Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §7.1

友谊的重要性与关于其基础的对立观点

第 32 段,共 53 段 · 希腊语

内容简介

在阐明友谊的定义及其伦理政治重要性后,文本整理了关于友谊是基于相似性还是基于相反性的传统对立观点,并引入了自然哲学的解释。

§7.1περὶ φιλίας, τί ἐστι καὶ ποῖόν τι, καὶ τίς ὁ φίλος, καὶ πότερον ἡ φιλία μοναχῶς λέγεται ἢ πλεοναχῶς, καὶ εἰ πλεοναχῶς, πόσα ἐστίν, ἔτι δὲ πῶς χρηστέον τῷ φίλῳ καὶ τί τὸ δίκαιον τὸ φιλικόν, ἐπισκεπτέον οὐθενὸς ἧττον τῶν περὶ τὰ ἤθη καλῶν καὶ αἱρετῶν.
关于友谊,它是什么、具有何种性质,谁是朋友,以及友谊是单义地被表述还是多义地被表述,如果是多义的,那么有多少种,此外,应当如何对待朋友,以及什么是属于友谊的正义,这些都必须予以考察,其重要性不亚于关于性格的其他美好且值得选择的事物。
τῆς τε γὰρ πολιτικῆς ἔργον εἶναι δοκεῖ μάλιστα ποιῆσαι φιλίαν, καὶ τὴν ἀρετὴν διὰ τοῦτό φασιν εἶναι χρήσιμον· οὐ γὰρ ἐνδέχεσθαι φίλους ἑαυτοῖς εἶναι τοὺς ἀδικουμένους ὑπʼ ἀλλήλων.
因为在最大程度上,使人产生友谊似乎是政治学的任务,人们也因此说德性是有用的;因为彼此遭受不正义对待的人是不可能互为朋友的。
ἔτι τὸ δίκαιον καὶ τὸ ἄδικον περὶ τοὺς φίλους εἶναι μάλιστα πάντες φαμέν, καὶ ὁ αὐτὸς δοκεῖ ἀνὴρ εἶναι καὶ ἀγαθὸς καὶ φίλος, καὶ φιλία ἠθική τις εἶναι ἕξις, καὶ ἐάν τις βούληται ποιῆσαι ὥστε μὴ ἀδικεῖν, ἀλλʼ εἰς φίλους ποιῆσαι· οἱ γὰρ ἀληθινοὶ φίλοι οὐκ ἀδικοῦσιν.
此外,我们所有人都说正义与不正义主要存在于朋友之间,而且同一个人似乎既是好人又是朋友,友谊似乎也是一种品性状态,如果有人希望使人们不作恶,那就应当使他们成为朋友;因为真正的朋友是不作恶的。
ἀλλὰ μὴν καὶ ἐὰν δίκαιοι ὦσιν, οὐκ ἀδικήσουσιν· ἢ ταὐτὸν ἄρα ἢ ἐγγύς τι ἡ δικαιοσύνη καὶ ἡ φιλία.
但是,如果他们是正义的,他们就不会作恶;因此,正义与友谊要么是同一的,要么是非常接近的。
πρὸς δὲ τούτοις τῶν μεγίστων ἀγαθῶν τὸν φίλον εἶναι ὑπολαμβάνομεν, τὴν δὲ ἀφιλίαν καὶ τὴν ἐρημίαν δεινότατον, ὅτι ὁ βίος ἅπας καὶ ἡ ἑκούσιος ὁμιλία μετὰ τούτων· μετʼ οἰκείων γὰρ ἢ μετὰ συγγενῶν ἢ μεθʼ ἑταίρων συνδιημερεύομεν, ἢ τέκνων ἢ γονέων ἢ γυναικός.
除此之外,我们认为朋友是最大的善之一,而没有朋友和孤独则是最可怕的事,因为整个生命和自愿的交往都是与他们在一起的;因为我们与家人、亲属或同伴共同度过每一天,或者是孩子、父母、或妻子。
καὶ τὰ ἴδια δίκαια τὰ πρὸς τοὺς φίλους ἐστὶν ἐφʼ ἡμῖν μόνον, τὰ δὲ πρὸς τοὺς ἄλλους νενομοθέτηται, καὶ οὐκ ἐφʼ ἡμῖν.
而且朋友之间特有的正义仅在于我们自己,而对其他人的正义则由法律规定,并不在于我们自己。
ἀπορεῖται δὲ πολλὰ περὶ τῆς φιλίας, πρῶτον μὲν ὡς οἱ ἔξωθεν παραλαμβάνοντες καὶ ἐπὶ πλέον λέγοντες· δοκεῖ γὰρ τοῖς μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ εἶναι φίλον, ὅθεν εἴρηται " ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· " "καὶ γὰρ κολοιὸς παρὰ κολοιόν· " "ἔγνω δὲ φώρ τε φῶρα, καὶ λύκος λύκον.
关于友谊有很多难解的问题,首先正如那些引入外部论证并作更广泛表述的人所做的那样;因为在一些人看来,相似者是相似者的朋友,由此人们说:“神总是将相似者引向相似者”,“寒鸦总是守在寒鸦旁”,“盗贼认识盗贼,狼认识狼”。
" οἱ δὲ φυσιολόγοι καὶ τὴν ὅλην φύσιν διακοσμοῦσιν ἀρχὴν λαβόντες τὸ τὸ ὅμοιον ἰέναι πρὸς τὸ ὅμοιον, διὸ Ἐμπεδοκλῆς καὶ τὴν κύνʼ ἔφη καθῆσθαι ἐπὶ τῆς κεραμῖδος διὰ τὸ ἔχειν πλεῖστον ὅμοιον.
而自然哲学家们也以“相似者走向相似者”为原理来组织整个自然界,因此恩培多克勒说,狗坐在瓦片上是因为它与瓦片有最多的相似性。
οἳ μὲν οὖν οὕτω τὸ φίλον λέγουσιν· οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον.
有些人就是这样来表述朋友的;但另一些人则说,相反者是相反者的朋友。
τὸ μὲν γὰρ ἐρώμενον καὶ ἐπιθυμητὸν πᾶσιν εἶναι φίλον, ἐπιθυμεῖ δὲ οὐ τὸ ξηρὸν τοῦ ξηροῦ, ἀλλʼ ὑγροῦ, ὅθεν εἴρηται "ἐρᾷ μὲν ὄμβρου γαῖα" καὶ τὸ " μεταβολὴ πάντων γλυκύ.
