§7.12#1σκεπτέον δὲ καὶ περὶ αὐταρκείας καὶ φιλίας, πῶς ἔχουσι πρὸς τὰς ἀλλήλων δυνάμεις.
至于自足与友爱,我们还必须考虑它们彼此的作用关系如何。
ἀπορήσειε γὰρ ἄν τις πότερον, εἴ τις εἴη κατὰ πάντα αὐτάρκης, ἔσται τούτῳ φίλος.
因为有人可能会产生疑问:如果一个人在一切方面都是自足的,他是否还会有朋友。
εἰ κατʼ ἔνδειαν ζητεῖται φίλος καὶ ἔσται ἀγαθὸς αὐταρκέστατος, εἰ ὁ μετʼ ἀρετῆς εὐδαίμων, τί ἂν δέοι φίλου;
如果朋友是因为匮乏而被寻求的,而伴随德性而幸福的人将是最自足的,那么他为什么还会需要朋友呢?
οὔτε γὰρ τῶν χρησίμων δεῖσθαι αὐτάρκους οὔτε τῶν εὐφρανούντων οὔτε τοῦ συζῆν· αὐτὸς γὰρ αὑτῷ ἱκανὸς συνεῖναι.
因为自足的人既不需要有用的事物,不需要带来快乐的事物,也不需要共同生活;因为他自己就足以与自己相处。
μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ· δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδʼ ἔσται αὐτῷ οὔτε μηθὲν δεσπότου.
这在神身上最为明显;因为很明显,神不缺少任何东西,因而也不会需要朋友,他也不会有任何主人。
ὥστε καὶ ἄνθρωπος ὁ εὐδαιμονέστατος ἥκιστα δεήσεται φίλου, ἀλλʼ ἢ καθʼ ὅσον ἀδύνατον εἶναι αὐτάρκη.
因而,最幸福的人也将最不需要朋友,除非在无法做到完全自足的限度内。
ἀνάγκη ἄρα ἐλαχίστους εἶναι φίλους τῷ ἄριστα ζῶντι, καὶ ἀεὶ ἐλάττους γίνεσθαι, καὶ μὴ σπουδάζειν ὅπως ὦσι φίλοι, ἀλλʼ ὀλιγωρεῖν μὴ μόνον τῶν χρησίμων, ἀλλὰ καὶ εἰς τὸ συζῆν αἱρετῶν.
因而,对于生活得最好的人来说,朋友必然是最少的,而且会越来越少,并且不必热心于交友,而是不仅轻视有用的朋友,甚至轻视那些为了共同生活而值得选择的朋友。
ἀλλὰ μὴν καὶ τότε φανερὸν ἂν εἶναι δόξειεν ὡς οὐ χρήσεως ἕνεκα ὁ φίλος οὐδʼ ὠφελείας, ἀλλὰ διʼ ἀρετὴν φίλος μόνος.
然而,即便在那个时候,似乎也显而易见:朋友并非为了实用或益处,而只有因德性而成的朋友才是真正的朋友。
ὅταν γὰρ μηθενὸς ἐνδεεῖς ὦμεν, τότε τοὺς συναπλαυσομένους ζητοῦσι πάντες, καὶ τοὺς εὖ πεισομένους μᾶλλον ἢ τοὺς ποιήσοντας.
因为当我们毫无匮乏时,那时所有人都会寻找共同享受的人,并且更愿意寻找接受恩惠的人,而不是施予恩惠的人。
ἀμείνω δʼ ἔχομεν κρίσιν αὐτάρκεις ὄντες ἢ μετʼ ἐνδείας, ὅτε μάλιστα τῶν συζῆν ἀξίων δεόμεθα φίλων.
而且我们在自足时比在匮乏时拥有更好的判断力,而在自足时,我们最需要那些值得与之共同生活的的朋友。
περὶ δὲ τῆς ἀπορίας ταύτης σκεπτέον, μή ποτε τὸ μέν τι λέγεται καλῶς, τὸ δὲ λανθάνει διὰ τὴν παραβολήν.
