Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §8.1

能力之误用可能与思虑及德性的支配力

第 49 段,共 53 段 · 希腊语

内容简介

作者讨论了任何工具或能力是否可能被用于其天然目的之外的其他方式,并探讨了德性和思虑是否会像知识一样被错误使用的难题。他最终指出,思虑与魂的其他好状态(德性)是共同存在的,且德性总体上对于恶德具有支配力,而非无知支配德性。

§8.1ἀπορήσειε δʼ ἄν τις, εἰ ἔστιν ἑκάστῳ χρήσασθαι καὶ ἐφʼ ᾧ πέφυκε καὶ ἄλλως, καὶ τοῦτο ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, οἷον εἰ ὀφθαλμὸς ἰδεῖν ἢ καὶ ἄλλως παριδεῖν διαστρέψαντα, ὥστε δύο τὸ ἓν φανῆναι.
有人可能会提出疑问:是否可能将每个事物既用于其天生适合的目的,又用于其他目的,而且这种使用要么是其自身的,要么是偶然的? 例如,眼睛被用于观看,或者也以其他方式通过斜视来歪曲观看,使得一个事物显得像两个。
αὗται μὲν δὴ ἄμφω ὅτι μὲν ὀφθαλμός· ὅτι ἦν δʼ ὀφθαλμῷ, ἄλλη δὲ κατὰ συμβεβηκός, οἷον εἰ ἦν ἀποδόσθαι ἢ φαγεῖν.
这两个确实都是作为眼睛的眼睛的使用;但一属于眼睛的本质,而另一则是偶然的,比如将它卖掉或吃掉。
ὁμοίως δὴ καὶ ἐπιστήμη· καὶ γὰρ ἀληθῶς καὶ ἁμαρτεῖν, οἷον ὅταν ἑκὼν μὴ ὀρθῶς γράψῃ, ὡς ἀγνοίᾳ δὴ νῦν χρῆσθαι, ὥσπερ μεταστρέψας τὴν χεῖρα· καὶ τῷ ποδί ποτε ὡς χειρὶ καὶ ταύτῃ ὡς ποδὶ χρῶνται αἱ ὀρχηστρίδες.
同样,知识也是如此;因为人们确实可以正确地使用它,也可以犯错,比如故意写得不对,以至于现在把知识当作无知来使用,就像把手翻转过来一样;舞者有时也会把脚当作手,把手当作脚来使用。
εἰ δὴ πᾶσαι αἱ ἀρεταὶ ἐπιστῆμαι, εἴη ἂν καὶ τῇ δικαιοσύνῃ ὡς ἀδικίᾳ χρῆσθαι, ἀδικήσει ἄρα ἀπὸ δικαιοσύνης τὰ ἄδικα πράττων, ὥσπερ καὶ τὰ ἀγνοητικὰ ἀπὸ ἐπιστήμης· εἰ δὲ τοῦτʼ ἀδύνατον, φανερὸν ὅτι οὐκ ἂν εἶεν ἐπιστῆμαι αἱ ἀρεταί.
因此,如果所有的德性都是知识,那么也应该可能把正义当作非正义来使用,从而一个人会通过做非正义的事而从正义中行非正义,就像从知识中做出无知的事一样;但如果这是不可能的,显然德性就不可能是知识。
οὐδʼ εἰ μὴ ἔστιν ἀγνοεῖν ἀπὸ ἐπιστήμης, ἀλλʼ ἁμαρτάνειν μόνον, καὶ τὰ αὐτὰ ἃ καὶ ἀπὸ ἀγνοίας ποιεῖν, οὔ τι ἀπὸ δικαιοσύνης γε ὡς ἀπὸ ἀδικίας πράξει· ἀλλʼ ἐπεὶ φρόνησις ἐπιστήμη καὶ ἀληθές τι, τὸ αὐτὸ ποιήσει κἀκείνῃ· ἐνδέχοιτο γὰρ ἂν ἀφρόνως ἀπὸ φρονήσεως, καὶ ἁμαρτάνειν ταὐτὰ ἅπερ ὁ ἄφρων.
即使不可能从知识中产生无知,而只能犯错并做出与从无知中所做的相同的事,他也绝不会从正义中行动,就像从非正义中行动一样;但是,既然思虑是知识和某种真理,它也会对思虑产生同样的影响;因为可能从思虑中愚蠢地行动,并犯下与愚蠢者相同的错误。
εἰ δὲ ἁπλῆ ἦν ἑκάστου χρεία ᾗ ἕκαστον, κἂν φρονίμως ἔπραττον οὕτω πράττοντες.
但是,如果每个事物的使用在其作为该事物的意义上是单一的,那么即使他们这样行动,他们也是明智地行动的。
ἐπὶ μὲν οὖν ταῖς ἄλλαις ἐπιστήμαις ἄλλη κυρία ποιεῖ τὴν στροφήν· αὐτῆς δὲ τῆς πασῶν κυρίας τίς;
在其他科学中,有另一种支配性的科学引起这种转化;但在支配所有科学的科学本身中,引起转化的又是什么呢?
οὐ γὰρ ἔτι ἐπιστήμη γε.
因为这肯定不再是科学了。
ἀλλὰ μὴν οὐδʼ ἀρετή. χρῆται γὰρ αὐτῇ. ἡ γὰρ τοῦ ἄρχοντος ἀρετὴ τῇ τοῦ ἀρχομένου χρῆται.
然而,这也不是德性,因为统治者使用它;因为统治者的德性使用被统治者的德性。
τίς οὖν ἐστίν;
那么它是什么呢?
ἢ ὥσπερ λέγεται ἀκρασία κακία τοῦ ἀλόγου τῆς ψυχῆς, καὶ ὡς ἀκόλαστος ὁ ἀκρατὴς ἔχων νοῦν;
或者,这是否就像人们说无自制是魂的无理性部分的恶,而无自制者在拥有理智的同时就像放纵者一样?
ἀλλʼ εἰ δή, ἂν ἰσχυρὰ ᾖ ἡ ἐπιθυμία, στρέψει καὶ λογιεῖται τἀναντία ἡ σφι, δῆλον ὅτι, κἂν ἐν μὲν τούτῳ ἀρετή, ἐν δὲ τῷ λόγῳ ἄγνοια ᾖ, ἕτεραι μεταποιοῦνται.
但是如果这样,当欲望强烈时,它就会转化理智,并进行与其自身相反的推理,显然,即使在前者中有德性,而在理智中有无知,它们也会发生转化。
ὥστε ἔσται δικαιοσύνῃ τὸ δικαίως χρῆσθαι καὶ κακῶς καὶ φρονήσει ἀφρόνως· ὥστε καὶ τἀναντία.
因此,就可能既公正地又糟糕地使用正义,以及愚蠢地使用思虑,从而也可能使用其相反面。
ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, ἡ δʼ ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν ἡ φρόνησις ἡ ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν· ὅπερ δοκεῖ ἡ ἐγκράτεια.
因为这是荒谬的:如果一方面,在无理性部分中产生的恶,会转化理性部分中的德性并使其变得无知,但另一方面,当无知存在时,无理性部分中的德性却不会转化这无知,并使人明智地判断并做应该做的事;同样,如果理性部分中的思虑,不能使无理性部分中的放纵变得节制地行动(这似乎就是自制所是的东西)。
ὥστʼ ἔσται καὶ ἀπὸ ἀγνοίας φρονίμως.
从而甚至能从无知中明智地行动。
ἔστι δὲ ταῦτα ἄτοπα, ἄλλως τε καὶ ἀπὸ ἀγνοίας χρῆσθαι φρονίμως, τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων οὐδεμιᾶς ὁρῶμεν, ὥσπερ τὴν ἰατρικὴν ἢ γραμματικὴν οὐ στρέφει ἀκολασία.
但这些是荒谬的,尤其是从无知中明智地使用某物;因为我们在其他任何科学中都看不到这一点,就像放纵不会转化医术或语法一样。
ἀλλʼ οὖν ὁ τὴν ἄγνοιαν, ἐὰν ᾖ ἐναντία, διὸ τὸ μὴ ἐνεῖναι τὴν ὑπεροχὴν ἀλλὰ τὴν ἀρετήν, ὅλως μᾶλλον εἶναι πρὸς τὴν κακίαν οὕτως ἔχουσαν.
但是无论如何,关于无知,如果它是相反的,因为支配权不在无知之中而是在德性之中,所以总体上,更应当是德性对处于这种状态的恶德具有支配力。
καὶ γὰρ ὁ ἄδικος πάντα ἃ ὁ δίκαιος δύναται, καὶ ὅλως ἔνεστιν ἐν τῇ δυνάμει ἡ ἀδυναμία.
因为确实,非正义的人能做到正义的人所能做到的一切,而且总体上,能力中包含着不能力。
ὥστε δῆλον ὅτι ἅμα φρόνιμοι καὶ ἀγαθαὶ ἐκεῖναι αἱ ἄλλου ἕξεις, καὶ ὀρθῶς τὸ Σωκρατικόν, ὅτι οὐδὲν ἰσχυρότερον φρονήσεως.
因此显然,魂的那些其他状态同时是明智的和好的,而苏格拉底的说法是正确的,即没有什么比思虑更强。
ἀλλʼ ὅτι ἐπιστήμην ἔφη, οὐκ ὀρθόν· ἀρετὴ γάρ ἐστι καὶ οὐκ ἐπιστήμη, ἀλλὰ γένος ἄλλο γνώςεως.
但是他称其为知识是不正确的;因为它是德性而不是知识,而是另一种认识的属。

