Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §7.2#1

被爱对象的多义性与友谊的三种类型

第 33 段,共 53 段 · 希腊语

内容简介

作者提出了调和相反看法的研究方法,梳理了被爱对象(善、愉悦、有用)的多义性,并论证了友谊是通过“核心多义性”相关联的三种类型(基于德性、有用性与快乐的友谊)。

§7.2#1ληπτέος δὴ τρόπος ὅστις ἡμῖν ἅμα τά τε δοκοῦντα περὶ τούτων μάλιστα ἀποδώσει, καὶ τὰς ἀπορίας λύσει καὶ τὰς ἐναντιώσεις.
因此,我们必须采用一种方法,它既能为我们最大程度地说明关于这些问题的普遍看法,同时又能解决难点和矛盾。
τοῦτο δʼ ἔσται, ἐὰν εὐλόγως φαίνηται τὰ ἐναντία δοκοῦντα· μάλιστα γὰρ ὁμολογούμενος ὁ τοιοῦτος ἔσται λόγος τοῖς φαινομένοις.
如果相反的看法被证明是合情合理的,这就能够实现;因为这样的论证将与现象最为一致。
συμβαίνει δὲ μένειν τὰς ἐναντιώσεις, ἐὰν ἔστι μὲν ὡς ἀληθὲς ᾖ τὸ λεγόμενον, ἔστι δʼ ὡς οὔ.
但是,如果所说的话在某种意义上是真实的,但在另一种意义上则不然,那么矛盾就依然存在。
ἔχει δʼ ἀπορίαν καὶ πότερον τὸ ἡδὺ ἢ τὸ ἀγαθόν ἐστι τὸ φιλούμενον.
而被爱的是令人愉悦的事物还是善的事物,也存在着困难。
εἰ μὲν γὰρ φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ὁ ἔρως τοιοῦτον (οὐθεὶς γὰρ " ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ, " ) ʼἡ δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ ὃ βουλόμεθα, τὸ ἀγαθόν·
因为如果我们爱我们所渴望的事物,而情爱尤其具有这种性质(因为“没有一个情人是不一直爱着的”),且渴望是对令人愉悦之物的渴望,那么依此看来,被爱之物就是令人愉悦之物;但如果被爱的是我们所意愿的事物,那它就是善的事物。
ἔστι δʼ ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν.
然而,令人愉悦之物与善的事物是不同的。
περὶ δὴ τούτων καὶ τῶν ἄλλων τῶν συγγενῶν τούτοις πειρατέον διορίσαι, λαβοῦσιν ἀρχὴν τήνδε.
因此,关于这些以及与此相关的其他事物,必须尝试以如下原理为起点来进行界定。
τὸ γὰρ ὀρεκτὸν καὶ βουλητὸν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν.
因为欲求和意愿的对象要么是善,要么是表象上的善。
διὸ καὶ τὸ ἡδὺ ὀρεκτόν· φαινόμενον γάρ τι ἀγαθόν.
因此,令人愉悦之物也是被欲求的;因为它是某种表象上的善。
τοῖς μὲν γὰρ δοκεῖ, τοῖς δὲ φαίνεται κἂν μὴ δοκῇ.
因为对一些人来说它是如此认为的,而对另一些人来说,即使他们不这样认为,它也显得如此。
οὐ γὰρ ἐν ταὐτῷ τῆς ψυχῆς ἡ φαντασία καὶ ἡ δόξα.
因为表象和意见并不存在于灵魂的同一部分。
ὅτι μέντοι φίλον καὶ τὸ ἀγαθὸν καὶ τὸ ἡδύ, δῆλον.
然而,显然被爱者既是善也是令人愉悦之物。
τούτου δὲ διωρισμένου ληπτέον ὑπόθεσιν ἑτέραν.
明确了这一点之后,我们必须采用另一个假设。
τῶν γὰρ ἀγαθῶν τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ τινί, ἁπλῶς δὲ οὔ.
因为在善的事物中,有些是绝对善的,而另一些则是对某人而言是善的,但并非绝对善。
καὶ τὰ αὐτὰ ἁπλῶς ἀγαθὰ καὶ ἁπλῶς ἡδέα.
而且同样的事物既是绝对善的,也是绝对令人愉悦的。
τὰ μὲν γὰρ τῷ ὑγιαίνοντί φαμεν σώματι συμφέροντα ἁπλῶς εἶναι σώματι ἀγαθά, τὰ δὲ τῷ κάμνοντι οὔ, οἷον φαρμακείας καὶ τομάς.
因为我们说,有益于健康身体的事物对身体而言是绝对善的,但有益于生病身体的事物则不然,例如服药和手术切开。
ὁμοίως δὲ καὶ ἡδέα ἁπλῶς σώματι τὰ τῷ ὑγιαίνοντι καὶ ὁλοκλήρῳ, οἷον τὸ ἐν τῷ φωτὶ ὁρᾶν καὶ οὐ τὸ ἐν τῷ σκότει· καίτοι τῷ ὀφθαλμιῶντι ἐναντίως.
同样,对身体而言绝对令人愉悦的事物,是那些对健康且健全的身体而言令人愉悦的事物,例如在光亮中观看,而不是在黑暗中观看;尽管对于患眼疾的人来说恰恰相反。
καὶ οἶνος ἡδίων οὐχ ὁ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει.
而更令人愉悦的葡萄酒,不是对那些因酗酒而舌头坏掉的人而言的(因为他们甚至不会给这种人掺醋),而是对未受损的感官而言的。
ὁμοίως δὲ καὶ ἐπὶ ψυχῆς, καὶ οὐχ ἃ τοῖς παιδίοις καὶ τοῖς θηρίοις, ἀλλʼ ἃ τοῖς καθεστῶσιν.
