§7.2#4οὐ γὰρ γίνεται οὕτω κοινὰ τὰ φίλων· προσνέμεται γὰρ ὁ φίλος τοῖς πράγμασιν, οὐ τὰ πράγματα τοῖς φίλοις.
因为朋友之间的财物并不会以这种方式成为共有的;因为是朋友被归于财物,而不是财物被归于朋友。
οὐ γίνεται ἄρʼ ἡ φιλία ἡ πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν· ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι.
因此,第一种友谊不会存在于多人之间,因为很难对多人进行尝试;因为这就需要与每一个人共同生活。
οὐδὲ δὴ αἱρετέον ὁμοίως περὶ ἱματίου καὶ φίλου· καίτοι ἐν πᾶσι δοκεῖ τοῦ νοῦν ἔχοντος δυοῖν τὸ βέλτιον αἱρεῖσθαι, καὶ εἰ μὲν τῷ χείρονι πάλαι ἐχρῆτο, τῷ βελτίονι δὲ μηδέπω, τοῦθʼ αἱρετέον, ἀλλʼ οὐκ ἀντὶ τοῦ πάλαι φίλου τὸν ἀγνῶτα εἰ βελτίων·
确实也不应当以同样的方式来选择衣服和朋友;虽然在所有事情中,有理性的人似乎都应当在两者中选择更好的那一个,而且如果他长期使用的是较差的那个,而更好的那个还从未用过,那么这一个是应当选择的,但在昔日的朋友和更优越的陌生人之间,却不应当因为后者更好而选择他。
οὐ γάρ ἐστιν ἄνευ πείρας οὐδὲ μιᾶς ἡμέρας ὁ φίλος, ἀλλὰ χρόνου δεῖ.
因为朋友并非没有尝试过,也不是一朝一夕能成的,而是需要时间。
διὸ εἰς παροιμίαν ἐλήλυθεν ὁ μέδιμνος τῶν ἁλῶν· ἅμα δὲ δεῖ μὴ μόνον ἁπλῶς ἀγαθὸν εἶναι, ἀλλὰ καὶ σοί, εἰ δὴ φίλος ἔσται σοὶ φίλος.
因此,“一斗盐”便成了谚语;同时,如果他要成为你的朋友,他不仅必须是绝对善的,而且还必须对你而言是善的。
ἀγαθὸς μὲν γὰρ ἁπλῶς ἐστι τῷ ἀγαθὸς εἶναι, φίλος δὲ τῷ ἄλλῳ ἀγαθός, ἁπλῶς δʼ ἀγαθὸς καὶ φίλος, ὅταν συμφωνήσῃ ταῦτʼ ἄμφω, ὥστε ὅ ἐστιν ἁπλῶς ἀγαθόν, τὸ τούτου ἄλλῳ, εἰ καὶ μὴ ἁπλῶς μὲν σπουδαίῳ, ἄλλῳ δʼ ἀγαθός, ὅτι χρήσιμος.
因为一方面,他是绝对善的,是因其自身是善的,而成为朋友,则是因对他人是善的;只有当这两者一致时,他才是绝对善且是朋友,从而使绝对善的东西,成为此人对他人而言的善(即便他并非绝对优异,但因有用而对他人是善的)。
τὸ δὲ πολλοῖς ἅμα εἶναι φίλον καὶ τὸ φιλεῖν κωλύει· οὐ γὰρ οἷόν τε ἅμα πρὸς πολλοὺς ἐνεργεῖν.
而同时与多人为友也会妨碍去爱;因为不可能同时对多人进行实现活动。
ἐκ δὴ τούτων φανερὸν ὅτι ὀρθῶς λέγεται ὅτι ἡ φιλία τῶν βεβαίων, ὥσπερ ἡ εὐδαιμονία τῶν αὐτάρκων.
从这些事实中显然可以看出,人们正确地说道,友谊属于确固之人,正如幸福属于自足之人。
καὶ ὀρθῶς εἴρηται
"
ἡ γὰρ φύσις βέβαιον, οὐ τὰ χρήματα.