因为被爱和被渴望的对所有人来说都是朋友,但干燥者渴望的不是干燥,而是湿润,由此人们说:“大地渴望雨水”,以及“一切事物的变化都是甜美的”。
" ἡ δὲ μεταβολὴ εἰς τοὐναντίον.
而变化是向着相反方向的。
τὸ δʼ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ· καὶ γὰρ " κεραμεὺς κεραμεῖ κοτέει, " καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα.
但是相似者是相似者的敌人;因为“陶工怨恨陶工”,而以同样食物为生的动物也彼此敌对。
αὗται μὲν οὖν αἱ ὑπολήψεις τοσοῦτον διεστᾶσιν.
这些看法竟然相差如此之远。
αἳ μὲν γὰρ τὸ ὅμοιον φίλον, τὸ δʼ ἐναντίον πολέμιον, " τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται, " ἔτι δὲ καὶ οἱ τόποι κεχωρισμένοι τῶν ἐναντίων, ἡ δὲ φιλία δοκεῖ συνάγειν· οἳ δὲ τὰ ἐναντία φίλα, καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι " ὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο, " οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐδὲ τὰ ζῷα ἄνευ θήλεως καὶ ἄρρενος ἐναντίων ὄντων.
一者认为相似者是朋友,相反者是敌人,并且“较小者总是作为较大者的敌人出现,并开启了敌意之日”,此外相反者的空间是分离的,而友谊似乎能使其结合;另一者则认为相反者是朋友,赫拉克利特也指责那个写下“愿争斗从神和人中消逝”的诗人,因为如果没有高音和低音,就不会有和谐,若没有雌性和雄性这两个相反者,也不会有动物。
δύο μὲν αὗται δόξαι περὶ φιλίας εἰσί, λίαν τε καθόλου καὶ κεχωρισμέναι τοσοῦτον· ἄλλαι δὲ ἤδη ἐγγυτέρω καὶ οἰκεῖαι τῶν φαινομένων.
这两种关于友谊的观点过于普遍,且相差如此之远;但现在有其他更接近且更符合现象的观点。
τοῖς μὲν γὰρ οὐκ ἐνδέχεσθαι δοκεῖ τοὺς φαύλους εἶναι φίλους, ἀλλὰ μόνον τοὺς ἀγαθούς· τοῖς δʼ ἄτοπον εἰ μὴ φιλοῦσιν αἱ μητέρες τὰ τέκνα (φαίνεται δὲ καὶ ἐν τοῖς θηρίοις ἐνοῦσα φιλία· προαποθνήσκειν γοῦν αἱροῦνται τῶν τέκνων)· τοῖς δὲ τὸ χρήσιμον δοκεῖ φίλον εἶναι μόνον.
在一些人看来,坏人是不可能成为朋友的,而只有好人才能;但在另一些人看来,如果母亲不爱自己的孩子,那就是荒谬的(甚至在野兽中也显然存在着友谊;至少它们选择为孩子而死);还有一些人认为,只有有用者才是朋友。
σημεῖον δʼ ὅτι καὶ διώκουσι ταῦτα πάντες, τὰ δὲ ἄχρηστα καὶ αὐτοὶ αὑτῶν ἀποβάλλουσιν· ὥσπερ Σωκράτης ὁ γέρων ἔλεγε τὸν πτύελον καὶ τὰς τρίχας καὶ τοὺς ὄνυχας παραβάλλων, καὶ τὰ μόρια ὅτι ῥιπτοῦμεν τὰ ἄχρηστα, καὶ τέλος τὸ σῶμα, ὅταν ἀποθάνῃ· ἄχρηστος γὰρ ὁ νεκρός.
其证据在于,所有人都追求这一目标,而把无用之物从自己身上丢弃;正如老苏格拉底所说,他把唾液、头发和指甲作类比,指出我们会扔掉无用的器官,最后当身体死亡时也会扔掉它;因为尸体是无用的。
οἷς δὲ χρήσιμον, φυλάττουσιν, ὥσπερ ἐν Αἰγύπτῳ.
但对那些觉得有用的人,他们会保存它,就像在埃及那样。
ταῦτα δὴ πάντα δοκεῖ μὲν ὑπεναντία ἀλλήλοις εἶναι.
所有这些看法似乎都彼此相反。
τό τε γὰρ ὅμοιον ἄχρηστον τῷ ὁμοίῳ, καὶ ἐναντιότης ὁμοιότητος ἀπέχει πλεῖστον, καὶ τὸ ἐναντίον ἀχρηστότατον τῷ ἐναντίῳ· φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον.
因为相似者对相似者是无用的,而相反性与相似性相去最远,且相反者对相反者是最无用的;因为相反者具有破坏相反者的性质。
ἔτι δοκεῖ τοῖς μὲν ῥᾴδιον τὸ κτήσασθαι φίλον· τοῖς δὲ σπανιώτατον γνῶναι, καὶ οὐκ ἐνδέχεσθαι ἄνευ ἀτυχίας (τοῖς γὰρ εὖ πράττουσι βούλονται πάντες δοκεῖν φίλοι εἶναι)· οἳ δʼ οὐδὲ τοῖς συνδιαμένουσιν ἐν ταῖς ἀτυχίαις ἀξιοῦσι πιστεύειν, ὡς ἐξαπατῶντας καὶ προσποιουμένους, ἵνα κτήσωνται διὰ τῆς τῶν ἀτυχούντων ὁμιλίας πάλιν εὐτυχούντων φιλίαν.
此外,在一些人看来,获得朋友是容易的;但在另一些人看来,识别朋友是极其罕见的,且没有不运是不可能的(因为在顺境中的人,所有人都想显得是其朋友);另一些人甚至认为不应当相信那些在不运中共同坚守的人,认为他们是在欺骗和伪装,以便通过与处于不运中的人交往,重新获得顺境中的友谊。

