Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §7.12#2

作为另一个自己的朋友与共同生活的意义

第 48 段,共 53 段 · 希腊语

内容简介

基于朋友是“另一个自己”的观点,论述了共同生活和共同感觉的快乐。通过与神进行对比,分析了共同生活对人类幸福的必要性,以及关于朋友数量和分担不幸的困境。

§7.12#2ἀλλʼ οὐθέν τε ἧττον βούλεται ὥσπερ αὐτὸς διαιρετὸς εἶναι ὁ φίλος.
然而,朋友仍然希望像自己可以被分割一样。
τὸ οὖν τοῦ φίλου αἰσθάνεσθαι τὸ αὑτοῦ πως ἀνάγκη αἰσθάνεσθαι εἶναι, καὶ τὸ τὸν φίλον γνωρίζειν τὸ αὑτόν πως γνωρίζειν.
因此,感觉朋友在某种程度上必然是感觉自己,认识朋友在某种程度上也是认识自己。
ὥστε καὶ τὰ φορτικὰ μὲν συνήδεσθαι καὶ συζῆν τῷ φίλῳ ἡδὺ εὐλόγως (συμβαίνει γὰρ ἐκείνου ἅμα αἴσθησις ἀεί), μᾶλλον δὲ τὰς θειοτέρας ἡδονάς.
因此,即使是共同分享庸俗的快乐并与朋友共同生活,也是理所当然令人愉快的(因为总是伴随着对他的同时感觉),而共同分享更神圣的快乐则更是如此。
αἴτιον δʼ ὅτι ἀεὶ ἥδιον ἑαυτὸν θεωρεῖν ἐν τῷ βελτίονι ἀγαθῷ.
其原因在于,在更好的善中观照自己总是更加令人愉快。
τοῦτο δʼ ἐστὶν ὁτὲ μὲν πάθος, ὁτὲ δὲ πρᾶξις, ὁτὲ δὲ ἕτερόν τι.
而这有时是承受,有时是行动,有时是其他某种东西。
εἰ δʼ αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, ἡ κοινωνία τῶν ἐν τέλει μάλιστά γε.
如果自己生活得好,朋友也同样如此,且他们在共同生活中协力,那么在作为目的的活动中的结合就最是如此。
διὸ δεῖ συνθεωρεῖν καὶ συνευωχεῖσθαι, οὐ τὰ διὰ τροφὴν καὶ τὰ ἀναγκαῖα· αἱ τοιαῦται ὁμιλίαι δοκοῦσιν εἶναι, ἀλλὰ ἀπολαύσεις.
因此应当共同观照、共同娱乐,而不是为了食物和必需的事物;因为此类交往似乎只是享受。
ἀλλʼ ἕκαστος οὗ δύναται τυγχάνειν τέλους, ἐν τούτῳ βούλεται συζῆν· εἰ δὲ μή, καὶ ποιεῖν εὖ καὶ πάσχειν ὑπὸ τῶν φίλων αἱροῦνται μάλιστα.
相反,每个人在自己能达到的目的中,都希望在其中共同生活;如果做不到,他们最选择对朋友行好以及接受朋友的好意。
ὅτι μὲν τοίνυν καὶ δεῖ συζῆν, καὶ ὅτι μάλιστα βούλονται πάντες, καὶ ὅτι ὁ εὐδαιμονέστατος καὶ ἄριστος μάλιστα τοιοῦτος, φανερόν·
因此,共同生活也是必要的,而且所有人最希望如此,且最幸福、最优秀的人尤其如此,这是显而易见的。
ὅτι δὲ κατὰ τὸν λόγον οὐκ ἐφαίνετο, καὶ τοῦτʼ εὐλόγως συνέβαινε λέγοντος ἀληθῆ.
但根据论证,情况似乎并非如此,对于说出真理的人来说,这也是理所当然的结果。
κατὰ τὴν σύνθεσιν γὰρ τῆς παραβολῆς ἀληθοῦς οὔσης ἡ λύσις οὐκ ἔστιν.
因为只要这种对比的构成是真的,就没有解决的办法。
ὅτι γὰρ ὁ θεὸς οὐ τοιοῦτος οἷος δεῖσθαι φίλου, καὶ τὸν ὅμοιον ἀξιοῦμεν.
因为由于神并非需要朋友的那种存在,我们也要求与他相似的人也是如此。
