§7.10#1λέγονται δὲ φιλίαι συγγενικὴ ἑταιρικὴ κοινωνικὴ ἡ λεγομένη πολιτική.
友爱据称有三种:亲族的友爱、同伴的友爱,以及被称为政治友爱的共同体。
ἔστι μὲν συγγενικὴ πολλὰ ἔχουσα εἴδη, ἣ μὲν ὡς ἀδελφῶν, ἣ δʼ ὡς πατρὸς καὶ υἱῶν (καὶ γὰρ κατʼ ἀναλογίαν, οἷον ἡ πατρική, καὶ κατʼ ἀριθμόν, οἷον ἡ τῶν ἀδελφῶν· ἐγγὺς γὰρ αὕτη τῆς ἑταιρικῆς· ἐπιλαμβάνουσι γὰρ καὶ ἐνταῦθα πρέσβειον)·
亲族的友爱有很多种,一方面是兄弟之间的,另一方面是父亲和儿子之间的(因为有的是根据比例的,如父亲的友爱,有的是根据数量的,如兄弟之间的友爱;因为这接近同伴的友爱,因为在这里他们也主张年长者的特权)。
ἡ δὲ πολιτικὴ συνέστηκε μὲν κατὰ τὸ χρήσιμον καὶ μάλιστα.
而政治友爱主要是根据有用性建立起来的。
διὰ γὰρ τὸ μὴ αὐταρκεῖν δοκοῦσι συνελθεῖν, ἐπεὶ συνῆλθόν γʼ ἂν καὶ τοῦ συζῆν χάριν.
因为正是由于不能自足,人们才似乎聚集在一起,尽管为了共同生活本身,他们也会聚集在一起。
μόνη δʼ ἡ πολιτικὴ καὶ ἡ παρʼ αὐτὴν παρέκβασις οὐ μόνον φιλίαι, ἀλλὰ καὶ ὡς φίλοι κοινωνοῦσιν· αἱ δʼ ἄλλαι καθʼ ὑπεροχήν.
但只有政治友爱以及由其偏离而成的政体,不仅是友爱,而且人们也是作为朋友来交往的;而其他的友爱则是基于优越性。
μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτʼ εἶναι τὸ πολιτικὸν δίκαιον.
而在有用性的友爱中的正义,最主要是真正的正义,因为这就是政治正义。
ἄλλον γὰρ τρόπον συνῆλθον πρίων καὶ τέχνη, οὐχ ἕνεκα κοινοῦ τινος (οἷον γὰρ ὄργανον καὶ ψυχή) ἀλλὰ τοῦ χρωμένου ἕνεκεν.
因为锯子与技术以另一种方式结合在一起,不是为了某种共同的目的(因为它们就像工具与灵魂),而是为了使用者的缘故。
συμβαίνει δὲ καὶ τοῦτο ὄργανον ἐπιμελείας τυγχάνειν, ἧς δίκαιον πρὸς τὸ ἔργον· ἐκείνου γὰρ ἕνεκεν ἐστίν.
但这种工具也会得到照料,而对照料的正义是相对于其作品而言的;因为工具是为了作品而存在的。
καὶ τὸ τρυπάνῳ εἶναι διττόν, ὧν τὸ κυριώτερον ἡ ἐνέργεια, ἡ τρύπησις.
而作为钻子的本质也是双重的,其中更主要的是现实活动,即钻孔。
καὶ ἐν τούτῳ τῷ εἴδει σῶμα καὶ δοῦλος, ὥσπερ εἴρηται πρότερον.
而在这一类中也包括肉体和奴隶,正如先前所说的那样。
τὸ δὴ ζητεῖν πῶς δεῖ τῷ φίλῳ ὁμιλεῖν, τὸ ζητεῖν δίκαιόν τι ἐστίν.
因此,探究应当如何与朋友相处,就是在探究某种正义。
καὶ γὰρ ὅλως τὸ δίκαιον ἅπαν πρὸς φίλον.
因为确实,总的来说,一切正义都是针对朋友的。
τό τε γὰρ δίκαιόν τισι καὶ κοινωνοῖς, καὶ ὁ φίλος κοινωνός, ὃ μὲν γένους, ὃ δὲ βίου.
因为正义存在于特定的合作者之间,而朋友也是合作者,或是在血统上,或是在生活上。
ὁ γὰρ ἄνθρωπος οὐ μόνον πολιτικὸν ἀλλὰ καὶ οἰκονομικὸν ζῷον, καὶ οὐχ ὥσπερ τἆλλά ποτε συνδυάζεται καὶ τῷ τυχόντι θήλει καὶ ἄρρενι ἀλλʼ αἱ διὰ δύμον αὐλικόν, ἀλλὰ κοινωνικὸν ἄνθρωπος ζῷον πρὸς οὓς φύσει συγγένεια ἐστίν· καὶ κοινωνία τοίνυν καὶ δίκαιόν τι, καὶ εἰ μὴ πόλις εἴη· οἰκία δʼ ἐστί τις φιλία.
