§7.10#2ἡ δὲ κατʼ ἴσα φιλία ἐστὶν ἡ πολιτική.
而在平等基础上的友爱则是政治友爱。
ἡ δὲ πολιτική ἐστι μὲν κατὰ τὸ χρήσιμον, καὶ ὥσπερ αἱ πόλεις ἀλλήλαις φίλαι, οὕτω καὶ οἱ πολῖται, καὶ ὁμοίως
"
οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας
"
καὶ οἱ πολῖται, ὅταν μὴ χρήσιμοι ἀλλήλοις, ἀλλʼ ἐκ χειρὸς εἰς χεῖρα ἡ φιλία·
政治友爱固然是基于有用性的,正如城邦之间互为朋友,公民之间也是如此;同样地,正如所谓 “雅典人不再认识麦加拉人”,公民们在彼此不再有用时也是如此,而其友爱变成了手手相付的交易。
ἔστι δὲ ἐνταῦθα καὶ ἄρχον καὶ ἀρχόμενον οὔτε τὸ φυσικὸν οὔτε τὸ βασιλικόν, ἀλλὰ τὸ ἐν τῷ μέρει, οὐδὲ τούτου ἕνεκα ὅπως εὖ ποιῇ ὁ θεός, ἀλλʼ ἵνα ἴσον ᾖ τοῦ ἀγαθοῦ καὶ τῆς λειτουργίας.
在这里也有统治者和被统治者,但既不是自然的那种,也不是君主的那种,而是轮流担任的;这也不是为了神赐予恩惠,而是为了使利益与奉仕达到对等。
κατʼ ἰσότητα δὴ βούλεται εἶναι ἡ πολιτικὴ φιλία.
因此,政治友爱旨在基于平等。
ἔστι δὲ τῆς χρησίμου φιλίας εἴδη δύο, ἣ μὲν νομικὴ ἣ δʼ ἠθική.
而基于有用性的友爱有两种:一种是法定的,另一种是道德的。
βλέπει δʼ ἡ μὲν πολιτικὴ εἰς τὸ ἴσον καὶ εἰς τὸ πρᾶγμα, ὥσπερ οἱ πωλοῦντες καὶ οἱ ὠνούμενοι.
其中,[法定的]政治友爱着眼于对等和交易的实物,就像买者和卖者一样。
διὸ εἴρηται
"
μισθὸς ἀνδρὶ φίλῳ.
因此有说:“给朋友以报酬。
"
ὅταν μὲν οὖν καθʼ ὁμολογίαν ᾖ ἡ πολιτικὴ αὕτη φιλία, νομική· ὅταν δʼ ἐπιτρέπωσιν αὐτοῖς, ἠθικὴ βούλεται εἶναι φιλία καὶ ἑταιρική.
” 因此,当这种政治友爱是基于协定时,它就是法定的;而当他们信赖彼此(付诸信任)时,它则旨在成为道德的和同伴的友爱。
διὸ μάλιστα ἔγκλημα ἐν ταύτῃ τῇ φιλίᾳ· αἴτιον δʼ ὅτι παρὰ φύσιν.
因此,在这种友爱中指责最多;原因在于它违反了自然。
ἕτεραι γὰρ φιλίαι ἡ κατὰ τὸ χρήσιμον καὶ ἡ κατὰ τὴν ἀρετήν· οἳ δʼ ἀμφότερα βούλονται ἅμα ἔχειν, καὶ ὁμιλοῦσι μὲν τοῦ χρησίμου ἕνεκα, ἠθικὴν δὲ ποιοῦσιν ὡς ἐπιεικεῖς, διὸ ὡς πιστεύοντες οὐ νομικὴν ποιοῦσιν.
因为基于有用性的友爱与基于德性的友爱是不同的;但他们想要同时拥有两者,虽然为了有用性而交往,却为了显得体面而使其表现为道德的友爱,因此,他们仿佛出于信任而不使其成为法定的。
ὅλως μὲν γὰρ ἐν τῇ χρησίμῃ τῶν τριῶν πλεῖστα ἐγκλήματα (ἡ μὲν γὰρ ἀρετὴ ἀνέγκλητον, οἱ δʼ ἡδεῖς ἔχοντες καὶ δόντες ἀπαλλάττονται· οἱ δὲ χρήσιμοι οὐκ εὐθὺς διαλύονται, ἂν μὴ νομικῶς καὶ ἑταιρικῶς προσφέρωνται)· ὅμως δὲ τῆς χρησίμου ἡ νομικὴ ἀνέγκλητος.
因为总体来说,在三种友爱中,基于有用性的友爱中指责最多(因为德性是无可非议的,而为了快乐的人在索取与给予之后便分手;但有用的人如果不以法定和同伴的方式相待,就不会立即解决);然而,在基于有用性的友爱中,法定的那一种是无可非议的。
ἔστι δʼ ἡ μὲν νομικὴ διάλυσις πρὸς νόμισμα (μετρεῖται γὰρ τούτῳ τὸ ἴσον), ἡ δʼ ἠθικὴ ἑκούσιος.