καίτοι κατὰ τοῦτον τὸν λόγον οὐδὲ νοήσει ὁ σπουδαῖος· οὐ γὰρ οὕτως ὁ θεὸς εὖ ἔχει, ἀλλὰ βέλτιον ἢ ὥστε ἄλλο τι νοεῖν παρʼ αὐτὸς αὑτόν.
然而,根据这个论证,优秀的人甚至不会去思考;因为神的状态不是那样的,而是比思考自身之外的其他任何事物都更好。
αἴτιον δʼ ὅτι ἡμῖν μὲν τὸ εὖ καθʼ ἕτερον, ἐκείνῳ δὲ αὐτὸς αὑτοῦ τὸ εὖ ἐστίν.
其原因在于,对我们来说,好是在于他者,而对神来说,他自己就是他自己的好。
καὶ τὸ ζητεῖν ἡμῖν καὶ εὔχεσθαι πολλοὺς φίλους, ἅμα δὲ λέγειν ὡς οὐθεὶς φίλος ᾧ πολλοὶ φίλοι, ἄμφω λέγεται ὀρθῶς.
而且,我们既寻求并祈求拥有许多朋友,同时又说拥有许多朋友的人没有一个是真正的朋友,这两者说得都对。
ἐνδεχομένου γὰρ πολλοῖς συζῆν ἅμα καὶ συναισθάνεσθαι ὡς πλείστοις αἱρετώτατον· ἐπεὶ δὲ χαλεπώτατον, ἐν ἐλάττοσιν ἀνάγκη τὴν ἐνέργειαν τῆς συναισθήσεως εἶναι, ὥστʼ οὐ μόνον χαλεπὸν τὸ πολλοὺς κτήσασθαι (πείρας γὰρ δεῖ), ἀλλὰ καὶ οὖσι χρήσασθαι.
因为如果能与许多人共同生活并共同感觉,那么与尽可能多的人如此是最值得选择的;但由于这极其困难,共同感觉的现实活动必然在较少的人数中进行,因此不仅难以获得许多朋友(因为需要经历考验),而且对于已经拥有的朋友来说,与他们交往也是困难的。
καὶ ὁτὲ μὲν ἀπεῖναι εὖ πράττοντα τὸν φιλούμενον βουλόμεθα, ὁτὲ δὲ μετέχειν τῶν αὐτῶν, καὶ τὸ ἅμα βούλεσθαι εἶναι φιλικόν.
而且,有时当被爱者境遇好时,我们希望他远离,有时又希望分享同样的事物,而希望在一起则是友爱的表现。
ἐνδεχομένου μὲν γὰρ ἅμα καὶ εὖ, τοῦτο πάντες αἱροῦνται· μὴ ἐνδεχομένου δέ, ἀλλʼ ὥσπερ τὸν Ἡρακλῆ ἴσως ἂν ἡ μήτηρ εἵλετο θεὸν εἶναι μᾶλλον ἢ μετʼ αὐτῆς ὄντα τῷ Εὐρυσθεῖ θητεύειν.
因为如果在一起和境遇好能同时实现,所有人都会选择这一点;但如果不能同时实现,就像赫拉克勒斯那样,他的母亲或许宁愿选择让他成为神,而不是与她在一起并服侍欧律斯透斯。
ὁμοίως γὰρ ἂν εἴπειεν καὶ ὃν ὁ Λάκων ἔσκωψεν, ἐπεί τις ἐκέλευσεν αὐτὸν χειμαζόμενον ἐπικαλέσασθαι τοὺς Διοσκόρους.
当有人让在暴风雨中遇险的拉科尼亚人祈求双子神保护时,他所嘲讽的话也表达了类似的意思。
δοκεῖ δὲ τοῦ μὲν φιλοῦντος τὸ ἀπείργειν εἶναι τῆς συμμεθέξεως τῶν χαλεπῶν, τοῦ δὲ φιλουμένου τὸ βούλεσθαι συμμετέχειν, καὶ ταῦτα ἀμφότερα συμβαίνει εὐλόγως.
而且,爱者似乎应当阻止被爱者分担困难,而被爱者则希望共同分担,这两者发生得都是理所当然的。
δεῖ γὰρ τῷ φίλῳ μηθὲν εἶναι οὕτω λυπηρὸν ὡς μὴ ἰδεῖν τὸν φίλον· δοκεῖ δὲ δεῖν αἱρεῖσθαι μὴ τὸ αὑτοῦ.
因为对于朋友来说,没有什么比见不到朋友更痛苦的了;但人似乎应当选择不属于自己的利益。
διὸ κωλύουσι συμμετέχειν· ἱκανοὶ γὰρ αὐτοὶ κακοπαθοῦντες, ἵνα μὴ φαίνωνται τὰ αὑτῶν σκοποῦντες καὶ αἱρεῖσθαι τὸ χαίρειν λυπουμένου τοῦ φίλου.
因此他们阻止对方共同分担;因为他们自己受苦就足够了,免得他们显得只图自己的利益,并在朋友悲痛时选择自己快乐。
