就像有些人是青眼,有些人是黑眼,因为根据其本性,他们必然具有这样的特征,幸运者和不幸者也是如此。
ὅτι μὲν γὰρ οὐ φρονήσει κατορθοῦσι, δῆλον.
因为他们显然不是靠思虑成功的。
οὐ γὰρ ἄλογος φρόνησις, ἀλλʼ ἔχει λόγον διὰ τί οὕτως πράττει, οἳ δʼ οὐκ ἂν ἔχοιεν εἰπεῖν διὰ τί κατορθοῦσι (τέχνη γὰρ ἂν ἦν)· ἔτι δὲ φανερὸν ὅτι ὄντες ἄφρονες, οὐχ ὅτι περὶ ἄλλα (τοῦτο μὲν γὰρ οὐθὲν ἄτοπον· οἷον Ἱπποκράτης γεωμετρικὸς ὤν, ἀλλὰ περὶ τὰ ἄλλα ἐδόκει βλὰξ καὶ ἄφρων εἶναι, καὶ πολὺ χρυσίον πλέων ἀπώλεσεν ὑπὸ τῶν ἐν Βυζαντίῳ πεντηκοστολόγων διʼ εὐήθειαν, ὡς λέγουσιν) ἀλλʼ ὅτι καὶ ἐν οἷς εὐτυχοῦσιν ἄφρονες.
因为思虑并不是没有理性的,而是拥有说明其为何如此行动的理性,而他们却无法说出自己为何成功(因为如果能说出来,那就会成为一种技术了);此外,显然他们是愚蠢的,这不仅是在其他事情上(因为这并没有什么荒谬的;例如几何学家希波克拉底在其他事情上被认为是个笨蛋和傻瓜,据说他在航行时因为天真被拜占庭的五十税征收员骗走了许多金币),而且他们在自己获得幸运的那些事情上也是愚蠢的。
περὶ γὰρ ναυκληρίαν οὐχ οἱ δεινότατοι εὐτυχεῖς, ἀλλʼ ὥσπερ ἐν κύβων πτώσει ὃ μὲν οὐδέν, ἄλλος δὲ βάλλει πολὺ καθʼ ἣν φύσει ἐστὶν εὐτυχής, ἢ τῷ φιλεῖσθαι, ὥσπερ φασίν, ὑπὸ θεοῦ, καὶ ἔξωθέν τι εἶναι τὸ κατορθοῦν.
因为在航海中,并不是最聪明的人最幸运,而是像掷骰子一样,一个人什么也掷不出,而另一个人根据他天生幸运的本性,或者像人们常说的那样,由于受到神明的眷顾,投出了很多好点子,并且成功的原因来自外部。
οἷον πλοῖον κακῶς νεναυπηγημένον ἄμεινον πολλάκις πλεῖ, ἀλλʼ οὐ διʼ αὑτό, ἀλλʼ ὅτι ἔχει κυβερνήτην ἀγαθόν, οὗτος εὐτυχὴς τὸν δαίμονʼ ἔχει κυβερνήτην ἀγαθόν.
例如,一艘建造得很差的船往往航行得更好,但这不是因为它自身,而是因为它有一个好舵手,同样,这个幸运的人也有自己的“守护神”作为一个好舵手。
ἀλλʼ ἄτοπον θεὸν ἢ δαίμονα φιλεῖν τὸν τοιοῦτον, ἀλλὰ μὴ τὸν βέλτιστον καὶ τὸν φρονιμώτατον.
但是,神或守护神眷顾这样的人,而不是最优秀、最思虑周全的人,这是荒谬的。
εἰ δὴ ἀνάγκη ἢ φύσει ἢ νόῳ ἢ ἐπιτροπίᾳ τινὶ κατορθοῦν, τὰ δὲ δύο μὴ ἐστί, φύσει ἂν εἶεν οἱ εὐτυχεῖς.
如果必须通过自然、知性或某种守护来成功,而后者两者又不存在,那么幸运的人应当是天生如此。
ἀλλὰ μὴν ἥ γε φύσις αἰτία ἢ τοῦ ἀεὶ ὡσαύτως ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τοὐναντίον.
然而,自然至少是“总是如此”或“大体上如此”发生的事情的原因,而运气则相反。
εἰ μὲν οὖν τὸ παραλόγως ἐπιτυγχάνειν τύχης δοκεῖ εἶναι, ἀλλʼ εἴπερ διὰ τύχην εὐτυχής, οὐκ ἂν τοιοῦτον εἶναι τὸ αἴτιον, οἷον ἀεὶ τοῦ αὐτοῦ ἢ ὡς ἐπὶ τὸ πολύ.
