§7.11περὶ δὲ τοῦ ἀγαθοῦ καὶ κατʼ ἀρετὴν φίλου, σκεπτέον πότερον δεῖ ἐκείνῳ τὰ χρήσιμα ὑπηρετεῖν καὶ βοηθεῖν ἢ τῷ ἀντιποιοῦντι καὶ δυναμένῳ.
至于好人以及合乎德性的朋友,应当考虑是必须向那个人提供有用的服务并给予帮助,还是向提出同等要求且有能力的人。
τοῦτο δὲ τὸ αὐτὸ πρόβλημα ἐστί, πότερον τὸν φίλον ἢ τὸν σπουδαῖον εὖ ποιητέον μᾶλλον.
这和以下是同一个问题:应当更多地善待朋友,还是善待优秀的人。
ἂν μὲν γὰρ ὁ φίλος καὶ σπουδαῖος, ἴσως οὐ λίαν χαλεπόν, ἂν μή τις τὸ μὲν αὐξήσῃ τὸ δὲ ταπεινώσῃ, φίλον μὲν σφόδρα ποιῶν, ἐπιεικῆ δὲ ἠρέμα· εἰ δὲ μή, πολλὰ προβλήματα γίνεται, οἷον εἰ ὃ μὲν ἦν, οὐκ ἔσται δέ, ὃ δὲ ἔσται, οὔπω δέ, ἢ ὃ μὲν ἐγένετο, ἔστι δʼ οὔ, ὃ δὲ ἔστιν, οὐκ ἦν δὲ οὐδὲ ἔσται, ἀλλʼ ἐκεῖνο ἐργωδέστερον.
因为如果朋友同时也是优秀的人,这也许并不会太困难,除非有人夸大一方面而贬低另一方面,把他说成是非常亲密的朋友,却只是稍微有些体面;否则,就会产生许多问题,例如,如果一方过去是,但将来不是,而另一方将来是,但现在还不是;或者一方曾成为朋友,但现在不是,而另一方现在是,但过去不是且将来也不是;然而那个问题更加棘手。
μὴ γάρ τι λέγει Εὐριπίδης, ποιήσας
"
λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις,
ἔργον δʼ ἐκεῖνος ἔργον ὃς παρέσχετο.
难道欧里庇得斯在写下以下诗句时,不是说得有些道理吗? “作为言语的公正回报,你可以带来言语;但对于提供行动的人,他应当得到行动。
"
καὶ οὐ πάντα δεῖ τῷ πατρί, ἀλλʼ ἔστιν ἄλλʼ ἃ δεῖ τῇ μητρί· καίτοι βελτίων ὁ πατήρ.
” 而且并不是所有东西都应该给父亲,而是有些别的东西应该给母亲,尽管父亲更为优越。
οὐδὲ γὰρ τῷ Διὶ πάντα θύεται, οὐδʼ ἔχει πάσας τὰς τιμὰς ἀλλὰ τινάς·
因为即使是宙斯,也不是所有的祭品都献给他,他也没有拥有一切荣誉,而只是拥有其中的一部分。
ἴσως οὖν ἔστιν ἃ δεῖ τῷ χρησίμῳ, ἄλλα δὲ τῷ ἀγαθῷ.
因此,也许有些东西应当给有用的朋友,而另一些东西应当给好的朋友。
οἷον οὐχ εἰ σῖτον δίδωσι καὶ τὰ ἀναγκαῖα, καὶ συζῆν τούτῳ δεῖ· οὐδʼ ᾧ τοίνυν τὸ συζῆν, τούτῳ ἃ μὴ οὗτος δίδωσιν, ἀλλὰ χρήσιμος.
例如,如果有人给予食物和必需品,并不意味着必须与此人共同生活;同样,对于应当与之共同生活的人,也不必给予此人未提供、而应当由有用的朋友提供的东西。
ἀλλʼ οἳ τοῦτο ποιοῦντες τούτῳ πάντα τῷ ἐρωμένῳ διδόασιν οὐ δέον, οὐδενός εἰσιν ἄξιοι.