ἔτι δὲ τὸ κουφότεροι εἶναι μὴ μόνοι φέροντες τὰ κακά.
此外,不独自承受痛苦也会使负担变得更轻。
ἐπεὶ δʼ αἱρετὸν τό τʼ εὖ καὶ τὸ ἅμα, δῆλον ὅτι τὸ ἅμα εἶναι μετʼ ἐλάττονος ἀγαθοῦ αἱρετώτερόν πως ἢ χωρὶς μετὰ μείζονος.
但是,既然境遇好和在一起都是值得选择的,那么显然,伴随较少的善而在一起,在某种程度上要比伴随较大的善而分离更值得选择。
ἐπεὶ δὲ ἄδηλον τὸ πόσον δύναται τὸ ἅμα, ἤδη διαφέρονται καὶ οἴονται τὸ μετέχειν ἅμα πάντων φιλικόν, ὥσπερ συνδειπνεῖν ἅμα φασὶν ἥδιον ταὐτὰ ἔχοντας· οἳ δʼ ἂν μέντοι οὐ βούλονται.
然而,由于不清楚在一起拥有多大力量,人们已经产生分歧,并认为共同分享一切才是友爱的表现,就像他们说共同进餐时吃同样的东西更愉快一样;然而,有些人却不希望如此。
ἐπεὶ δʼ εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα ἢ εὖ σφόδρα χωρίς.
但是,如果有人做出极端的假设,他们也会同意,在极其不幸时在一起,或者在极其幸运时分离。
παραπλήσιον δὲ τούτῳ καὶ περὶ τὰς ἀτυχίας.
与此相似的情况也发生在不幸之中。
ὁτὲ μὲν γὰρ βουλόμεθα τοὺς φίλους ἀπεῖναι οὐδὲ λυπεῖν, ὅταν μηθὲν μέλλωσι ποιήσειν πλέον· ὁτὲ δὲ αὐτοὺς ἥδιστον παρεῖναι.
因为有时我们希望朋友们在帮不上什么忙时远离我们,不要让他们悲伤;而另一些时候,他们同在又是最令人愉快的。
τὸ δὲ τῆς ὑπεναντιώσεως ταύτης καὶ μάλʼ εὔλογον.
而这种矛盾确实是非常合理的。
διὰ γὰρ τὰ προειρημένα τοῦτο συμβαίνει, καὶ ὅτι μὲν τὸ λυπούμενον ἢ ἐν φαύλῃ ὄντα ἕξει τὸν φίλον θεωρεῖν φεύγομεν ἁπλῶς, ὥσπερ καὶ ἡμᾶς αὐτούς, τὸ δʼ ὁρᾶν τὸν φίλον ἡδύ, ὥσπερ ἄλλο τι τῶν ἡδίστων, διὰ τὴν εἰρημένην αἰτίαν, καὶ μὴ κάμνοντα, εἰ αὐτός·
因为发生这种情况是由于前述的原因:一方面,我们绝对避免观照朋友处于悲痛或糟糕的状态中,就像避免我们自己遭遇不幸一样;另一方面,由于上述原因,见到朋友又是令人愉快的,就像其他最令人愉快的事物一样,而且如果他自己没有受苦,就像自己一样。
ὥστε ὁπότερον ἂν τούτων ᾖ μᾶλλον ἡδύ, ποιεῖ τὴν ῥοπὴν τοῦ βούλεσθαι παρεῖναι ἢ μή.
因此,这两者中哪一个更令人愉快,就决定了希望他在场还是不在场的倾斜方向。
καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι· μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδʼ εἶναι ἀνάγκαι αὐτοῖς κακῶς.
而这种情况在较差的人身上也会发生,并且是出于同样的原因;因为他们特别希望朋友不要过得不好,也不希望他们处于糟糕的状态中。
διὸ ἐνίοτε τοὺς ἐρωμένους συναποτιννύασι.
因此,他们有时会和所爱的人共同偿还债务。
μᾶλλον γὰρ τοῦ οἰκείου αἰσθάνεσθαι κακοῦ, ὥσπερ ἂν εἰ καὶ μεμνημένος ὅτι ποτὲ εὖ ἔπραττε μᾶλλον, ἢ εἰ ᾤετο ἀεὶ κακῶς πράττειν.
因为,相比于记得自己曾经过得更好,或者认为自己一直过得不好,他们更容易感觉到自己人的不幸。

