§7.3τρία μὲν οὖν εἴδη ταῦτα φιλίας· ἐν πᾶσι δὲ τούτοις κατʼ ἰσότητά πως λέγεται ἡ φιλία.
因此,这三种是友谊的类型;在所有这些类型中,友谊都在某种意义上是依平等而被谈论的。
καὶ γὰρ οἱ κατʼ ἀρετὴν φίλοι ἐν ἰσότητί πώς εἰσιν ἀρετῆς φίλοι ἀλλήλοις.
因为依德性的朋友,也是在德性的平等中,在某种意义上互为朋友的。
ἄλλη δὲ διαφορὰ τούτων ἡ καθʼ ὑπερβολήν, ὥσπερ θεοῦ ἀρετὴ πρὸς ἄνθρωπον.
但这些友谊的另一个差异是依优越而分的,正如神对人的德性。
τοῦτο γὰρ ἕτερον εἶδος φιλίας, καὶ ὅλως ἄρχοντος καὶ ἀρχομένου, καθάπερ καὶ τὸ δίκαιον ἕτερον· κατʼ ἀναλογίαν γὰρ ἴσον, κατʼ ἀριθμὸν δʼ οὐκ ἴσον.
因为这是另一种友谊,并且统而言之是统治者与被统治者,正如正义也有所不同;因为按比例是平等的,但按数目则不平等。
ἐν τούτῳ τῷ γένει πατὴρ πρὸς υἱὸν καὶ ὁ εὐεργέτης πρὸς τὸν εὐεργετηθέντα.
在这个大类中包括父亲对儿子,以及施恩者对受恩者。
αὐτῶν δὲ τούτων διαφοραὶ εἰσίν· ἄλλη πατρὸς πρὸς υἱὸν καὶ ἀνδρὸς πρὸς γυναῖκα, αὕτη μὲν ὡς ἄρχοντος καὶ ἀρχομένου, ἣ δὲ εὐεργέτου πρὸς εὐεργετηθέντα.
而这些关系本身之间也存在差异:父亲对儿子与丈夫对妻子是不同的,后者是作为统治者与被统治者,而前者是作为施恩者与受恩者。
ἐν ταύταις δὲ ἢ οὐκ ἔνεστιν ἢ οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι.
而在这些关系中,被回报以爱要么不存在,要么不以同样的方式存在。
γελοῖον γάρ, εἴ τις ἐγκαλοίη τῷ θεῷ, ὅτι οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι ὡς φιλεῖται, ἢ τῷ ἄρχοντι καὶ ἀρχομένῳ.
因为,如果有人因神没有像自己爱祂那样同样回报以爱而抱怨神,或者在统治者和被统治者之间也这样抱怨,那是滑稽的。
φιλεῖσθαι γάρ, οὐ φιλεῖν, τοῦ ἄρχοντος, ἢ φιλεῖν ἄλλον τρόπον.
因为被爱,而非去爱,是属于统治者的,或者是以另一种方式去爱。
καὶ ἡδονὴ διαφέρει οὐδὲν ἥ τε τοῦ αὐτάρκους ἐπὶ τῷ αὑτοῦ κτήματι ἢ παιδί, καὶ τοῦ ἐνδεοῦς ἐπὶ τῷ γινομένῳ.
而快乐也毫无不同,无论是自足者对自己的财产或孩子所感到的快乐,还是匮乏者对正在生成之物所感到的快乐。
ὡς δʼ αὕτως καὶ ἐπὶ τῶν διὰ τὴν χρῆσιν φίλων καὶ ἐπὶ τῶν διʼ ἡδονὴν οἳ μὲν κατʼ ἰσότητα εἰσίν, οἳ δὲ καθʼ ὑπεροχήν.
同样地,在因有用而结成的朋友和因快乐而结成的朋友中,一些人是依平等的,另一些人是依优越的。
διὸ καὶ οἱ ἐκείνως οἰόμενοι ἐγκαλοῦσιν, ἐὰν μὴ ὁμοίως χρήσιμοι καὶ εὖ ποιῶσιν, καὶ ἐπὶ τῆς ἡδονῆς.
因此,那些以此种方式(平等地)看待的人,如果对方没有同样地有用并做好事,就会产生抱怨,在快乐方面也是如此。
δῆλον δʼ ἐν τοῖς ἐρωτικοῖς· τοῦτο γὰρ αἴτιον τοῦ μάχεσθαι ἀλλήλοις πολλάκις.