灵魂的情况也是如此,令人愉悦的不是对儿童和野兽而言的事物,而是对心智成熟的人而言的事物。
ἀμφοτέρων γοῦν μεμνημένοι ταῦθʼ αἱρούμεθα.
至少我们两方都记得,但我们选择后者。
ὡς δʼ ἔχει παιδίον καὶ θηρίον πρὸς ἄνθρωπον καθεστῶτα, οὕτως ἔχει ὁ φαῦλος καὶ ἄφρων πρὸς τὸν ἐπιεικῆ καὶ φρόνιμον.
而儿童和野兽相对于成熟的人的关系,正像卑劣愚蠢的人相对于正派和明智的人的关系一样。
τούτοις δὲ ἡδέα τὰ κατὰ τὰς ἕξεις· ταῦτα δʼ ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ καλά.
对后者来说,令人愉悦的是那些符合其状态的事物,而这些就是善的和高尚的事物。
ἐπεὶ οὖν τὰ ἀγαθὰ πλεοναχῶς (τὸ μὲν γὰρ τῷ τοιόνδʼ εἶναι λέγομεν ἀγαθόν, τὸ δὲ τῷ ὠφέλιμον καὶ χρήσιμον), ἔτι δὲ τὸ ἡδὺ τὸ μὲν ἁπλῶς καὶ ἀγαθὸν ἁπλῶς, τὸ δὲ τινὶ καὶ φαινόμενον ἀγαθόν· ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων διʼ ἕκαστον τούτων ἐνδέχεται ἡμᾶς αἱρεῖσθαί τι καὶ φιλεῖν, οὕτω καὶ ἄνθρωπον.
既然善是以多种方式被表述的(因为我们说一事物是善的,一是因为它具有某种性质,二是因为它是有益和有用的),此外,在令人愉悦之物中,一种是绝对令人愉悦且绝对善的,而另一种则是对某人而言如此且是表象上的善;正如在无生命物的情况下,我们可以因为这些原因中的每一个而选择和爱某物一样,对人也是如此。
τὸν μὲν γὰρ τῷ τοιόνδε καὶ διʼ ἀρετήν, τὸν δʼ ὅτι ὠφέλιμος καὶ χρήσιμος, τὸν δʼ ὅτι ἡδὺς καὶ διʼ ἡδονήν.
因为我们爱一个人是因为他具有某种性质并因其德性,爱另一个人是因为他是有益和有用的,爱再一个人是因为他是令人愉悦的并因其快乐。
φίλος δὴ γίνεται ὅταν φιλούμενος ἀντιφιλῇ, καὶ τοῦτο μὴ λανθάνῃ πως αὐτούς.
因此,当被爱者予以回报的爱,且这在某种程度上不为他们彼此所不知时,他就成为了朋友。
ἀνάγκη ἄρα τρία φιλίας εἴδη εἶναι, καὶ μήτε καθʼ ἓν ἁπάσας μηδʼ ὡς εἴδη ἑνὸς γένους, μήτε πάμπαν λέγεσθαι ὁμωνύμως.
因此,友谊必然有三种类型,它们既非全部依据单一的标准,也非作为同一属下的诸种,亦非完全是同音异义的。
πρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην, ὥσπερ τὸ ἰατρικόν.
因为它们是相对于某一个且首要的事物而被表述的,正如“医学的”一词。
καὶ γὰρ ψυχὴν ἰατρικὴν καὶ σῶμα λέγομεν καὶ ὄργανον καὶ ἔργον, ἀλλὰ κυρίως τὸ πρῶτον.
因为我们说“医学的灵魂”、“医学的身体”、“医学的工具”和 “医学的工作”,但在本义上是指首要者。
πρῶτον δʼ οὗ λόγος ἐν ἡμῖν ὑπάρχει.
而首要者是指其定义存在于我们之中的事物。
οἷον ὄργανον ἰατρικὸν, ᾧ ἂν ὁ ἰατρὸς χρήσαιτο· ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν ὁ τοῦ ὀργάνου.
例如,医学工具是“医生会使用的工具”;但在“医生”的定义中并不包含“工具”的定义。
ζητεῖται μὲν οὖν πανταχοῦ τὸ πρῶτον· διὰ δὲ τὸ καθόλου εἶναι πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου, τοῦτο δʼ ἐστὶ ψεῦδος.
因此,人们在一切地方都在寻求首要者;但因为首要者是普遍的,他们便将首要者也视作普遍的首要者,而这是错误的。
ὥστε καὶ περὶ τῆς φιλίας οὐ δύνανται πάντʼ ἀποδιδόναι τὰ φαινόμενα.
因此,关于友谊,他们也无法说明所有的现象。
οὐ γὰρ ἐφαρμόττοντος ἑνὸς λόγου οὐκ οἴονται τὰς ἄλλας φιλίας εἶναι· αἳ δʼ εἰσὶ μέν, ἀλλʼ οὐχ ὁμοίως εἰσίν·
因为当一个定义不适用时,他们就认为其他的不是友谊;然而它们确实是,只是并非以同样的方式存在。
οἳ δʼ ὅταν ἡ πρώτη μὴ ἐφαρμόττῃ, ὡς οὖσαν καθόλου ἄν, εἴπερ ἦν πρώτη, οὐδʼ εἶναι φιλίας τὰς ἄλλας φασίν· ἔστι δὲ πολλὰ εἴδη φιλίας.
而另一些人,当第一种友谊不适用时,认为如果它确实是第一种,它就应该是普遍的,因而说其他的甚至不是友谊;但是友谊有很多种类。
τῶν γὰρ ῥηθέντων ἦν ἤδη, ἐπειδὴ διώρισται τριχῶς λέγεσθαι τὴν φιλίαν. ἣ μὲν γὰρ διώρισται διʼ ἀρετήν, ἣ δὲ διὰ τὸ χρήσιμον, ἣ δὲ διὰ τὸ ἡδύ.
因为它们已经存在于所提及的事物之中,既然友谊已被界定为以三种方式被表述:因为一种是通过德性界定的,另一种是通过有用性,再一种是通过令人愉悦。

