§7.7ποσαχῶς μὲν οὖν τὸ φιλεῖν λέγεται, καὶ ὅτι πᾶσαι αἱ φιλίαι ἀνάγονται πρὸς τὴν πρώτην, δῆλον ἐκ τῶν εἰρημένων·
因此,爱(友爱)有多少种说法,以及所有的友爱都归结于第一种友爱,从已述的内容中是显而易见的。
οἰκεῖον δὲ τῇ σκέψει θεωρῆσαι καὶ περὶ ὁμονοίας καὶ εὐνοίας.
而在我们的考察中,探究同心(和合)与好意也是切合题旨的。
δοκεῖ γὰρ τοῖς μὲν εἶναι ταὐτά, τοῖς δʼ οὐκ ἄνευ ἀλλήλων.
因为在有些人看来它们是同一回事,而在另一些人看来则不能没有彼此。
ἔστι δʼ ἡ εὔνοια τῆς φιλίας οὔτε πάμπαν ἕτερον οὔτε ταὐτόν.
但好意对友爱来说,既不是完全不同,也不是同一回事。
διῃρημένης γὰρ τῆς φιλίας κατὰ τρεῖς τρόπους, οὔτʼ ἐν τῇ χρησίμῃ οὔτʼ ἐν τῇ καθʼ ἡδονὴν ἐστίν.
因为友爱分为三种方式,好意既不存在于有用的友爱中,也不存在于快乐的友爱中。
εἴτε γὰρ ὅτι χρήσιμον, βούλεται αὐτῷ τἀγαθά, οὐ διʼ ἐκεῖνον ἀλλὰ διʼ αὑτὸν βούλοιτʼ ἄν, δοκεῖ δὲ ὥσπερ καὶ ἡ εὔνοια οὐκ αὐτοῦ εὔνοια τοῦ εὐνοϊζομένου εἶναι, ἀλλὰ τοῦ ᾧ εὐνοεῖ·
因为,如果是因为对方有用而为其期望善物,那么他就是为了自己而不是为了对方而期望,而好意似乎并非好意施予者自身的利益,而是为了那被施予好意的人。
εἰ δὴ ἦν ἐν τῇ τοῦ ἡδέος φιλίᾳ, κἂν τοῖς ἀψύχοις εὐνόουν.
如果好意存在于快乐的友爱中,那人们也会对无生命的东西抱有好意。
ὥστε δῆλον ὅτι περὶ τὴν ἠθικὴν φιλίαν ἡ εὔνοια ἐστίν.
因此,显然好意是关于品性(道德)友爱的。
ἀλλὰ τοῦ μὲν εὐνοοῦντος βούλεσθαι μόνον ἐστί, τοῦ δὲ φίλου καὶ πράττειν ἃ βούλεται.
不过,抱有好意者只是期望,而朋友则还会去实行他所期望的事。
ἔστι γὰρ ἡ εὔνοια ἀρχὴ φιλίας· ὁ μὲν γὰρ φίλος πᾶς εὔνους, ὁ δʼ εὔνους οὐ πᾶς φίλος.
因为好意是友爱的开端;每一个朋友都有好意,但并非每个有好意的人都是朋友。
ἀρχομένῳ γὰρ ἔοικεν ὁ εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλʼ οὐ φιλία.
因为单单抱有好意的人,就像是一个刚开始的人,因此好意是友爱的开端,而不是友爱。
δοκοῦσι γὰρ οἵ τε φίλοι ὁμονοεῖν καὶ οἱ ὁμονοοῦντες φίλοι εἶναι.
因为朋友们似乎是同心的,而同心的人也似乎是朋友。
ἔστι δʼ οὐ περὶ πάντα ἡ ὁμόνοια ἡ φιλική, ἀλλὰ περὶ τὰ πρακτὰ τοῖς ὁμονοοῦσι, καὶ ὅσα εἰς τὸ συζῆν συντείνει, οὔτε μόνον κατὰ διάνοιαν ἢ κατὰ ὄρεξιν (ἔστι γὰρ τἀναντία τὸ κινοῦν ἐπιθυμεῖν, ὥσπερ ἐν τῷ ἀκρατεῖ διαφωνεῖ τοῦτο), οὐ δεῖ κατὰ τὴν προαίρεσιν ὁμονοεῖν καὶ κατὰ τὴν ἐπιθυμίαν.
但是,友爱的同心并不是关于所有的事情,而是关于那些对于同心者而言可以践行的事情,以及一切有助于共同生活的事情。 它既不仅存在于理智中,也不仅存在于欲望中(因为渴望与推动自己的力量相反的东西是可能的,就像在无自制者身上这种不和谐发生的那样),而是必须在选择和欲望两方面都达成一致。
ἐπὶ δὲ τῶν ἀγαθῶν ἡ ὁμόνοια· οἵ γε φαῦλοι ταῦτα προαιρούμενοι καὶ ἐπιθυμοῦντες βλάπτουσιν ἀλλήλους.
而同心存在于善人之间;因为卑劣的人在选择和欲望这些东西时,会互相伤害。
ἔοικε δὲ καὶ ἡ ὁμονοία οὐχ ἁπλῶς λέγεσθαι, ὥσπερ οὐδʼ ἡ φιλία· ἀλλʼ ἣ μὲν πρώτη καὶ φύσει σπουδαία, διὸ οὐκ ἔστι τοὺς φαύλους ὁμονοεῖν, ἑτέρα δὲ καθʼ ἣν καὶ οἱ φαῦλοι ὁμονοοῦσιν, ὅταν τῶν αὐτῶν τὴν προαίρεσιν καὶ τὴν ἐπιθυμίαν ἔχωσιν.
同样,同心似乎也和友爱一样,并不是只有单一的含义;而是一种是第一位的、本性上高尚的,因此卑劣的人不能在这方面达成同心;另一种则是卑劣的人也可以达成的同心,即当他们对同样的事物具有相同的选择和欲望时。
οὕτω δὲ δεῖ τῶν αὐτῶν ὀρέγεσθαι, ὥστε ἐνδέχεσθαι ἀμφοτέροις ὑπάρχειν οὗ ὀρέγονται.
但他们必须以这样一种方式来渴望相同的事物,使得双方都有可能得到他们所渴望的东西。
ἂν γὰρ τοιούτου ὀρέγωνται, ὃ μὴ ἐνδέχεται ἀμφοῖν, μαχοῦνται· οἱ ὁμονοοῦντες δʼ οὐ μαχοῦνται.
因为,如果他们渴望那种双方不可能同时得到的东西,他们就会争斗;而同心的人是不争斗的。
ἔστι δʼ ἡ ὁμόνοια, ὅταν περὶ τοῦ ἄρχειν καὶ ἄρχεσθαι ἡ αὐτὴ προαίρεσις ᾖ, μὴ τοῦ ἑκάτερον, ἀλλὰ τοῦ τὸν αὐτόν.
当对于统治和被统治有相同的选择时,即不是每个人都想自己统治,而是选择同一个人统治时,同心就存在了。
καὶ ἔστιν ἡ ὁμόνοια φιλία πολιτική.
而这种同心就是政治的友爱。