词汇与语法注释

  1. 1246a26ἑκάστῳ — 受动词 χρήσασθαι(使用)支配的与格宾语(或工具/手段与格)。该不定式在语义上的主语是一个泛指的、不特定的主体,在此被省略。
  2. 1246a30ὅτι ἦν δʼ ὀφθαλμῷ — 源自亚里士多德哲学中表示“本质(定义)”的公式 τὸ τί ἦν εἶναι(即“过去是什么”)。在这里,它意味着这种使用属于眼睛本身固有的本质或定义。
  3. 1246b19ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν... ἡ δʼ ἀρετὴ ἐν τῷ ἀλόγῳ... οὐ στρέψει... καὶ πάλιν ἡ φρόνησις... [οὐ ποιήσει] — 这是一个由 ἄτοπον γὰρ εἰ(因为如果……是荒谬的)引导的、包含复杂归谬法长句的条件结构。它指出了一种逻辑上的不对称:一方面无理性部分的恶会转化理性部分的德性(μὲν 分句),但另一方面无理性部分的德性却不能转化无知(δʼ 分句),且理性部分的思虑也不能引导无理性部分的放纵(καὶ πάλιν 以下,动词共享后半部分的否定语义)。

引用这一段

亚里士多德, 尤德谟伦理学 §8.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:8.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。