这在情人之间显而易见;因为这常常是他们彼此争吵的原因。
ἀγνοεῖ γὰρ ὁ ἐρῶν ὅτι οὐχ ὁ αὐτὸς λόγος αὐτοῖς ἐπὶ τὴν προθυμίαν.
因为恋爱中的人不知道,他们对于热忱并没有相同的比例。
διὸ εὑρηκέναι νεῖκος ὁ ἐρώμενος· τοιαῦτʼ ἂν οὐκ ἐρῶν λέγοι.
因此,被爱者说他找到了争吵的缘由;不爱的人是不会说这种话的。
οἳ δὲ νομίζουσι τὸν αὐτὸν εἶναι λόγον.
但他们却认为比例是相同的。
§7.4ὥσπερ οὖν εἴρηται, τριῶν ὄντων εἰδῶν φιλίας, κατʼ ἀρετὴν κατὰ τὸ χρήσιμον καὶ κατὰ τὸ ἡδύ, αὗται πάλιν διῄρηνται εἰς δύο· αἳ μὲν γὰρ κατὰ τὸ ἴσον αἳ δὲ καθʼ ὑπεροχὴν εἰσίν.
那么,正如所说,在友谊的三种类型——依德性、依有用和依快乐——中,这些又被分为两类:一类是依平等,另一类是依优越。
φιλίαι μὲν οὖν ἀμφότεραι, φίλοι δʼ οἱ κατὰ τὴν ἰσότητα· ἄτοπον γὰρ ἂν εἴη εἰ ἀνὴρ παιδίῳ φίλος, φιλεῖ δέ γε καὶ φιλεῖται.
现在,两者都是友谊,但依平等的才是朋友;因为如果一个男人是一个小孩的朋友,那将是荒谬的,尽管他确实在爱,也被爱。
ἐνιαχοῦ δὲ φιλεῖσθαι μὲν δεῖ τὸν ὑπερέχοντα, ἐὰν δὲ φιλῇ, ὀνειδίζεται ὡς ἀνάξιον φιλῶν.
在某些情况下,优越者应当被爱,但如果他去爱,他就会被指责为爱了不配的人。
τῇ γὰρ ἀξίᾳ τῶν φίλων μετρεῖται καί τινι ἴσῳ.
因为它是用朋友的价值和某种平等来衡量的。
τὰ μὲν οὖν διʼ ἡλικίας ἔλλειψιν ἀνάξια ὁμοίως φιλεῖσθαι, τὰ δὲ κατʼ ἀρετὴν ἢ γένος ἢ κατὰ ἄλλην τοιαύτην ὑπεροχήν.
因此,一些人因为年龄不足而不配得到同样地被爱,另一些人则因为德性、出身或某种其他此类优越而不配。
ἀεὶ δὲ τὸν ὑπερέχοντα ἢ ἧττον ἢ μὴ φιλεῖν ἀξιοῦν, καὶ ἐν τῷ χρησίμῳ καὶ ἐν τῷ ἡδεῖ καὶ κατʼ ἀρετήν.
但优越者总是要求少爱或不爱,无论是在有用、快乐还是依德性中。
ἐν μὲν οὖν ταῖς μικραῖς ὑπεροχαῖς εἰκότως γίνονται ἀμφισβητήσεις (τὸ γὰρ μικρὸν ἐνιαχοῦ οὐδὲν ἰσχύει, ὥσπερ ἐν ξύλου σταθμῷ, ἀλλʼ ἐν χρυσίῳ· ἀλλὰ τὸ μικρὸν κακῶς κρίνουσιν· φαίνεται γὰρ τὸ μὲν οἰκεῖον ἀγαθὸν διὰ τὸ ἐγγὺς μέγα, τὸ δʼ ἀλλότριον διὰ τὸ πόρρω μικρόν)· ὅταν δὲ ὑπερβολὴ ᾖ, οὐδʼ αὐτοὶ ἐπιζητοῦσιν ὡς δεῖ ἢ ἀντιφιλεῖσθαι ἢ ὁμοίως ἀντιφιλεῖσθαι, οἷον εἴ τις ἀξιοῖ τὸν θεόν.
那么,在微小的优越中,自然会产生争论(因为在某些情况下,微小的差别没有力量,正如在木头的重量中,但在金子中则不然;然而人们对微小差别的判断很糟糕;因为自己的善因其临近而显得大,他人的善因其遥远而显得小);但是当有极度的超越时,他们甚至自己也不寻求被回报以爱或被同样地回报以爱,正如有人这样要求神一样。
φανερὸν δὴ ὅτι φίλοι μέν, ὅταν ἐν τῷ ἴσῳ, τὸ ἀντιφιλεῖν δʼ ἔστιν ἄνευ τοῦ φίλους εἶναι.
