§7.5ὅτι μὲν οὖν πλείονες τρόποι φιλίας, καὶ πόσοι τρόποι, ὅτι τρεῖς, καὶ ὅτι τὸ φιλεῖσθαι καὶ ἀντιφιλεῖσθαι καὶ οἱ φί λοι διαφέρουσιν, οἵ τε κατʼ ἰσότητα καὶ οἱ καθʼ ὑπεροχήν, εἴρηται·
因此,关于友谊有多种方式,以及有多少种方式(即有三种),还有被爱、被回报以爱和朋友是有区别的,无论是在平等中还是在优越中,这些都已经说明了。
ἐπεὶ δὲ τὸ φίλον λέγεται καὶ καθόλου μᾶλλον, ὥσπερ καὶ κατʼ ἀρχὰς ἐλέχθη, ὑπὸ τῶν ἔξωθεν συμπαραλαμβανόντων (οἳ μὲν γὰρ τὸ ὅμοιόν φασιν εἶναι φίλον, οἳ δὲ τὸ ἐναντίον), λεκτέον καὶ περὶ τούτων πῶς εἰσι πρὸς τὰς εἰρημένας φιλίας.
但是,正如最初也说过的,由于外人在引入讨论时,“亲爱者”也在更普遍的意义上被使用(因为有人说相似者是亲爱的,有人则说相反者是亲爱的),因此我们也必须探讨这些关系如何与前面提到的诸种友谊相关联。
ἀνάγεται δὲ τὸ μὲν ὅμοιον καὶ εἰς τὸ ἡδὺ καὶ εἰς τὸ ἀγαθόν.
而相似者既可以归结为快乐,也可以归结为善。
τό τε γὰρ ἀγαθὸν ἁπλοῦν, τὸ δὲ κακὸν πολύμορφον· καὶ ὁ ἀγαθὸς μὲν ὅμοιος ἀεὶ καὶ οὐ μεταβάλλεται τὸ ἦθος, ὁ δὲ φαῦλος καὶ ὁ ἄφρων οὐθὲν ἔοικεν ἕωθεν καὶ ἑσπέρας.
因为善是单一的,而恶是多样的;并且善人始终相似且不改变品格,而卑劣者和愚蠢者在早晨和晚上则毫无相似之处。
διὸ ἐὰν μὴ συμβάλλωσιν οἱ φαῦλοι, οὐ φίλοι ἑαυτοῖς, ἀλλὰ διίστανται· ἡ δʼ οὐ βέβαιος φιλία οὐ φιλία.
因此,如果卑劣者不能相合,他们就不能与自己为友,而是会彼此分裂;而一个不稳定的友谊就不是友谊。
ὥστε οὕτως μὲν τὸ ὅμοιον φίλον, ὅτι τὸ ἀγαθὸν ὅμοιον, ἔστι δὲ ὡς καὶ κατὰ τὸ ἡδύ· τοῖς γὰρ ὁμοίοις ταὔθʼ ἡδέα, καὶ ἕκαστον δὲ φύσει αὐτὸ αὑτῷ ἡδύ.
如此说来,在这个意义上相似者是亲爱的,因为善是相似的,但在某种意义上也是依快乐而定的;因为对相似者来说,同样的事物是快乐的,而且每一种事物在自然本性上对自身而言就是快乐的。
διὸ καὶ φωναὶ καὶ αἱ ἕξεις καὶ συνημερεύσεις τοῖς ὁμογενέσιν ἥδισται ἀλλήλοις, καὶ τοῖς ἄλλοις ζῴοις· καὶ ταύτῃ ἐνδέχεται καὶ τοὺς φαύλους ἀλλήλους φιλεῖν.
因此,对于同类的人来说,声音、品格状态和共同度日互是最令人愉快的,对其他动物也是如此;而在这一方面,即使是卑劣者也可以相互去爱。
"κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ.
“恶人与恶人因快乐而融合。
"
τὸ δʼ ἐναντίον τῷ ἐναντίῳ φίλον ὡς τὸ χρήσιμον· αὐτὸ γὰρ αὑτῷ τὸ ὅμοιον ἄχρηστον.
