§7.2#2τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ μέχρι τούτου, ὥσπερ ἡ παροιμία
"Γλαῦκʼ ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται,"
"
οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας,
"
) ἡ δὲ διʼ ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν·
在这些友谊中,因有用而建立的是大多数人的友谊(因为他们由于彼此有用而相爱,且仅止于此,正如谚语所说“盟友格劳科斯,只要在战斗中,就是智者的朋友,”以及“雅典人不再理会麦加拉人,”)而因快乐而建立的是年轻人的友谊(因为他们对快乐有感受;因此年轻人的友谊易于改变;因为随着他们的性格因年龄而改变,令人愉悦的事物也会随之改变),而依德性而建立的则是最优秀的人的友谊。
διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων· μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ), ἡ δὲ κατʼ ἀρετὴν τῶν βελτίστων. φανερὸν δʼ ἐκ τούτων ὅτι ἡ πρώτη φιλία ἡ τῶν ἀγαθῶν ἐστιν ἀντιφιλία καὶ ἀντιπροαίρεσις πρὸς ἀλλήλους.
由此可见,第一种友谊,即善人的友谊,是彼此之间的相互爱意和相互选择。
φίλον μὲν γὰρ τὸ φιλούμενον τῷ φιλοῦντι, φίλος δὲ τῷ φιλουμένῳ καὶ ἀντιφιλῶν.
因为被爱者对于爱他的人来说是可亲的,而对于被爱者来说,回报这爱意的人才是朋友。
αὕτη μὲν οὖν ἐν ἀνθρώποις μόνον ὑπάρχει φιλία (μόνον γὰρ αἰσθάνεται προαιρέσεως)· αἱ δʼ ἄλλαι καὶ ἐν τοῖς θηρίοις, καὶ τὸ χρήσιμον ἐπὶ μικρόν τι φαίνεται ἐνυπάρχον καὶ πρὸς ἄνθρωπον τοῖς ἡμέροις καὶ πρὸς ἄλληλα, οἷον τὸν τροχίλον φησὶν Ἡρόδοτος τῷ κροκοδείλῳ, καὶ ὡς οἱ μάντεις τὰς συνεδρείας καὶ διεδρείας λέγουσιν.
因此,这种友谊仅存在于人类之中(因为只有人类能感知选择);而其他友谊也存在于野兽之中,且有用性在驯化的动物与人类之间以及动物彼此之间也显得微弱地存在着,正如希罗多德提到鸻对鳄鱼的关系,以及占卜者谈论鸟类的共处与对立一样。
καὶ οἱ φαῦλοι ἂν εἶεν φίλοι ἀλλήλοις καὶ διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ.
而且,卑劣的人也可能因有用和快乐而彼此成为朋友。
οἳ δʼ ὅτι ἡ πρώτη οὐχ ὑπάρχει αὐτοῖς, οὔ φασι φίλους εἶναι· ἀδικήσει γὰρ ὅ γε φαῦλος τὸν φαῦλον, οἱ δʼ ἀδικούμενοι οὐ φιλοῦσι σφᾶς αὐτούς.
但有些人因为第一种友谊不属于他们,就说他们不是朋友;因为卑劣者会伤害卑劣者,而受到伤害的人并不会彼此相爱。
οἳ δὲ φιλοῦσι μέν, ἀλλʼ οὐ τὴν πρώτην φιλίαν, ἐπεὶ τάς γε ἑτέρας οὐθὲν κωλύει.
但其他人确实相爱,只是并非通过第一种友谊,因为没有什么能阻碍其他友谊的成立。
διʼ ἡδονὴν γὰρ ὑπομένουσιν ἀλλήλους βλαπτόμενοι, ὡς ἂν ὦσιν ἀκρατεῖς· οὐ δοκοῦσι δʼ οὐδʼ οἱ διʼ ἡδονὴν φιλοῦντες ἀλλήλους φίλοι εἶναι, ὅταν κατʼ ἀκρίβειαν ζητῶσιν, ὅτι οὐχ ἡ πρώτη.
因为出于快乐,他们尽管受到伤害也彼此忍耐,就像那些不能自制的人一样;而因快乐而彼此相爱的人,在人们严密探讨时,也显得不是朋友,因为那不是第一种友谊。
ἐκείνη μὲν γὰρ βέβαιος, αὕτη δὲ ἀβέβαιος.
因为前者是稳定的,而后者是不稳定的。
ἣ δʼ ἐστὶ μέν, ὥσπερ εἴρηται, φιλία, οὐκ ἐκείνη δέ, ἀλλʼ ἀπʼ ἐκείνης.
但正如所说,它确实是友谊,只是不是那一种,而是源于那一种。
τὸ μὲν οὖν ἐκείνως μόνον λέγειν τὸν φίλον βιάζεσθαι τὰ φαινόμενα ἐστί, καὶ παράδοξα λέγειν ἀναγκαῖον· καθʼ ἕνα δὲ λόγον πάσας ἀδύνατον.