人们也正确地说道:“因为自然本性是确固的,而财富不是。
"
πολὺ δὲ κάλλιον εἰπεῖν ὅτι ἡ ἀρετὴ τῆς φύσεως, καὶ ὅτι χρόνος λέγεται δεικνύναι τὸν φιλούμενον, καὶ αἱ ἀτυχίαι μᾶλλον τῶν εὐτυχιῶν.
”但说德性属于自然本性要好得多,并且时间被说成能显示被爱者,不运也比幸运更能显示这一点。
τότε γὰρ δῆλον ὅτι κοινὰ τὰ τῶν φίλων (οὗτοι γὰρ μόνοι ἀντὶ τῶν φύσει ἀγαθῶν καὶ φύσει κακῶν, περὶ ἃ αἱ εὐτυχίαι καὶ αἱ δυστυχίαι, αἱροῦνται μᾶλλον ἄνθρωπον ἢ τούτων τὰ μὲν εἶναι τὰ δὲ μὴ εἶναι)· ἡ δʼ ἀτυχία δηλοῖ τοὺς μὴ ὄντως ὄντας φίλους, ἀλλὰ διὰ τὸ χρήσιμον τυχόντας.
因为在那个时候,显然朋友之间的财物是共有的(因为只有他们,才会用人来代替自然本性的善物和自然本性的恶物——即幸运和不幸所围绕的那些东西,他们更愿意选择人,而不是让这些东西有此无彼);而不运则显示出那些并非真正的朋友,而只是因有用而碰巧成为朋友的人。
ὁ δὲ χρόνος δηλοῖ ἀμφοτέρους· οὐδὲ γὰρ ὁ χρήσιμος ταχὺ δῆλος, ἀλλʼ ὁ ἡδὺς μᾶλλον.
但是时间显示出这两者;因为有用的人也不容易迅速显现,而令人愉悦的人则更容易显现。
πλὴν οὐδʼ ὁ ἁπλῶς ἡδὺς ταχύ.
不过,即使是绝对令人愉悦的人也不会迅速显现。
ὅμοιοι γὰρ οἱ ἄνθρωποι τοῖς οἴνοις καὶ ἐδέσμασιν· ἐκείνων τε γὰρ τὸ μὲν ἡδὺ ταχὺ δηλοῖ, πλείω δὲ χρόνον γινόμενον ἀηδὲς καὶ οὐ γλυκύ, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως.
因为人就像酒和食物一样;因为在这些东西中,令人愉悦的很容易迅速显现,但放得时间越长,就变得越不令人愉悦且不甜,人也是如此。
ἔστι γὰρ καὶ τὸ ἁπλῶς ἡδὺ τῷ τέλει ὁριστέον καὶ τῷ χρόνῳ.
因为绝对令人愉悦的人也必须由目的和时间来界定。
ὁμολογήσαιεν δʼ ἂν καὶ οἱ πολλοί, ὅτι ἐκ τῶν ἀποβαινόντων μόνον, ἀλλʼ ὥσπερ ἐπὶ τοῦ πόματος καλοῦσι γλύκιον· τοῦτο γὰρ διὰ τὸ ἀποβαῖνον οὐχ ἡδύ, ἀλλὰ διὰ τὸ μὴ συνεχές, ἀλλὰ τὸ πρῶτον ἐξαπατᾷ.
甚至大多数人也会同意,这不仅是从结果来看,正如对于饮料他们称之为更甜一样;因为这并不是因结果而令人愉悦,而是因其不持续,但在开始时欺骗了人。
ἡ μὲν οὖν πρώτη φιλία, καὶ διʼ ἣν αἱ ἄλλαι λέγονται, ἡ κατʼ ἀρετὴν ἐστί, καὶ διʼ ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον· αἱ δʼ ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις.
因此,第一种友谊,也就是其他友谊因其而被称呼的友谊,是依德性的友谊,并且正如前文所说,是因德性的快乐而产生的;而其他的友谊也存在于儿童、野兽和卑劣者之间。
ὅθεν λέγεται,
"ἥλιξ ἥλικα τέρπει"
καὶ
"
κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ.