然而,关于这个疑难我们必须考虑,是否某一部分说得对,而另一部分却因为这种类比而被我们忽视了。
δῆλον δὲ λαβοῦσι τί τὸ ζῆν τὸ κατʼ ἐνέργειαν, καὶ ὡς τέλος.
如果我们把握了什么是现实活动中的生命,以及它是如何作为目的的,这一点就会变得清晰。
φανερὸν οὖν ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ γνωρίζειν, ὥστε καὶ τὸ συζῆν τὸ συναισθάνεσθαι καὶ τὸ συγγνωρίζειν ἐστίν.
因此,显而易见,生命就是感觉和认识,因而共同生活也就是共同感觉和共同认识。
ἔστι δὲ τὸ αὑτοῦ αἰσθάνεσθαι καὶ τὸ αὑτὸν γνωρίζειν αἱρετώτατον ἑκάστῳ, καὶ διὰ τοῦτο τοῦ ζῆν πᾶσιν ἔμφυτος ἡ ὄρεξις· τὸ γὰρ ζῆν δεῖ τιθέναι γνῶσιν τινά.
而感觉自身和认识自身对每个人来说都是最值得选择的,也正因为如此,对生命的渴望是所有人天生固有的;因为必须将生命规定为某种认识。
εἰ οὖν τις ἀποτέμοι καὶ ποιήσειε τὸ γινώσκειν αὐτὸ καθʼ αὑτὸ καὶ μὴ (ἀλλὰ τοῦτο μὲν λανθάνει, ὥσπερ ἐν τῷ λόγῳ γέγραπται, τῷ μέντοι πράγματι ἔστι μὴ λανθάνειν), οὐθὲν ἂν διαφέροι ἢ τὸ γινώσκειν ἄλλον ἀνθʼ αὑτοῦ· τὸ δʼ ὅμοιον τοῦ ζῆν ἀνθʼ αὑτοῦ ἄλλον.
因此,如果有人将认识本身剥离开来,使其独立存在而不包含对自身的认识(虽然这一点如对话录中所写的那样被忽视了,但在实际事物中它是有可能不被忽视的),这与认识他人以代替认识自己毫无区别;而这无异于由他人来代替自己生活。
εὐλόγως δὴ τὸ ἑαυτοῦ αἰσθάνεσθαι καὶ γνωρίζειν αἱρετώτερον.
因此,感觉并认识自身是更值得选择的,这显然是合理的。
δεῖ γὰρ ἅμα συνθεῖναι δύο ἐν τῷ λόγῳ, ὅτι τε τὸ ζῆν αἱρετόν, καὶ ὅτι τὸ ἀγαθόν, καὶ ἐκ τούτων ὅτι τὸ αὐτὸ τοῖς ὑπάρχειν τὴν τοιαύτην φύσιν.
因为在论证中必须同时结合两点:生命是值得选择的,以及生命是善的;并由此得出,使这样一种本性属于他们自身也是同样值得选择的。
εἰ οὖν ἐστιν ἀεὶ τῆς τοιαύτης συστοιχίας ἡ ἑτέρα ἐν τῇ τοῦ αἱρετοῦ τάξει, καὶ τὸ γνωστὸν καὶ τὸ αἰσθητόν ἐστιν ὡς ὅλως εἰπεῖν τῷ κοινωνεῖν τῆς ὡρισμένης φύσεως· ὥστε τὸ αὑτοῦ βούλεσθαι αἰσθάνεσθαι τὸ αὑτὸν εἶναι τοιονδὶ βούλεσθαι ἐστίν.
因此,如果在这类对立系列中,其中一侧总是处于值得选择的行列,而可知的和可感的东西总的来说也是通过分享被规定的本性而处于这一行列;那么,希望感觉自身,也就是希望自己成为这样一类存在。
ἐπεὶ οὖν οὐ κατʼ αὐτούς ἐσμεν ἕκαστον τούτων, ἀλλὰ κατὰ μετάληψιν τῶν δυνάμεων ἐν τῷ αἰσθάνεσθαι ἢ γνωρίζειν (αἰσθανόμενος μὲν γὰρ αἰσθητὸς γίνεται ταύτῃ καὶ κατὰ τοῦτο, καθὰ πρότερον αἰσθάνεται, καὶ ᾗ καὶ οὗ, γνωστὸς δὲ γινώσκων)· ὥστε διὰ τοῦτο καὶ ζῆν ἀεὶ βούλεται, ὅτι βούλεται ἀεὶ γνωρίζειν, τοῦτο δὲ ὅτι αὐτὸς εἶναι τὸ γνωστόν.
