§7.2#3ὥστʼ ἐπειδὴ ἡ πρώτη φιλία κατʼ ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί.
因此,既然第一种友谊是依德性而建立的,他们自身也必然是绝对善的人。
τοῦτο δʼ οὐχ ὅτι χρήσιμοι, ἀλλʼ ἄλλον τρόπον· διχῶς γὰρ ἔχει τὸ τῳδὶ ἀγαθὸν καὶ ἁπλῶς ἀγαθόν.
而这并不是因为他们有用,而是以另一种方式;因为“对自己而言的善”和“绝对的善”具有双重含义。
καὶ ὁμοίως ὥσπερ ἐπὶ τοῦ ὠφελίμου, καὶ ἐπὶ τῶν ἕξεων.
同样,正如对于有用之物一样,对于诸状态也是如此。
ἄλλο γὰρ τὸ ἁπλῶς ὠφέλιμον καὶ τὸ καλὸν τοιοῦτον γυμνάζεσθαι πρὸς τὸ φαρμακεύεσθαι.
因为绝对有用的事物与像接受药物治疗这样的有用事物是不同的。
ὥστε καὶ ἡ ἕξις ἡ ἀνθρώπου ἀρετή.
因而,作为人的状态的德性也是如此。
ἔστω γὰρ ὁ ἄνθρωπος τῶν φύσει σπουδαίων· ἡ γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, ἡ δὲ τοῦ μὴ ἐκείνῳ.
让我们假定这个人是天生优秀的人之一;因为天生优秀者的德性是绝对的善,而并非优秀者的德性则是对他而言的善。
ὁμοίως δὴ ἔχει καὶ τὸ ἡδύ.
同样,对于令人愉悦之物也是如此。
ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτʼ ἐστὶ τὸ φιλεῖν, πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλʼ οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατʼ ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται.
事实上,在这里必须停下来考察,是否存在没有快乐的友谊,以及它有何不同,而爱究竟存在于这两者中的哪一个:是仅仅因为对方是善的(即使并不令人愉悦,但也并非因此而不爱,在爱具有双重含义的情况下),还是因为在实现活动中的爱显得是一件善事且并非没有快乐。
δῆλον δʼ ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ ὁ λόγος ὁ αὐτὸς ἐπʼ ἀμφοῖν.
显然,正如在知识中,新近的观照和学习最能让人在快乐中感受到一样,亲近之人的重新认出也是如此,两者的道理是相同的。
φύσει γοῦν τὸ ἁπλῶς ἀγαθὸν ἡδὺ ἁπλῶς, καὶ οἷς ἀγαθόν, τούτοις ἡδύ.
至少在自然上,绝对善的事物也就是绝对令人愉悦的,而对那些觉得它善的人来说,它也就是令人愉悦的。
διὸ εὐθὺς τὰ ὅμοια ἀλλήλοις χαίρει, καὶ ἀνθρώπῳ ἥδιστον ἄνθρωπος.
因此,相似的人立刻会彼此喜欢,而对人来说最令人愉悦的就是人。
ὥστʼ ἐπεὶ καὶ ἀτελεῖ, δῆλον ὅτι καὶ τελειωθέντι· ὁ δὲ σπουδαῖος τέλειος.
因此,既然对于不完全的人也是如此,显然对于完备的人也是如此;而优秀的人就是完备的人。
εἰ δὲ τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως ἡ φιλία ἡ πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα.
如果说,在实现活动中伴随快乐的爱是相互认识的相互选择,那么显而易见,第一种友谊整体上也是为了绝对善且令人愉悦的事物,因为它们既善又令人愉悦而进行的相互选择。
ἔστι δʼ αὕτη ἡ φιλία ἕξις ἀφʼ ἧς ἡ τοιαύτη προαίρεσις.
而这种友谊是那种产生此种选择的状态。
τὸ γὰρ ἔργον αὐτῆς ἐνέργεια, αὕτη δʼ οὐκ ἔξω, ἀλλʼ ἐν αὐτῷ τῷ φιλοῦντι, δυνάμεως δὲ πάσης ἔξω· ἢ γὰρ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον.
因为它的成果是实现活动,而这种活动并不在外部,而是在爱者自身之中,且在一切能力之外;因为能力要么是在他者中实现,要么是作为他者而起作用。
διὸ τὸ φιλεῖν χαίρειν, ἀλλʼ οὐ τὸ φιλεῖσθαι ἐστίν.
因此,爱是快乐,而并非被爱。
τὸ μὲν γὰρ φιλεῖσθαι φιλητοῦ ἐνέργεια, τὸ δὲ καὶ φιλίας, καὶ τὸ μὲν ἐν ἐμψύχῳ, τὸ δὲ καὶ ἐν ἀψύχῳ·
因为被爱是被爱者的实现活动,而爱则是友谊的实现活动。
φιλεῖται γὰρ καὶ τὰ ἄψυχα.
并且,前者存在于有生命物中,后者也存在于无生命物中;因为无生命物也会被爱。
ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατʼ ἐνέργειαν τὸ φιλούμενον ἐστὶ χρῆσθαι ᾗ φιλούμενον, ὁ δὲ φίλος φιλούμενον τῷ φίλῳ ᾗ φίλος, ἀλλὰ μὴ ᾗ μουσικὸς ἢ ᾗ ἰατρικός· ἡδονὴ τοίνυν ἡ ἀπʼ αὐτοῦ, ᾗ αὐτός, αὕτη φιλική.