但是,那些这样做、且在不应当的时候把一切都给所爱之人的人,是毫无价值的。
καὶ οἱ ἐν τοῖς λόγοις ὅροι τῆς φιλίας πάντες μέν πώς εἰσι φιλίας, ἀλλʼ οὐ τῆς αὐτῆς.
而在论说中关于友爱的种种定义,在某种意义上说都是友爱的定义,但并不是同一种友爱的定义。
τῷ μὲν γὰρ χρησίμῳ τὸ βούλεσθαι τὰ κείνῳ ἀγαθὰ καὶ τῷ εὖ ποιήσαντι καὶ τῷ ὁποῖος δεῖ (οὐ γὰρ ἐπισημαίνει οὗτος ὁ ὁρισμὸς τῆς φιλίας), ἄλλῳ δὲ τὸ εἶναι καὶ ἄλλῳ τὸ συζῆν, τῷ δὲ καθʼ ἡδονὴν τὸ συναλγεῖν καὶ συγχαίρειν·
因为对于有用的朋友、对于恩人、以及对于应当成为的那种人(因为这个关于友爱的定义并没有特别标明是哪一种),其定义是希望那个人得到善好;而对于另一种朋友则是希望其存在,对于再一种朋友则是共同生活,而对于基于快乐的朋友则是同甘共苦。
πάντες δʼ οὗτοι οἱ ὅροι κατὰ φιλίαν μὲν λέγονται τινά, οὐ πρὸς μίαν δʼ οὐδείς.
所有这些定义确实都是针对某种友爱而言的,但没有一个定义是单单针对单一一种友爱的。
διὸ πολλοὶ εἰσί, καὶ ἕκαστος μιᾶς εἶναι δοκεῖ φιλίας, οὐκ ὤν, οἷον ἡ τοῦ εἶναι προαίρεσις.
因此,定义有很多,每一个似乎都属于单一的一种友爱,但实际上并非如此,例如选择对方的存在。
καὶ γὰρ ὁ καθʼ ὑπεροχὴν καὶ ποιήσας εὖ βούλεται τῷ ἔργῳ τῷ αὑτοῦ ὑπάρχειν, καὶ τῷ δόντι τὸ εἶναι δεῖ καὶ ἀνταποδιδόναι, ἀλλὰ συζῆν οὐ τούτῳ, ἀλλὰ τῷ ἡδεῖ.
因为在优越地位上并施予恩惠的人,也希望自己的工作存在;而对于给予了自己存在的人,我们也应当给予回报。 但是,我们不应当与此人共同生活,而应当与快乐的朋友共同生活。
ἀδικοῦσιν οἱ φίλοι ἀλλήλους ἔνιοι· τὰ γὰρ πράγματα μᾶλλον, ἀλλʼ οὐ φιλοῦσι τὸν ἔχοντα·
有些朋友彼此伤害;因为他们更爱财物,而不爱拥有这些财物的人。
διὸ φιλεῖ κἀκείνους οἷον διότι ἡδὺς τὸν οἶνον εἵλετο, καὶ ὅτι χρήσιμος τὸν πλοῦτον εἵλετο· χρησιμώτερος γάρ.
因此,他爱那些人,就像因为红酒好喝而选择它,或者因为财富有用而选择它一样;因为财富更有用。
διὸ οὐ δεῖ ἀγανακτεῖν, ὥσπερ ἂν εἰ μᾶλλον εἵλετο ἀντὶ ἥττονος.
因此,不应当感到愤怒,就像如果有人选择更好的东西而放弃较差的东西一样。
οἳ δʼ ἐγκαλοῦσιν· ἐκεῖνον γὰρ νῦν ζητοῦσι τὸν ἀγαθόν, πρότερον ζητήσαντες τὸν ἡδὺν ἢ τὸν χρήσιμον.
但是,他们却在抱怨;因为他们现在追求的是那个好的朋友,而先前追求的却是快乐的朋友或有用的朋友。