” 相反者对相反者而言是亲爱的,则是作为有用者;因为相似者对自身而言是无用的。
διὸ δεσπότης δούλου δεῖται καὶ δοῦλος δεσπότου, καὶ γυνὴ καὶ ἀνὴρ ἀλλήλων, καὶ ἡδὺ καὶ ἐπιθυμητὸν τὸ ἐναντίον ὡς χρήσιμον, καὶ οὐχ ὡς ἐν τέλει ἀλλʼ ὡς πρὸς τὸ τέλος.
因此主人需要奴隶,奴隶需要主人,妻子和丈夫也彼此需要,而相反者作为有用者是令人愉快并被渴望的,且不是作为目的本身,而是作为通往目的的手段。
ὅταν γὰρ τύχῃ οὗ ἐπιθυμεῖ, ἐν τῷ τέλει μὲν ἐστίν, οὐκ ὀρέγεται δὲ τοῦ ἐναντίου, οἷον τὸ θερμὸν τοῦ ψυχροῦ καὶ τὸ ξηρὸν τοῦ ὑγροῦ.
因为当它得到了所渴望的东西时,它就处于目的之中,而不再追求相反者,例如热不追求冷,干不追求湿。
ἔστι δέ πως καὶ ἡ τοῦ ἐναντίου φιλία τοῦ ἀγαθοῦ.
但是,在某种意义上,相反者的友谊也是属于善的。
ὀρέγεται γὰρ ἀλλήλων διὰ τὸ μέσον· ὡς σύμβολα γὰρ ὀρέγεται ἀλλήλων διὰ τὸ οὕτω γίνεσθαι ἐξ ἀμφοῖν ἓν μέσον.
因为他们是通过中间(中庸)来彼此追求的;正如符契一样,他们追求彼此,是因为通过这种方式可以由两者产生出一个中间状态。
ἔτι κατὰ συμβεβηκός ἐστι τοῦ ἐναντίου, καθʼ αὑτὸ δὲ τῆς μεσότητος.
此外,它在偶性上是关于相反者的,但在其自身上则是关于中庸的。
ὀρέγονται γὰρ οὐκ ἀλλήλων τἀναντία, ἀλλὰ τοῦ μέσου.
因为相反者所追求的并非彼此,而是中间。
ὑπερψυχθέντες γάρ, ἐὰν θερμανθῶσιν, εἰς τὸ μέσον καθίστανται, καὶ ὑπερθερμανθέντες, ἐὰν ψυχθῶσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
因为过度冷却者,如果被加热,就会稳定在中间状态;而过度加热者,如果被冷却,也是如此;其他情况也是同样。
εἰ δὲ μή, ἀεὶ ἐν ἐπιθυμίᾳ, οὐκ ἐν τοῖς μέσοις.
否则,他们就总是处于欲望之中,而不是处于中间状态。
ἀλλὰ χαίρει ὁ ἐν τῷ μέσῳ ἄνευ ἐπιθυμίας τοῖς φύσει ἡδέσιν, οἳ δὲ πᾶσι τοῖς ἐξιστᾶσι τῆς φύσει ἕξεως.
然而,处于中间状态的人在没有欲望的情况下因自然本性上令人愉快的事物而喜悦,而其他人则因所有使他们偏离自然本性状态的事物而喜悦。
τοῦτο μὲν οὖν τὸ εἶδος καὶ ἐπὶ τῶν ἀψύχων ἐστίν· τὸ φιλεῖν δὲ γίνεται, ὅταν ᾖ ἐπὶ τῶν ἐμψύχων.
那么,这种类型甚至存在于无生命的事物之中;但去爱只有当存在于有生命的事物之中时才会产生。
διὸ ἐνίοτε ἀνομοίοις χαίρουσιν, οἷον αὐστηροὶ εὐτραπέλοις καὶ ὀξεῖς ῥαθύμοις.
因此,人们有时会因不相似的人而喜悦,例如严肃的人因幽默的人而喜悦,急躁的人因随和的人而喜悦。
εἰς τὸ μέσον γὰρ καθίστανται ὑπʼ ἀλλήλων.
因为他们通过彼此而稳定在中间状态。
κατὰ συμβεβηκὸς οὖν, ὥσπερ ἐλέχθη, τὰ ἐναντία φίλα, καὶ διὰ τὸ ἀγαθόν.
因此,正如所说,相反者在偶性上是朋友,并且是因为善。