§7.8περὶ μὲν οὖν ὁμονοίας καὶ εὐνοίας εἰρήσθω τοσαῦτα·
因此,关于同心与好意就谈到这里。
ἀπορεῖται δὲ διὰ τί μᾶλλον φιλοῦσιν οἱ ποιήσαντες εὖ τοὺς παθόντας ἢ οἱ παθόντες εὖ τοὺς ποιήσαντας.
然而存在一个难题:为什么施恩者比受恩者更爱对方,而不是相反?
δοκεῖ δὲ δίκαιον εἶναι τοὐναντίον.
但相反的情况似乎才是公正的。
τοῦτο δʼ ὑπολάβοι μὲν ἄν τις διὰ τὸ χρήσιμον καὶ τὸ αὐτῷ ὠφέλιμον συμβαίνειν· τῷ μὲν γὰρ ὀφείλεται, τὸν δʼ ἀποδοῦναι δεῖ.
有人可能会认为这是因为有用以及对自己有益的缘故;因为对于一方来说这是债务,而另一方则必须偿还。
οὐκ ἔστι δὲ τοῦτο μόνον, ἀλλὰ καὶ φυσικόν.
但这并不仅是由于此,而且也是符合本性的。
ἡ γὰρ ἐνέργεια αἱρετώτερον, τὸν αὐτὸν δὲ λόγον ἔχει τὸ ἔργον καὶ ἡ ἐνέργεια, ὁ δʼ εὖ παθὼν ὥσπερ ἔργον τοῦ εὖ ποιήσαντος.
因为现实活动是更可取的,而作品和现实活动具有相同的比例,受恩者就像是施恩者的作品。
διὸ καὶ ἐν τοῖς ζῴοις ἡ περὶ τὰ τέκνα σπουδὴ ἐστί, καὶ τοῦ γεννῆσαι καὶ τὰ γεννώμενα σῴζειν.
因此,动物中也存在着对后代的关切,既包括生育,也包括保护所生育的后代。
καὶ φιλοῦσι δὴ μᾶλλον οἱ πατέρες τὰ τέκνα (καὶ αἱ μητέρες τῶν πατέρων) ἢ φιλοῦνται· καὶ οὗτοι πάλιν τὰ αὑτῶν ἢ τοὺς γεννήσαντας, διὰ τὸ τὴν ἐνέργειαν εἶναι τὸ ἄριστον· καὶ αἱ μητέρες τῶν πατέρων, ὅτι μᾶλλον οἴονται αὑτῶν εἶναι ἔργον τὰ τέκνα· τὸ γὰρ ἔργον τῷ χαλεπῷ διορίζουσι, πλείω δὲ λυπεῖται περὶ τὴν γένεσιν μήτηρ.
父亲也确实比孩子们更爱他们(而母亲又比父亲更甚),胜于被孩子们所爱;同样,这些孩子又更爱自己的孩子,胜于生养他们的人,这是因为现实活动是最美好的东西;母亲又比父亲更爱孩子,因为她们更认为孩子们是自己的作品;因为人们是用困难程度来界定作品的,而母亲在生育时承受了更多的痛苦。
§7.9καὶ περὶ μὲν φιλίας τῆς πρὸς αὑτὸν καὶ τῆς ἐν πλείοσι διωρίσθω τὸν τρόπον τοῦτον·
至于对自身的友爱以及在多数人之间的友爱,就以此种方式来界定吧。
δοκεῖ δὲ τό τε δίκαιον εἶναι ἴσον τι καὶ ἡ φιλία ἐν ἰσότητι, εἰ μὴ μάτην λέγεται ἰσότης φιλότης.
似乎正义是某种平等,而友爱也在于平等,除非“平等即是友爱”这句话是虚妄之言。
αἱ δὲ πολιτεῖαι πᾶσαι δικαίου τι εἶδος· κοινωνία γάρ, τὸ δὲ κοινὸν πᾶν διὰ τοῦ δικαίου συνέστηκεν, ὥστε ὅσα εἴδη φιλίας, καὶ δικαίου καὶ κοινωνίας, καὶ πάντα ταῦτα σύνορα ἀλλήλοις, καὶ ἐγγὺς ἔχει τὰς διαφοράς.
所有的政体都是某种形式的正义;因为它们是共同体,而一切共同的东西都是通过正义建立起来的,因此,有多少种友爱的形式,就有多少种正义和共同体的形式,而所有这些形式都彼此交界,且其差异极为微小。
ἐπεὶ δʼ ὁμοίως ἔχει ψυχὴ πρὸς σῶμα καὶ τεχνίτης πρὸς ὄργανον καὶ δεσπότης πρὸς δοῦλον, τούτων μὲν οὐκ ἔστι κοινωνία.
