§7.6#2διʼ ἐκεῖνον, ὅτι χαίρει, φιλικόν.
为了他自己、因为他喜悦而喜悦,这才是具有友爱性质的。
ἔτι τὰ τοιάδε λέγεται περὶ τῆς φιλίας, ὡς ἰσότης φιλότης, καὶ μίαν ψυχὴν εἶναι τοὺς ἀληθῶς φίλους.
此外,关于友谊还有这样的说法,如“友谊就是均等”,以及真朋友“共享同一个灵魂”。
ἅπαντα ταῦτα ἐπαναφέρεται πρὸς τὸν ἕνα.
所有这些都归结于单一的个人。
καὶ γὰρ βούλεται τἀγαθὰ αὐτῷ τοῦτον τὸν τρόπον.
因为一个人正是以这种方式为自己期望善物。
οὐθεὶς γὰρ αὐτὸς αὑτὸν εὖ ποιεῖ διά τι ἕτερον, οὐδὲ χάριτος.
因为没有人是为了别的什么目的而对自己行善,也不是为了感恩。
οὐ δὲ λέγει ὅτι ἐποίησεν ᾗ εἷς· δοκεῖ γὰρ φιλεῖσθαι βούλεσθαι ὁ δῆλον ποιῶν ὅτι φιλεῖ, ἀλλʼ οὐ φιλεῖν.
既然他是一个整体,他也不会说自己行了善;因为显露自己去爱的人,似乎是希望被爱,而不是去爱。
καὶ τὸ εἶναι μάλιστα καὶ τὸ συζῆν καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν, καὶ μία δὴ ψυχή, καὶ τὸ μὴ δύνασθαι ἄνευ ἀλλήλων μηδὲ ζῆν, ἀλλὰ συναποθνήσκειν. — οὕτω γὰρ ἔχει ὁ εἷς, καὶ ἴσως ὁμιλεῖ αὐτὸς αὑτῷ. —πάντα δὲ ταῦτα τῷ ἀγαθῷ ὑπάρχει πρὸς αὑτόν.
而最希望存在、共同生活、同乐同悲、确实成为一个灵魂,以及彼此不能分离、甚至不能独自生存而是同生死——因为单一的个人正是处于这种状态,而且也许他正是在与自己交往——所有这些,在善人对自己身上都是存在的。
ἐν γὰρ τῷ πονηρῷ διαφωνεῖ, οἷον ἐν τῷ ἀκρατεῖ.
因为在恶人身上存在着不和谐,就像在无自制者身上那样。
καὶ διὰ τοῦτο δοκεῖ καὶ ἐχθρὸν ἐνδέχεσθαι αὐτὸν αὑτῷ εἶναι· ᾗ δʼ εἷς καὶ ἀδιαίρετος, ὀρεκτὸς αὐτὸς αὑτοῦ.
因此,一个人似乎也有可能成为自己的敌人;但只要他是一个整体且不可分割,他对自己就是可追求的。
τοιοῦτος ὁ ἀγαθὸς καὶ ὁ κατʼ ἀρετὴν φίλος, ἐπεὶ ὅ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος.
善人以及基于德性的朋友就是这样的人,因为卑劣的人不是单一的,而是多重的,甚至在同一天内也会变得不同且反复无常。
ὥστε καὶ ἡ αὐτοῦ πρὸς αὑτὸν φιλία ἀνάγεται πρὸς τὴν τοῦ ἀγαθοῦ.
因此,他对自己本身的友谊也归结为善人的友谊。
ὅτι γάρ πῃ ὁμοιοῖ καὶ εἷς καὶ αὐτὸς αὑτῷ ἀγαθός, ταύτῃ αὐτὸς αὑτῷ φίλος καὶ ὀρεκτός· φύσει δὲ τοιοῦτος, ἀλλʼ ὁ πονηρὸς παρὰ φύσιν.
因为在某种程度上,只要他是和协的、单一的,且对自己是善的,在这方面,他对自己就是朋友和可追求的;他天生就是这样,而恶人则是反自然的。
ὁ δʼ ἀγαθὸς οὔθʼ ἅμα λοιδορεῖται ἑαυτῷ, ὥσπερ ὁ ἀκρατής, οὔτε ὁ ὕστερος τῷ πρότερον, ὥσπερ ὁ μεταμελητικός, οὔτε ὁ ἔμπροσθεν τῷ ὕστερον, ὥσπερ ὁ ψεύστης.
善人既不会同时责备自己(如无自制者那样),也不会后来的自己责备先前的自己(如后悔者那样),更不会先前的自己责备后来的自己(如说谎者那样)。
ὅλως τε εἰ δεῖ ὥσπερ οἱ σοφισταὶ διορίζουσιν, ὥσπερ τὸ Κορίσκος καὶ Κορίσκος σπουδαῖος.
总之,如果必须像诡辩派所区分的那样,区分“科里斯库斯”与“高尚的科里斯库斯”。
δῆλον γὰρ ὡς τὸ αὐτὸ πόσον σπουδαῖον αὐτῶν, ἐπεὶ ὅταν ἐγκαλέσωσιν αὑτοῖς, ἀποκτιννύασιν αὑτούς· ἀλλὰ δοκεῖ πᾶς αὐτὸς αὑτῷ ἀγαθός.
因为显然,他们之中有多少高尚的成分是相同的,因为当他们指责自己时,他们就会毁灭自己;但每个人似乎对自己都是善的。
ζητεῖ δὲ ὁ ἁπλῶς ὢν ἀγαθὸς εἶναι καὶ αὐτὸς αὑτῷ φίλος, ὥσπερ εἴρηται, ὅτι δύʼ ἔχει ἐν αὑτῷ ἃ φύσει βούλεται εἶναι φίλα καὶ διασπάσαι ἀδύνατον.
而那绝对善的人则寻求与自己为友,正如所说的那样,因为他在自己内部拥有两样东西,它们依自然渴望成为朋友,并且无法被拆散。
διὸ ἐπʼ ἀνθρώπου μὲν δοκεῖ ἕκαστος αὐτὸς αὑτῷ φίλος, ἐπὶ δὲ τῶν ἄλλων ζῴων οὔ, οἷον ἵππος αὐτὸς αὑτῷ, οὐκ ἄρα φίλος.
因此,在人类中,每个人似乎都是自己的朋友,但在其他动物中则不然,例如马对自己不是朋友,因而不是朋友。
ἀλλʼ οὐδὲ τὰ παιδία, ἀλλʼ ὅταν ἤδη ἔχῃ προαίρεσιν· ἤδη γὰρ τότε διαφωνεῖ ὁ νοῦς πρὸς τὴν ἐπιθυμίαν.
孩子们也是如此,直到他们已经有了选择;因为在那个时候,理智已经与欲望发生冲突。
ἔοικε δʼ ἡ φιλία ἡ πρὸς αὑτὸν τῇ κατὰ συγγένειαν· οὐθέτερον γὰρ ἐφʼ αὑτοῖς λῦσαι, ἀλλὰ κἂν διαφέρωνται, ὅμως οὗτοι μὲν ἔτι συγγενεῖς, ὃ δὲ ἔτι εἷς, ἕως ἂν ζῇ.
而对自己的友谊类似于基于亲缘的友谊;因为这两者都不是他们自己所能消除的,即使他们产生分歧,前者依然是亲属,而后者只要活着,依然是一个整体。