因此,如果说出人意料地获得成功被认为是由于运气,但如果是由于运气而幸运,那么原因就不可能是像总是如此或大体上如此那样的。
ἔτι εἰ, ὅτι τοιοσδί, ἐπιτυγχάνει ἢ ἀποτυγχάνει, ὥσπερ, ὅτι γλαυκός, οὐκ ὀξὺ ὁρᾷ, οὐ τύχη αἰτία ἀλλὰ φύσις· οὐκ ἄρα ἐστὶν εὐτυχὴς ἀλλʼ οἷον εὐφυής.
此外,如果因为某人具有某种特征而成功或失败,就像因为是青眼而看不清一样,那么原因就不是运气而是自然;因此他不是幸运,而是天生资质好。
ὥστε τοῦτʼ ἂν εἴη λεκτέον, ὅτι οὓς λέγομεν εὐτυχεῖς, οὐ διὰ τύχην εἰσίν.
所以必须这样说,我们所说的幸运者,并不是由于运气。
οὐκ ἄρα εἰσὶν εὐτυχεῖς· τύχης γάρ, ὅσων αἰτία τύχη ἀγαθὴ ἀγαθῶν.
因此他们不是幸运的;因为对于那些事物来说,好运是好结果的原因,才是幸运。
εἰ δʼ οὕτως, πότερον οὐκ ἔσται τύχη ὅλως, ἢ ἔσται μέν, ἀλλʼ οὐκ αἰτία;
如果是这样,是根本没有运气,还是虽然有,但不是原因?
ἀλλʼ ἀνάγκη καὶ εἶναι καὶ αἰτίαν εἶναι.
然而,运气既存在又是原因,这是必然的。
ἔσται ἄρα καὶ ἀγαθῶν τισιν αἰτία ἢ κακῶν.
因此,它将是某些人得到好结果或坏结果的原因。
εἰ δʼ ὅλως ἐξαιρετέον καὶ οὐδὲν ἀπὸ τύχης φατέον γίνεσθαι, ἀλλʼ ἡμεῖς ἄλλης οὔσης αἰτίας διὰ τὸ μὴ ὁρᾶν τύχην εἶναί φαμεν αἰτίαν (διὸ καὶ ὁριζόμενοι τὴν τύχην τιθέασιν αἰτίαν ἄλογον ἀνθρωπίνῳ λογισμῷ, ὡς οὔσης τινὸς φύσεως)·
如果完全排除运气,认为没有什么事情是由于运气而发生的,而我们只是因为看不到其他原因,才说运气是原因(因此那些定义运气的人,把它定为人类理性无法理解的原因,就好像它是某种自然存在一样);这确实将是另一个问题。
τοῦτο μὲν οὖν ἄλλο πρόβλημʼ ἂν εἴη, ἐπεὶ δὲ ὁρῶμέν τινας ἅπαξ εὐτυχήσαντας, διὰ τί οὐ καὶ πάλιν ἄν;
但是,既然我们看到有些人曾经幸运过一次,为什么不能再次幸运呢?
ἀλλὰ διὰ τὸ ἀποκατορθῶσαι ἕν, καὶ πάλιν.
相反,正是因为在某件事上成功了,他们才再次成功。
τὸ γὰρ αὐτὸ τοῦτʼ αἴτιον.
因为同样的原因在起作用。
οὐκ ἄρα ἔσται τύχης τοῦτο, ἀλλʼ ὅταν τὸ αὐτὸ ἀποβαίνῃ, ἀπείρων καὶ ἀορίστων, ἔσται μὲν τὸ ἀγαθὸν ἢ κακόν, ἐπιστήμη δʼ οὐκ ἔσται αὐτοῦ διʼ ἀπειρίαν, ἐπεὶ ἐμάνθανον ἄν τινες εὐτυχεῖν, ἢ καὶ πᾶσαι ἂν αἱ ἐπιστῆμαι, ὥσπερ ἔφη Σωκράτης, εὐτυχίαι ἦσαν.
因此,这不属于运气。 但是,当相同的结果从无限和不确定的事物中产生时,这虽然是好或坏,但由于其无限性,将不存在对它的科学,否则人们就可以学会如何变得幸运,或者像苏格拉底所说,所有的科学都是幸运了。
τί οὖν κωλύει συμβῆναί τινι ἐφεξῆς τὰ τοιαῦτα πολλάκις, οὐχ ὅτι οὕτως δεῖ, ἀλλʼ οἷον ἂν εἴη τὸ κύβους ἀεὶ μακαρίαν βάλλειν;
那么,有什么能阻止这样类似的事情接连不断地多次发生在一个人的身上呢? 这不是因为必须如此,而是像掷骰子总是能掷出好点子一样。
τί δὲ δή;
那么,到底是什么呢?