词汇与语法注释

  1. 1234b18περὶ φιλίας, τί ἐστι καὶ ποῖόν τι, καὶ τίς ὁ φίλος, καὶ πότερον ἡ φιλία μοναχῶς λέγεται ἢ πλεοναχῶς — 这是一个以动词性形容词 ἐπισκεπτέον(必须考察)为核心的长句。开头由 περὶ φιλίας... 引导的一系列间接疑问句,展示了需要考察的各个议题。
  2. 1234b22τῆς τε γὰρ πολιτικῆς — 在 τῆς πολιτικῆς 之后省略了女性名词 τέχνης 或 ἐπιστήμης。它作为所有格修饰 ἔργον。
  3. 1234b28εἰς φίλους ποιῆσαι — 不定式 ποιῆσαι 的宾语(人们)被省略。εἰς φίλους 中的介词 εἰς 表示结果,意为“使[人们]成为朋友(的状态或关系)”。
  4. 1235a4ὡς οἱ ἔξωθεν παραλαμβάνοντες — 由连词 ὡς 引导的从属句。οἱ ἔξωθεν 指“外部的人”,指学派外部的诗人、其他领域的思想家或世俗的普遍看法。
  5. 1235b9ὡς ἐξαπατῶντας — 带有连词 ὡς 的宾格分词,用以解释前述动词对象的主观认定或动机(“视其为欺骗与伪装之人”)。

引用这一段

亚里士多德, 尤德谟伦理学 §7.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:7.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。