§7.10#3ἡ μὲν οὖν πολιτικὴ βλέπει εἰς τὴν ὁμολογίαν καὶ εἰς τὸ πρᾶγμα, ἡ δʼ ἠθικὴ εἰς τὴν προαίρεσιν.
因此,政治的[友爱]着眼于协定与交易的实物,而道德的[友爱]着眼于选择。
ὥστε καὶ δίκαιον τοῦτο μᾶλλον ἐστί, καὶ δικαιοσύνη φιλική.
因而这也更加公正,且是友爱的正义。
αἴτιον δὲ τοῦ μάχεσθαι, διότι καλλίων μὲν ἡ ἠθικὴ φιλία, ἀναγκαιοτέρα δὲ ἡ χρησίμη.
而争吵的原因在于,虽然道德的友爱更为高尚,但有用性的友爱更为必要。
οἳ δʼ ἄρχονται μὲν ὡς οἱ ἠθικοὶ φίλοι καὶ διʼ ἀρετὴν ὄντες· ὅταν δʼ ἄντικρυς ᾖ τι τῶν ἰδίων, δῆλοι γίνονται ὅτι ἕτεροι ἦσαν.
他们开始时仿佛是道德的朋友,且是因为德性而相交;但一旦私利显露出来,他们就显然表现出他们本来是另一种人。
ἐκ περιουσίας γὰρ διώκουσιν οἱ πολλοὶ τὰ καλόν· διὸ καὶ τὴν καλλίω φιλίαν.
因为大多数人是因为有余裕才追求高尚的事物,因而也追求那更高尚的友爱。
ὥστε φανερὸν πῶς διαιρετέον περὶ τούτων.
因此,关于这些事情应当如何区分是显而易见的。
εἰ μὲν γὰρ ἠθικοὶ φίλοι, εἰς τὴν προαίρεσιν βλεπτέον εἰ ἴση, καὶ οὐθὲν ἄλλο ἀξιωτέον θατέρῳ παρὰ θατέρου· εἰ δʼ ὡς χρήσιμοι καὶ πολιτικοί, ὡς ἂν ἐλυσιτέλει ὁμολογοῦσιν·
因为如果是道德的朋友,就应该看其选择是否平等,且一方不应对另一方要求更多;但如果是作为有用的和政治的朋友,他们就应当按照其能获利的方式进行协定。
ἂν δʼ ὃ μὲν φῇ ὧδε ὃ δὲ ἐκείνως, οὐ καλὸν μὲν ἀντιποιῆσαι, δέον τοὺς καλοὺς λέγειν λόγους, ὁμοίως δὲ καὶ ἐπὶ θατέρου, ἀλλʼ ἐπεὶ οὐ διείποντο ὡς ἠθικῶς, δεῖ κρίνειν τίνα, μηδʼ ὑποκρινόμενον μηδέτερον αὐτῶν ἐξαπατᾶν.
然而,如果一方声称是这样,而另一方声称是那样,虽然不当抗辩并不体面,本应当说些好听的话,而对方也是如此,但由于他们起初并没有像道德之友那样明确约定,因此必须由某人来裁决,且谁也不应当通过伪装来欺骗对方。
ὥστε δεῖ στέργειν αὐτὸν τὴν τύχην.
因此,他必须安于自己的境遇。
ὅτι δʼ ἐστὶν ἡ ἠθικὴ κατὰ προαίρεσιν, δῆλον, ἐπεὶ κἂν εἰ μεγάλα παθὼν μὴ ἀποδῴη διʼ ἀδυναμίαν, ἀλλʼ ὡς ἠδύνατο, καλῶς· καὶ ὁ θεὸς ἀνέχεται κατὰ δύναμιν λαμβάνων τὰς θυσίας.
至于道德的[友爱]是基于选择的,这是显而易见的。 因为即使一个受到巨大恩惠的人,因无能为力而无法偿还,而只是尽其所能地偿还,那也是高尚的;就连神明也乐于接受在其能力范围之内的祭品。
ἀλλὰ τῷ πωλοῦντι οὐχ ἱκανῶς ἕξει, ἂν μὴ φήσῃ δύνασθαι πλέον δοῦναι, οὐδὲ τῷ δανείσαντι.