那么,既然我们并非凭借自身成为这些活动中的每一个,而是通过在感觉或认识中分享这些能力(因为通过感觉,一个人在这一方面和这一限度内,按照他先前感觉的方式和对象,自身也变成了被感觉者;而通过认识,认识者也变成了被认识者);因而,由于这个原因,人也总是希望生活,因为他总是希望认识,而这又是因他希望自己成为被认识的对象。
τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν· τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον;
的确,选择共同生活在某种程度上对于考察者来说似乎显得有些愚蠢(首先,关于其他动物也共有的那些共同活动,例如共同进食或共同饮水;因为如果去掉了言语,这些事情是在近处发生还是在远处发生,又有什么区别呢?
ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον· ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε· μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δʼ ὁ φίλος, ἡ δʼ ὁμοιότης φιλία)·
此外,即使是分享随便的谈话也是另一类同样的事情;同时,对于自足的朋友来说,既不可能教,也不可能学;因为在学习时,学习者自身并没有达到应有的状态,而在朋友教导时另一人也未达到,而相似性才是友爱)。
ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν φίλων κοινωνοῦμεν, καθʼ ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας.
然而,事实显然并非如此,我们在与朋友一起分享善好事物时总是感到更加快乐,只要这是每个人分内的事,且是他能达到的最好限度;而在这些事物中,有人分享肉体快乐,有人分享音乐静观,有人则分享哲学。
καὶ τὸ ἅμα δεῖ εἶναι τῷ φίλῳ.
而且还必须与朋友在一起。
διό φησι "μόχθος οἱ τηλοῦ φίλοι", ὥστʼ οὐ δεῖ γενέσθαι ἀπʼ ἀλλήλων τούτου γινομένου.
因此有人说:“远方的朋友是累赘”,所以在这种共享发生时,彼此不应分离。
ὅθεν καὶ ὁ ἔρως δοκεῖ φιλίᾳ ὅμοιον εἶναι· τοῦ γὰρ συζῆν ὀρέγεται ὁ ἐρῶν, ἀλλʼ οὐχ ᾗ μάλιστα δεῖ, ἀλλὰ κατʼ αἴσθησιν.
由此,情爱似乎也与友爱相似;因为恋爱中的人渴望共同生活,但不是以最应有的方式,而是以感觉的方式。
ὁ μὲν τοίνυν λόγος ἐκεῖνά φησι διαπορῶν, τὸ δʼ ἔργον οὕτω φαίνεται γινόμενον, ὥστε δῆλον ὅτι παρακρούεταί πως ἡμᾶς ὁ διαπορῶν.
那么,论证在提出疑难时说了那些话,而实际事实似乎又是这样发生的,因而很明显,提出疑难的论证在某种程度上误导了我们。
σκεπτέον ἔνθεν τἀληθές.
我们必须探讨真理何在。
ὁ γὰρ φίλος βούλεται εἶναι, ὥσπερ ἡ παροιμία φησίν, ἄλλος Ἡρακλῆς, ἄλλος αὐτός.
因为如谚语所说,朋友想要成为 “另一个赫拉克勒斯”,也就是“另一个自己”。
διέσπασται δὲ καὶ χαλεπὸν τὰ ἐφʼ ἑνὸς γενέσθαι· ἀλλὰ κατὰ μὲν τὴν φύσιν τὸ συγγενέστατον, κατὰ δὲ τὸ σῶμα ὅμοιος ἕτερος, ἄλλος δὲ κατὰ τὴν ψυχήν, καὶ τούτων κατὰ μόριον ἕτερος ἕτερον.
但是,在一个人身上实现的那些特征被分割开了,且很难让它们全都归于一人;然而,就本性而言,最亲近的是一人;就身体而言,相似的是另一人;就灵魂而言,又是另一人;而在这些部分中,更是各有不同。