显然的是,当他们在平等中时才是朋友,而被回报以爱是可以在没有成为朋友的情况下存在的。
δῆλον δὲ καὶ διὰ τί ζητοῦσι μᾶλλον οἱ ἄνθρωποι τὴν καθʼ ὑπεροχὴν φιλίαν τῆς κατʼ ἰσότητα· ἅμα γὰρ ὑπάρχει οὕτως αὐτοῖς τό τε φιλεῖσθαι καὶ ἡ ὑπεροχή.
也很清楚,为什么人们追求依优越的友谊胜过依平等的友谊;因为在此时,被爱和优越同时属于他们。
διὸ ὁ κόλαξ παρʼ ἐνίοις ἐντιμότερος τοῦ φίλου· ἄμφω γὰρ φαίνεσθαι ποιεῖ ὑπάρχειν τῷ κολακευομένῳ.
因此,在一些人那里,谄媚者比朋友更受器重;因为谄媚者使这两者看起来都属于被谄媚的人。
μάλιστα δʼ οἱ φιλότιμοι τοιοῦτοι· τὸ γὰρ θαυμάζεσθαι ἐν ὑπεροχῇ.
尤其是那些好名誉的人更是如此;因为被赞美是在优越之中。
φύσει δὲ γίνονται οἳ μὲν φιλητικοὶ οἳ δὲ φιλότιμοι.
而在自然本性上,一些人变得好爱,另一些人变得好名誉。
φιλητικὸς δὲ ὁ τῷ φιλεῖν χαίρων μᾶλλον ἢ τῷ φιλεῖσθαι· ἐκεῖνος δὲ φιλότιμος μᾶλλον.
好爱的人是那些更因去爱而非被爱而喜悦的人;而另一类人则更是好名誉者。
ὁ μὲν οὖν χαίρων τῷ θαυμάζεσθαι καὶ φιλεῖσθαι τῆς ὑπεροχῆς φίλος· ὁ δὲ τῇ ἐν τῷ φιλεῖν ἡδονῇ ὁ φιλητικός.
因此,因被赞美和被爱而喜悦的人,是优越之友;而因去爱中的快乐而喜悦的人,是好爱的人。
ἔνεστι γὰρ ἀνάγκη ἐνεργοῦντα· τὸ μὲν γὰρ φιλεῖσθαι συμβεβηκός· ἔστι γὰρ λανθάνειν φιλούμενον, φιλοῦντα δʼ οὔ.
因为这在实现活动时必然存在;而被爱是偶性的;因为被爱者有可能不知情,而去爱者则不然。
ἔστι δὲ καὶ κατὰ τὴν φιλίαν τὸ φιλεῖν μᾶλλον ἢ τὸ φιλεῖσθαι, τὸ δὲ φιλεῖσθαι κατὰ τὸ φιλητόν.
并且,去爱也比被爱更符合友谊,而被爱则是依被爱之物。
σημεῖον δέ· ἕλοιτʼ ἂν ὁ φίλος μᾶλλον, εἰ μὴ ἐνδέχοιτʼ ἄμφω, γιγνώσκειν ἢ γιγνώσκεσθαι, οἷον ἐν ταῖς ὑποβολαῖς αἱ γυναῖκες ποιοῦσι, καὶ ἡ Ἀνδρομάχη ἡ Ἀντιφῶντος.
而一个证明是:如果两者不可得兼,朋友更愿意选择去认知而不是被认知,正如在偷换婴儿的情况下母亲们所做的那样,以及安提丰剧作中的安德洛玛刻。
καὶ γὰρ ἔοικε τὸ μὲν ἐθέλειν γινώσκεσθαι αὑτοῦ ἕνεκα, καὶ τοῦ πάσχειν τι ἀγαθὸν ἀλλὰ μὴ ποιεῖν, τὸ δὲ γινώσκειν τοῦ ποιεῖν καὶ τοῦ φιλεῖν ἕνεκα.
因为想要被认知似乎是为了自己,为了承受某种善而不是去行善,而去认知则是为了行善和去爱。
διὸ καὶ τοὺς ἐμμένοντας τῷ φιλεῖν πρὸς τοὺς τεθνεῶτας ἐπαινοῦμεν· γινώσκουσι γάρ, ἀλλʼ οὐ γινώσκονται.
因此,我们也赞扬那些对逝者坚持去爱的人;因为他们认知,却不被认知。