因此人们说:“同辈令同辈欢愉”,以及“恶人因快乐而与恶人熔为一体”。
"
ἐνδέχεται γὰρ καὶ ἡδεῖς ἀλλήλοις εἶναι τοὺς φαύλους, οὐχ ᾗ φαῦλοι ἢ μηδέτεροι, ἀλλʼ οἷον ᾠδικοὶ ἄμφω, ἢ ὃ μὲν φιλῳδὸς ὁ δʼ ᾠδικὸς ἐστίν, καὶ ᾗ πάντες ἔχουσιν ἀγαθὸν καὶ ταύτῃ συναρμόττουσιν ἀλλήλοις· ἔτι χρήσιμοι ἂν εἶεν ἀλλήλοις καὶ ὠφέλιμοι, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν προαίρεσιν, ἢ ᾗ οὐδέτεροι.
因为卑劣者也可以彼此感到愉悦,这并不是在他们是卑劣者的意义上,也不是在两者皆非的意义上,而是例如两者都擅长唱歌,或者一个是爱歌者而另一个是歌手,并且在所有人都有某种善的意义上,他们在这一点上彼此契合;此外,他们还可以彼此有用和有益,这并非绝对的,而是相对于他们的选择,或者在他们两者皆非的意义上。
ἐνδέχεται δὲ καὶ τὸν ἐπιεικῆ φαύλῳ εἶναι φίλον.
而且,体面的人也可能成为卑劣者的朋友。
καὶ γὰρ χρήσιμος ἂν εἴη πρὸς τὴν προαίρεσιν, ὁ μὲν φαῦλος πρὸς τὴν ὑπάρχουσαν τῷ σπουδαίῳ, ὃ δὲ τῷ μὲν ἀκρατεῖ πρὸς τὴν ὑπάρχουσαν, τῷ δὲ φαύλῳ πρὸς τὴν κατὰ φύσιν· καὶ βουλήσεται τὰ ἀγαθά, ἁπλῶς μὲν τὰ ἁπλῶς, τὰ δʼ ἐκείνῳ ἐξ ὑποθέσεως, ᾗ πενία συμφέρει ἢ νόσος, καὶ ταῦτα τῶν ἁπλῶς ἀγαθῶν ἕνεκα, ὥσπερ καὶ αὐτὸ τὸ φάρμακον πιεῖν· οὐ γὰρ βούλεται, ἀλλὰ τοῦδʼ ἕνεκα βούλεται.
因为他也可以相对于选择而有用:卑劣者相对于优秀者现有的选择,而优秀者对自制力薄弱者相对于其现有的选择,对卑劣者则相对于其顺应自然的选择;而且他会希望他得到善物,绝对地说是绝对的善物,而对那个人的善物则是基于假设的,即在贫困或生病对他有利的范围内,而且这些也是为了绝对的善物,就像喝药本身一样;因为他并不是想要药本身,而是为了这个目的才想要。
ἔτι καθʼ οὓς τρόπους καὶ ἀλλήλοις οἱ μὴ σπουδαῖοι εἶεν ἂν φίλοι.
此外,还有非优秀者彼此成为朋友的方式。
εἴη γὰρ ἂν ἡδὺς οὐχ ᾗ φαῦλος, ἀλλʼ ᾗ τῶν κοινῶν τινος μετέχει, οἷον εἰ μουσικός.
因为他可能令人愉悦,不是在其作为卑劣者的意义上,而是在其分享了某种共同事物的意义上,例如他精通音乐。
ἔτι ᾗ ἔνι τι πᾶσιν ἐπιεικές· διὸ ἔνιοι ὁμιλητικοὶ εἶεν ἂν καὶ σπουδαίῳ.
此外,还在于所有人中都有些许体面之处;因此有些人即使对优秀者也是善于交往的。
ἢ ᾗ προσαρμόττουσιν ἑκάστῳ· ἔχουσι γάρ τι πάντες τοῦ ἀγαθοῦ.
或者是在他们契合于每个人的意义上;因为所有人都有某种善。