因此,仅在那种意义上使用“朋友”一词是违背现象的,而且必然会说出违背常理的话;但要用单一的定义来统括所有友谊也是不可能的。
λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθʼ ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν.
所以,结论只能是:在某种意义上只有第一种是友谊,但在另一种意义上所有都是,它们既非完全同音异义且彼此偶然相关,亦非属于单一的种,而是更多地与一个核心相关。
ἐπεὶ δʼ ἁπλῶς ἀγαθὸν καὶ ἁπλῶς ἡδὺ τὸ αὐτὸ καὶ ἅμα, ἂν μή τι ἐμποδίζῃ, ὁ δʼ ἀληθινὸς φίλος καὶ ἁπλῶς ὁ πρῶτος ἐστίν, ἔστι δὲ τοιοῦτος ὁ διʼ αὑτὸν αὐτὸς αἱρετός (ἀνάγκη δʼ εἶναι τοιοῦτον· ὡς γὰρ βούλεταί τις διʼ αὑτὸν εἶναι τἀγαθά, ἀνάγκη καὶ αὐτὸν αἱρεῖσθαι εἶναι), ὁ δʼ ἀληθινὸς φίλος καὶ ἡδύς ἐστιν ἁπλῶς· διὸ δοκεῖ καὶ ὁ ὁπωσοῦν φίλος ἡδύς.
既然在没有什么阻碍的情况下,绝对善的和绝对令人愉悦的是同一事物且同时存在,而真实的、绝对首要的朋友也是这样的人,并且这样的人是因为他自身而被选择的(而且必须是这样的;因为正如一个人希望为自己而存在善的事物一样,他也必须选择这个朋友的存在),真实的朋友也是绝对令人愉悦的;因此,在任何意义上的朋友似乎都是令人愉悦的。
ἔτι δὲ διοριστέον περὶ τούτου μᾶλλον· ἔχει ἐπίστασιν, πότερον γὰρ τὸ αὐτῷ ἀγαθὸν ἢ τὸ ἁπλῶς ἀγαθὸν φίλον, καὶ πότερον τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς, ὥστε καὶ τὸ φιλητὸν ἡδύ, ἢ οὔ.
但我们必须对此作进一步界定;因为这里有一个值得关注的问题,即是“对自己而言的善”还是“绝对的善”才是可亲的朋友,以及作为实现活动的爱是否伴随着快乐,从而被爱者也是令人愉悦的,还是不伴随。
ἄμφω γὰρ εἰς ταὐτὸ συνακτέον· τά τε γὰρ μὴ ἁπλῶς ἀγαθὰ ἀλλὰ κακὰ ἁπλῶς τύχῃ φευκτά· καὶ τὸ μὴ αὐτῷ ἀγαθὸν οὐθὲν πρὸς αὐτόν, ἀλλὰ τοῦτʼ ἐστιν ὃ ζητεῖται, τὰ ἁπλῶς ἀγαθὰ οὕτως εἶναι ἀγαθά.
因为这两者必须被统一到同一点上:因为那些并非绝对善而是绝对恶的事物是必然要避开的,而对自己而言不善的事物则与自己毫无关系,但这正是所探求的,即绝对善的事物以这种方式对自己而言也是善的。
ἔστι γὰρ αἱρετὸν μὲν τὸ ἁπλῶς ἀγαθόν, αὐτῷ δὲ τὸ αὑτῷ ἀγαθόν· ἃ δεῖ συμφωνῆσαι.
因为绝对善的是选择的对象,而对自己而言,对自己善的事物才是选择的对象;这两者必须达成一致。
καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ· καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται.
而德性使之达成一致,政治学也是为此目的,为了使那些尚未达成一致的人达成一致。
εὐθέτως δὲ καὶ πρὸ ὁδοῦ ἄνθρωπος ὤν (φύσει γὰρ αὐτῷ ἀγαθὰ τὰ ἁπλῶς ἀγαθά), ὁμοίως δὲ καὶ ἀνὴρ ἀντὶ γυναικὸς καὶ εὐφυὴς ἀφυοῦς, διὰ τοῦ ἡδέος δὲ ἡ ὁδός· ἀνάγκη εἶναι τὰ καλὰ ἡδέα.
而且作为人,是处于适应且在途的状态(因为在自然上,绝对善的事物对他而言就是善的),同样,男人相对于女人、有天赋的人相对于无天赋的人也是如此,而其道路是通过令人愉悦之物的;因为高尚的事物必然是令人愉悦的。
ὅταν δὲ τοῦτο διαφωνῇ, οὔπω σπουδαῖον τελέως· ἐνδέχεται γὰρ ἐγγενέσθαι ἀκρασίαν· τῷ γὰρ διαφωνεῖν τἀγαθὸν τῷ ἡδεῖ ἐν τοῖς πάθεσιν ἀκρασία ἐστίν.
但当这两者不一致时,人就还不是完全优秀的;因为这时可能产生无自制,因为在情念中善与快乐的不一致就是无自制。