词汇与语法注释

  1. 1245a34ἀλλʼ οὐθέν τε ἧττον βούλεται ὥσπερ αὐτὸς διαιρετὸς εἶναι ὁ φίλος. — ὁ φίλος 是动词 βούλεται 的主语,也是不定式 εἶναι 的逻辑主语。ὥσπερ αὐτὸς [διαιρετός ἐστιν] 是一个插入语,意为“正如自己是可以被分割的一样”。这表达了亚里士多德独特的比喻,即朋友是被分割开来的另一个自己。
  2. 1245b1εἰ δʼ αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν — 条件句中的不定式 εὖ ζῆν 和 συνεργεῖν 作为表示条件的“对格+不定式”结构(或独立不定式)起作用,假定了主句动词或表示值得选择的表达(如 αἱρετόν ἐστιν)。αὐτόν 和 τὸν φίλον 是不定式的逻辑主语。
  3. 1245b20ᾧ πολλοὶ φίλοι — 关系代词 ᾧ 是占有与格(ᾧ πολλοὶ φίλοι εἰσίν,“拥有许多朋友的人”)。整句构成为 οὐθεὶς [ἐstd] φίλος ᾧ...,表达了谚语式的含义“对于拥有许多朋友的人来说,没有一个是真正的朋友”。
  4. 1245b31ὃν ὁ Λάκων ἔσκωψεν — 关系代词 ὃν 是动词 ἔσκωψεν 的直接宾语,其被省略的先行词(主格)作为主句动词 ἂν εἴπειεν 的主语。因此,主语不是“拉科尼亚人”自己,而是“拉科尼亚人所嘲讽的那个人(建议他祈祷的人)”,整句意为“即使是那个人也会说同样的话”。

引用这一段

亚里士多德, 尤德谟伦理学 §7.12#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:7.12%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。