ἆρʼ οὐκ ἔνεισιν ὁρμαὶ ἐν τῇ ψυχῇ αἱ μὲν ἀπὸ λογισμοῦ, αἱ δὲ ἀπὸ ὀρέξεως ἀλόγου, καὶ πρότεραι αὗται;
难道魂中没有冲动吗? 一些来自理性,另一些来自无理性的欲望,并且后者是先于前者的吗?
εἰ γάρ ἐστι φύσει ἡ διʼ ἐπιθυμίαν ἡδέος ὄρεξις, φύσει γε ἐπὶ τὸ ἀγαθὸν βαδίζοι ἂν πᾶν.
因为如果通过对快乐事物的欲望而产生的渴求是出于自然,那么出于自然的一切肯定都会走向善。
εἰ δή τινές εἰσιν εὐφυεῖς ὥσπερ οἱ ἄδικοι οὐκ ἐπιστάμενοι ᾄδειν, οὕτως εὖ πεφύκασι καὶ ἄνευ λόγου ὁρμῶσιν, ἡ φύσις πέφυκε, καὶ ἐπιθυμοῦσι καὶ τούτου καὶ τότε καὶ οὕτως ὡς δεῖ καὶ οὗ δεῖ καὶ ὅτε, οὗτοι κατορθώσουσι, κἂν τύχωσιν ἄφρονες ὄντες καὶ ἄλογοι, ὥσπερ καὶ εὖ ἔσονται οὐ διδασκαλικοὶ ὄντες.
如果有些人天生资质好,就像那些不协调的人不知道如何唱歌一样,他们天生就很好,并且在自然所预设的地方没有理性地产生冲动,并且在需要的时候、以需要的方式、欲望需要的事物和时间,这些人就会成功,即使他们碰巧是愚蠢和无理性的,就像他们不需要被教授也能唱好歌一样。
οἱ δέ γε τοιοῦτοι εὐτυχεῖς, ὅσοι ἄνευ λόγου κατορθοῦσιν ὡς ἐπὶ τὸ πολύ.
而这样的人就是幸运的,即那些在没有理性的情况下大体上获得成功的人。
φύσει ἄρα οἱ εὐτυχεῖς εἶεν ἄν.
因此,幸运的人应当是天生如此。

词汇与语法注释

  1. 1247a1ὡς καὶ τῆς εὐτυχίας ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης — 引导自 ὡς 的 τῆς εὐτυχίας ποιούσης 是属格独立分词结构。此外,τῆς ἐπιστήμης 是相对于 τὰ αὐτά(相同的事物)的比较属格,表示“(幸运带来了)与知识所带来的相同的结果”。
  2. 1247a10τῷ τὸ δεῖν τοιονδὶ κατὰ τὸ εἶναι τοιονδὶ ἔχειν — 表示原因的定冠词不定式 τῷ ... ἔχειν 结构。其逻辑主语是宾格的 τὸ δεῖν(必然之事),其内容表示“根据这种本质(κατὰ τὸ εἶναι τοιονδὶ)而必然具有如此特质(τοιονδὶ ... ἔχειν)”。
  3. 1247a20οὐχ ὅτι περὶ ἄλλα ... ἀλλʼ ὅτι καὶ ἐν οἷς εὐτυχοῦσιν ἄφρονες — 构成对比的 οὐχ ὅτι ... ἀλλʼ ὅτι ...(不是因为……而是因为……)结构。接续词 ὅτι 引导原因从句,限定了他们愚蠢(ἄφρονες)的具体领域(不是在其他事情上,而是在他们获得幸运的事情上)。
  4. 1247b20εὐφυεῖς ὥσπερ οἱ ἄδικοι οὐκ ἐπιστάμενοι ᾄδειν — 手抄本传统中的 οἱ ἄδικοι(非正义的人们)在唱歌(οὐκ ἐπιστάμενοι ᾄδειν)这一音乐语境下显得不够自然,常被校订为 οἱ ἄμουσοι(无乐感的人、缺乏教养的人)。但若维持给出的文本 ἄδικοι,则须比喻性地理解为“缺乏协调、不和谐的人”。

引用这一段

亚里士多德, 尤德谟伦理学 §8.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:8.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。