但是,由于灵魂对于肉体、工匠对于工具、主人对于奴隶的关系是相似的,所以它们之间不存在共同体。
οὐ γὰρ δύʼ ἐστίν, ἀλλὰ τὸ μὲν ἕν, τὸ δὲ τοῦ ἑνός.
因为它们并非两个,而是其中一个是主体,而另一个属于这个主体。
οὐδὲ διαιρετὸν τὸ ἀγαθὸν ἑκατέρῳ, ἀλλὰ τὸ ἀμφοτέρων τοῦ ἑνὸς οὗ ἕνεκα ἐστίν.
善对于它们两者也并非是可以分割的,而是两者的善都属于它们为之存在的那一个主体。
τό τε γὰρ σῶμά ἐστιν ὄργανον σύμφυτον, καὶ τοῦ δεσπότου ὁ δοῦλος ὥσπερ μόριον καὶ ὄργανον ἀφαιρετόν, τὸ δʼ ὄργανον ὥσπερ δοῦλος ἄψυχος.
因为肉体是与生俱来的工具,而奴隶就像是主人的一部分和可分离的工具,而工具就像是无生命的奴隶。
αἱ δʼ ἄλλαι κοινωνίαι εἰσὶν μόριον τῶν τῆς πόλεως κοινωνιῶν, οἷον ἡ τῶν φρατέρων ἢ τῶν ὀργίων, ἢ αἱ χρηματιστικαὶ ἔτι πολιτεῖαι.
而其他共同体则是城邦共同体的一部分,例如同族会或祭祀团体的共同体,或者是那些以营利为目的的合伙关系。
αἱ δὲ πολιτεῖαι πᾶσαι ἐν οἰκείοις συνυπάρχουσι, καὶ αἱ ὀρθαὶ καὶ αἱ παρεκβάσεις (ἔστι γὰρ τὸ αὐτὸ ὥσπερ καὶ ἐπὶ τῶν ἁρμονιῶν καὶ τῶν ἐν ταῖς πολιτείαις)· βασιλικὴ μὲν ἡ τοῦ γεννήσαντος, ἀριστοκρατικὴ δʼ ἡ ἀνδρὸς καὶ γυναικός, πολιτεία δʼ ἡ τῶν ἀδελφῶν· παρέκβασις δὲ τούτων τυραννὶς ὀλιγαρχία δῆμος.
所有的政体都在家庭中并存,无论是正确的还是偏离的政体(因为这就像在和声以及政治制度中发生的情况一样):君主政是父亲对孩子的统治,贵族政是丈夫对妻子的统治,而共和政则是兄弟之间的关系;而这些政体的偏离形式则是篡权政体(僭主政)、寡头政和民主政。
καὶ τὰ δίκαια δὴ τοσαῦτα.
而正义的种类也恰好有这么多种。
ἐπεὶ δὲ τὸ ἴσον τὸ μὲν κατʼ ἀριθμὸν τὸ δὲ κατʼ ἀναλογίαν, καὶ τοῦ δικαίου εἴδη ἔσται καὶ τῆς φιλίας καὶ τῆς κοινωνίας.
既然平等一类是数量上的平等,另一类是比例上的平等,那么正义、友爱和共同体也将有其相应的种类。
κατʼ ἀριθμὸν μὲν γὰρ ἡ δημοκρατικὴ κοινωνία καὶ ἡ ἑταιρικὴ φιλία, τῷ γὰρ αὐτῷ ὅρῳ μετρεῖται· κατʼ ἀναλογίαν δὲ ἡ ἀριστοκρατικὴ ἀρίστη καὶ βασιλική.
数量上的平等适用于民主制的共同体和同伴之间的友爱,因为它们是用同一个标准来衡量的;而比例上的平等则适用于贵族制(它是最好的)和君主制。
οὐ γὰρ ταὐτὸν δίκαιον τῷ ὑπερέχοντι καὶ ὑπερεχομένῳ, ἀλλὰ τὸ ἀνάλογον.
因为对于优越者和处于下风者来说,正义不是相同的,而是成比例的。
καὶ ἡ φιλία δὲ ὁμοίως πατρὸς καὶ παιδός, καὶ ἐν ταῖς κοινωνίαις ὁ αὐτὸς τρόπος.
友爱同样存在于父亲和孩子之间,而在各种共同体中也是同样的方式。