词汇与语法注释

  1. 1235bἔστι μὲν ὡς ἀληθὲς ᾖ τὸ λεγόμενον, ἔστι δʼ ὡς οὔ — “ἔστιν ὡς + 虚拟语气(此处为 ᾖ 及其省略)”这一结构表示限定性的肯定,意为“在某种意义上是真实的”或“在某种情况下会发生”。亚里士多德常用此句型来指出,看似相互矛盾的先贤学说其实各自包含部分的真理。
  2. 1235bοὐθεὶς γὰρ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ — 所引用诗句中的双重否定结构“οὐθείς ... ὅστις οὐκ...”构成强烈的全称肯定(“没有一个……是不……的”)。在这里意为“没有一个情人是不一直去爱的(即所有情人都在一直爱着)”。
  3. 1236aπρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην — 刻画亚里士多德哲学中“核心多义性(focal meaning)”的核心表达。介词短语“πρός + 宾格”表明,各种多义的事物并不是偶然同名,而是全部相对于一个最主要的首要事物(“πρώτη”)而被表述和定义。
  4. 1236aδιὰ δὲ τὸ καθόλου εἶναι πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου — 省略了主语(指一般的思想家)。在“διὰ τὸ + 不定词(εἶναι)”结构中,“πρῶτον”作主语,“καθόλου”作表语。亚里士多德指出了一种范畴错误:“因为首要者具有普遍性,他们便将首要者也视作普遍的首要者(即作为适用于所有情况的单一普遍定义)”。

引用这一段

亚里士多德, 尤德谟伦理学 §7.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:7.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。