但是对于卖主来说,如果买主说自己无法支付更多,这并不能让他满意,对于债主也是如此。
πολλὰ ἐγκλήματα γίνεται ἐν ταῖς φιλίαις τοῖς μὴ κατʼ εὐθυωρίαν, καὶ τὸ δίκαιον ἰδεῖν οὐ ῥᾴδιον.
在非对等(非同质)的友爱中会产生许多指责,要看出正义并非易事。
χαλεπὸν γὰρ μετρῆσαι ἑνὶ τῷδε τὸ μὴ κατʼ εὐθυωρίαν, οἷον συμβαίνει ἐπὶ τῶν ἐρωτικῶν.
因为很难用一个单一的标准来衡量非同质的事物,正如在恋爱关系中经常发生的那样。
ὃ μὲν γὰρ διώκει ὡς ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δʼ ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον· ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται), καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς.
因为一方视对方为快乐的伴侣并追求共同生活,而另一方有时则视对方为有用之人;而当爱情停止时,随着一方改变,另一方也随之改变,这时他们便锱铢必较。 这就像皮同与潘美尼斯的争执,以及老师与学生之间的争执(因为知识和金钱不能用同一个标准来衡量),又像医生希罗迪科斯对待只付微薄报酬的人,以及弦琴弹奏者与国王之间的争执。
ὃ μὲν γὰρ ὡς ἡδεῖ, ὃ δʼ ὡς χρησίμῳ ὡμίλει· ὃ δʼ ἐπεὶ ἔδει ἀποδιδόναι, αὐτὸν αὑτὸν ὡς ἡδὺν ἐποίησεν, καὶ ἔφη, ὥσπερ ἐκεῖνον ᾄσαντα εὐφρᾶναι, οὕτω καὶ αὐτὸς ὑποσχόμενος ἐκείνῳ.
因为一方与对方相交是因其快乐,另一方则是因其有用;而到了该给回报的时候,后者却把自己表现得像是提供快乐的人,并说,正如前者唱歌让他感到愉悦一样,他自己通过许下诺言也让对方感到了愉悦。
ὅμως δὲ φανερὸν καὶ ἐνταῦθα πῶς γνωριστέον·
然而在此处,如何进行判定也是显而易见的。
ἑνὶ μὲν γὰρ μετρητέον καὶ ἐνταῦθʼ, ἀλλʼ οὐχ ὅρῳ, ἀλλὰ λόγῳ· τῷ ἀνάλογον γὰρ μετρητέον, ὥσπερ καὶ ἡ πολιτικὴ μετρεῖται κοινωνία.
因为在这里也必须用一个尺度来衡量,但不是通过确定的界限,而是通过比例;必须用比例关系来衡量,正如政治共同体被衡量一样。
πῶς γὰρ κοινωνήσει γεωργῷ σκυτοτόμος, εἰ μὴ τῷ ἀνάλογον ἰσασθήσεται τὰ ἔργα;
因为如果他们的劳动成果不按比例均等化,鞋匠如何能与农夫进行交易呢?
τοῖς δὲ μὴ κατʼ εὐθυωρίαν τὸ ἀνάλογον μέτρον, οἷον εἰ ὃ μὲν σοφίαν δοῦναι ἐγκαλεῖ, ὃ δʼ ἐκείνῳ ἀργύριον, τῇ σοφίᾳ πρὸς τὸ πλούσιον, εἶτα τί δοθὲν πρὸς ἑκάτερον.
对于非同质的交易,比例便是衡量的尺度——例如,若一方抱怨给予了智慧,而另一方则给予了金钱,那么就是智慧对财富的比例,然后是每一方所给予的东西对各自的比例。
εἰ γὰρ ὃ μὲν τοῦ ἐλάττονος ἥμισυ ἔδωκεν, ὃ δὲ τοῦ μείζονος μὴ πολλοστὸν μέρος, δῆλον ὅτι οὗτος ἀδικεῖ.
因为如果一方给予了较小之物的二分之一,而另一方给予较大之物的份额甚至不足其极小的一部分,显然此人就是不公正的。
ἔστι δὲ κἀνταῦθα ἐν ἀρχῇ ἀμφισβήτησις, ἂν φῇ ὃ μὲν ὡς χρησίμους συνελθεῖν αὐτούς, ὃ δὲ μή, ἀλλʼ ὡς κατʼ ἄλλην τινὰ φιλίαν.
但在此处,最初也会有争执,如果一方声称他们是因为有用性而结合在一起,而另一方否认这一点,声称是基于其他某种友爱。