而法定的解决是针对货币进行的(因为等价是用货币衡量的),而道德的解决则是自愿的。
διὸ ἐνιαχοῦ νόμος ἐστὶ τοῖς οὕτως ὁμιλοῦσι φιλικῶς μὴ εἶναι δίκας τῶν ἑκουσίων συναλλαγμάτων, ὀρθῶς· τοῖς γὰρ ἀγαθοῖς οὐ πέφυκε δίκαιον εἶναι, οἳ δʼ ὡς ἀγαθοὶ καὶ πιστοὶ συναλλάττουσιν.
因此,在某些地方有一条法律,规定对于以这种友好方式交往的人,不设关于自愿交易的诉讼,这是正确的;因为对于善人而言,诉讼的正义本非其本性,而他们是作为善良和可信赖的人进行交易的。
ἔστι δὲ ἐν ταύτῃ τῇ φιλίᾳ τὰ ἐγκλήματα ἀμφιβάλλοντα αὐτοῖς ἀμφότερα, πῶς ἑκάτερος ἐγκαλεῖ, ὅταν ἠθικῶς ἀλλὰ μὴ νομικῶς πιστεύσωσιν.
但在这种友爱中,当他们基于道德而非法律予以信任时,由于双方各自如何提出指责,指责对双方而言都是存在分歧的。
καὶ ἔχει δὴ ἀπορίαν ποτέρως δεῖ κρίνειν τὸ δίκαιον, πότερα πρὸς τὸ πρᾶγμα βλέποντα τὸ ὑπηρετηθὲν, πόσον, ἢ ποῖον ἦν τῷ πεπονθότι.
这确实带来了一个难题,即应当如何判定正义:是着眼于所提供的帮助,看其大小,还是看其对接受者而言是什么样的事物。
ἐνδέχεται γὰρ ὅπερ λέγει Θέογνις· "
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
因为确实可能发生西奥格尼斯所说的情况:“女神啊,这对你而言是微不足道的,但对我而言却很重大。
"
ἐνδέχεται δὲ καὶ τοὐναντίον γενέσθαι, ὥσπερ ἐν τῷ λόγῳ, σοὶ μὲν παιδιὰν τοῦτʼ εἶναι, ἐμοὶ δὲ θάνατον.
”反之亦然,正如俗语所说: “这对你而言是玩笑,对我而言却是死亡。
ἐντεῦθεν δʼ εἴρηται τὰ ἐγκλήματα.
”由此,据说产生了各种指责。
ὃ μὲν γὰρ ἀξιοῖ ἀντιπαθεῖν ὡς μέγα ὑπηρετήσας, ὅτι δεομένῳ ἐποίησιν, ἤ τι ἄλλο τοιοῦτο, λέγων πρὸς τὴν ἐκείνου ὠφέλειαν πόσον ἠδύνατο, ἀλλʼ οὐ τί ἦν αὐτῷ· ὃ δὲ τοὐναντίον ὅσον ἐκείνῳ, ἀλλʼ οὐχ ὅσον αὐτῷ.
因为一方因提供了巨大的服务而要求对等的回报,理由是他在对方急需时提供了帮助,或诸如此类,他指的是对对方的益处,即这能产生多大效果,而不是这对自己来说是什么;而另一方相反,主张它对那人而言是多少,而不是对自己而言是多少。
ὁτὲ δὲ καὶ μεταλαμβάνων καὶ ἀμφιβάλλει. ὃ μὲν γὰρ ὅσον αὐτῷ μικρὸν ἀπέβη, ὃ δʼ ὅσον αὐτῷ μέγα ἐδύνατο, οἷον εἰ κινδυνεύσας δραχμῆς ἄξιον ὠφέλησεν, ὃ μὲν τὸ τοῦ κινδύνου μέγεθος ὃ δὲ τὸ τοῦ ἀργυρίου, ὥσπερ ἐν τῇ τῶν νομισμάτων ἀποδόσει. καὶ γὰρ ἐνταῦθα περὶ τούτων ἡ ἀμφισβήτησις·
有时,交换立场也会产生争议;因为一方会说这对自己而言结果多么微小,而另一方则说这对自己而言产生的作用多么巨大——例如,若有人冒着危险提供了价值一德拉克马的帮助,一方主张危险的巨大,另一方则主张金额的大小,正如在偿还货币时一样。
ὃ μὲν γὰρ ἀξιοῖ πῶς τότʼ ἦν, ὃ δὲ πῶς νῦν, ἂν μὴ διείπωνται.
因为在那个问题上关于这些也有争论;因为除非事先说明,否则一方要求按当时的情况,另一方要求按现在的情况。