因为人不仅是政治动物,也是家政动物,不像其他动物那样,有时会与任何偶然遇见的雌性与雄性交配,人是对那些天然具有亲族关系的人而言的社会性动物;因此,即使没有城邦,也会存在共同体和某种正义;而家庭也是一种友爱。
δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλʼ ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλʼ ἀνάλογον·
至于主人和奴隶的关系,就和技术与工具、灵魂与肉体的关系一样,但这种关系既非友爱也非正义,而只是与其类似,正如健康的东西并不是正义,而只是与其类似一样。
γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία· πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον·
而妻子和丈夫的友爱则是作为有用性和共同体;父亲和儿子的关系,则与神对人、施恩者对受恩者,以及总体上天然的统治者对天然的被统治者的关系相同。
ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατʼ ἰσότητα.
而兄弟彼此之间的友爱,最具有同伴的性质,是基于平等的。
"
οὐ γάρ τι νόθος τῷδʼ ἀπεδείχθην· ἀμφοῖν δὲ πατὴρ αὑτὸς ἐκλήθη
Ζεὺς ἐμὸς ἄρχων.
“因为我并未被证明对他而言是私生子;我们两人拥有同一个被称为父亲的,我那作为统治者的宙斯。
"
ταῦτα γὰρ ὡς τὸ ἴσον ζητούντων λέγεται.
” 因为这些话是那些寻求平等的人说出的。
διὸ ἐν οἰκίᾳ πρῶτον ἀρχαὶ καὶ πηγαὶ φιλίας καὶ πολιτείας καὶ δικαίου.
因此,在家庭中首先存在着友爱、政体和正义的源头与泉源。
ἐπεὶ δὲ φιλίαι τρεῖς, κατʼ ἀρετήν, κατὰ τὸ χρήσιμον, κατὰ τὸ ἡδύ, τούτων δὲ ἑκάστης δύο διαφοραί (ἣ μὲν γὰρ καθʼ ὑπεροχὴν ἣ δὲ κατʼ ἰσότητά ἐστιν ἑκάστη αὐτῶν, τὸ δὲ δίκαιον τὸ περὶ αὐτὰς ἐκ τῶν ἀμφισβητησάντων δῆλον), ἐν μὲν τῇ καθʼ ὑπεροχὴν ἀξιοῦται τὸ ἀνάλογον, ἀλλʼ οὐχ ὡσαύτως, ἀλλʼ ὁ μὲν ὑπερέχων ἀνεστραμμένως τὸ ἀνάλογον, ὡς αὐτὸς πρὸς τὸν ἐλάττω, οὕτω τὸ παρὰ τοῦ ἐλάττονος γινόμενον πρὸς τὸ παρʼ αὐτοῦ, διακείμενος ὥσπερ ἄρχων πρὸς ἀρχόμενον· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τὸ ἴσον κατʼ ἀριθμὸν ἀξιοῖ.
既然友爱有三种,即基于德性的、基于有用性的、基于快乐的,且其中每一种都有两种区别(因为它们中的每一种要么是基于优越性,要么是基于平等的,而关于它们的正义从那些争论的人中显而易见),在基于优越性的友爱中,人们要求比例,但并不是以相同的方式,而是优越者要求反向的比例:正如他自己对待低微者那样,低微者所付出的对待他自己所付出的也应当如此,他的态度就像统治者对待被统治者一样;但如果不是这样,他就要求数量上的平等。
καὶ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινωνιῶν οὕτω συμβαίνει.
因为确实,在其他共同体中也会发生这种情况。
ὁτὲ μὲν γὰρ ἀριθμῷ τοῦ ἴσου μετέχουσιν, ὁτὲ δὲ λόγῳ.
因为有时他们按数量分享平等,有时按比例分享。
εἰ μὲν γὰρ ἴσον ἀριθμῷ εἰσήνεγκον ἀργύριον, ἴσον καὶ τῷ ἴσῳ ἀριθμῷ διαλαμβάνουσιν, εἰ δὲ μὴ ἴσον, ἀνάλογον.
因为如果他们投入了数量相等的资金,他们也按同等数量分得同等份额,但如果不相等,他们就按比例分得。
ὁ δʼ ὑπερεχόμενος τοὐναντίον στρέφει τὸ ἀνάλογον, καὶ κατὰ διάμετρον συζεύγνυσιν.
而低微者则将比例反转,并进行对角线式的结合。
δόξειε δʼ ἂν οὕτως ἐλαττοῦσθαι ὁ ὑπερέχων καὶ λειτουργία ἡ φιλία καὶ ἡ κοινωνία.
但这样一来,优越者似乎就会吃亏,而友爱和共同体也会变成一种单方面的奉仕。
δεῖ ἄρα τινὶ ἑτέρῳ ἀνισάσαι καὶ ποιῆσαι ἀνάλογον.
因此,必须通过其他某种东西来消除不平等,使其变得相称。
τοῦτο δʼ ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον.
而这就是名誉,这也是天然的统治者和神对被统治者所拥有的。
δεῖ δὲ ἰσασθῆναι τὸ κέρδος πρὸς τὴν τιμήν.
而利益必须与名誉相平衡。