既然在实现活动中的爱是以被爱者作为被爱者来对待,而朋友对于朋友来说是作为朋友而被爱的,而不是作为音乐家或医生;因此,来自他自身的、只要他还是他自身的快乐,才是友谊的快乐。
αὐτὸν γὰρ φιλεῖ, οὐχ ὅτι ἄλλος.
因为他爱的是他自身,而不是因为他是别的什么。
ὥστʼ ἂν μὴ χαίρῃ ᾗ ἀγαθός, οὐχ ἡ πρώτη φιλία.
所以,如果不是因为他是善的而感到快乐,那就不是第一种友谊。
οὐδὲ δεῖ ἐμποδίζειν οὐθὲν τῶν συμβεβηκότων μᾶλλον ἢ τὸ ἀγαθὸν εὐφραίνειν.
而且任何付带的事物都不应当比善本身更能带来快乐或阻碍。
τί γὰρ σφόδρα δυσώδης λείπεται;
事实上,如果留下一个极度恶臭的人会怎么样?
ἀγαπᾶται γὰρ τῷ εὐνοεῖν, συζῇ δὲ μή.
他会因为好意而被爱,但不能共同生活。
αὕτη μὲν οὖν ἡ πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν· αἱ δʼ ἄλλαι διʼ αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται.
因此,这就是第一种友谊,所有人对此都一致赞同;而其他友谊则因为这一种而被认为存在,同时也存在争议。
βέβαιον γάρ τι δοκεῖ ἡ φιλία· μόνη δʼ αὕτη βέβαιος.
因为友谊显得是某种确固的事物;而只有这一种是确固的。
τὸ γὰρ κεκριμένον βέβαιον, τὰ δὲ μὴ ταχὺ γινόμενα μηδὲ ῥᾳδίως ποιεῖ τὴν κρίσιν ὀρθήν.
因为经过检验而判定的是确固的,而那些不迅速发生且不易达到的事情才能使判断正确。
οὐκ ἔστι δʼ ἄνευ πίστεως φιλία βέβαιος· ἡ δὲ πίστις οὐκ ἄνευ χρόνου.
没有信任就没有确固的友谊;而信任不能没有时间。
δεῖ γὰρ πεῖραν λαβεῖν, ὥσπερ λέγει καὶ Θέογνις· "
οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,
πρὶν πειραθείης ὥσπερ ὑποζυγίου.
因为必须进行尝试,正如忒奥格尼斯所说: “因为你无法知道男人或女人的心思,除非像试用役畜那样去尝试他们。
"
οὐδʼ ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία.
” 同样,没有时间就称不上朋友,但人们却渴望成为朋友,而这种状态往往最容易被误认为是友谊。
ὅταν γὰρ προθύμως ἔχωσι φίλοι εἶναι, διὰ τὸ πάνθʼ ὑπηρετεῖν τὰ φιλικὰ ἀλλήλοις, οἴονται οὐ βούλεσθαι φίλοι, ἀλλʼ εἶναι φίλοι.
因为当他们热切地想要成为朋友,由于彼此履行了一切友好的义务,他们便以为自己不仅仅是想成为朋友,而是已经是朋友了。
τὸ δʼ ὥσπερ ἐπὶ τῶν ἄλλων συμβαίνει καὶ ἐπὶ τῆς φιλίας· οὐ γὰρ εἰ βούλονται ὑγιαίνειν, ὑγιαίνουσιν, ὥστʼ οὐδʼ εἰ φίλοι βούλονται, ἤδη καὶ φίλοι εἰσίν.
然而,正如在其他事物中发生的一样,在友谊中也是如此:因为并不是只要想健康就能健康,所以同样地,并不是只要想成为朋友,就已经是朋友了。
σημεῖον δέ· εὐδιάβλητοι γὰρ οἱ διακείμενοι ἄνευ πείρας τοῦτον τὸν τρόπον·
这有一个证据:那些未经尝试而处于这种状态的人容易受到中伤。
περὶ ὧν μὲν γὰρ πεῖραν δεδώκασιν ἀλλήλοις, οὐκ εὐδιάβλητοι, περὶ ὧν δὲ μή, πεισθεῖεν ἂν ὅταν σύμβολα λέγωσιν οἱ διαβάλλοντες.
因为对于彼此已经给予尝试的事物,他们不易受到中伤,而对于没有进行尝试的事物,当诽谤者说出某些证据时,他们就可能被说服。
ἅμα δὲ φανερὸν ὅτι οὐδʼ ἐν τοῖς φαύλοις αὕτη ἡ φιλία· ἄπιστος γὰρ ὁ φαῦλος καὶ κακοήθης πρὸς πάντας· αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους.
同时显而易见,这种友谊也不存在于卑劣者之间;因为卑劣者对所有人都不信任且心怀恶意;因为他用自己来衡量他人。
διὸ εὐεξαπατητότεροί εἰσιν οἱ ἀγαθοί, ἂν μὴ διὰ πεῖραν ἀπιστῶσιν.
因此,善人更容易被欺骗,除非他们因为尝试过而产生不信任。
οἱ δὲ φαῦλοι αἱροῦνται τὰ φύσει ἀγαθὰ ἀντὶ τοῦ φίλου, καὶ οὐθεὶς φιλεῖ μᾶλλον ἄνθρωπον ἢ πράγματα.
而卑劣者则选择自然本性的善物来代替朋友,没有任何人爱人胜过爱事物。
ὥστʼ οὐ φίλοι.
因此他们不是朋友。