§3.7σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δʼ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί.
关于性格的其他值得称赞和值得指责的每种事物,也几乎是有些为过度,有些为不足,有些则是伴随感情的中道。
οἷον ὁ φθονερὸς καὶ ἐπιχαιρέκακος.
例如嫉妒的人和幸灾乐祸的人。
καθʼ ἃς γὰρ ἕξεις λέγονται, ὁ μὲν φθόνος τὸ λυπεῖσθαι ἐπὶ τοῖς κατʼ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλʼ ὁ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις.
因为根据这些状态,他们被如此称呼:嫉妒是对那些按照价值而境遇良好的人感到痛苦,而幸灾乐祸者的感情在同一方向上是无名的,但拥有这种感情的人是显而易见的,即对违背价值的厄运感到快乐。
μέσος δὲ τούτων ὁ νεμεσητικός, καὶ ὃ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δʼ ἐπὶ ταῖς ἀξίαις· διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν.
介于这两者之间的是抱有义愤的人,以及古人所称的“义愤”(涅墨西斯),即对违背价值的厄运和好运感到痛苦,而对符合价值的境遇感到快乐;因此,人们也认为涅墨西斯是一位神。
αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως· ὁ μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, ὁ δὲ πάσης ὁμοίως καταπλήξ, ὁ δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων.
羞耻(温良)是无耻和过度畏缩的中道;因为不顾及任何名声的人是无耻的,而同样顾及所有名声的人是过度畏缩的,而顾及那些显为体面之人的名声的人则是知耻的。
φιλία δὲ μεσότης ἔχθρας καὶ κολακείας· ὁ μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, ὁ δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, ὁ δὲ μὴ πρὸς ἅπασαν ἡδονὴν μήτʼ ἀκολουθῶν μήτʼ ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος.
友谊是敌意和谄媚的中道;因为凡事轻易顺从欲望与之交往的人是谄媚者,而对一切都表示反对的人是可恶的,至于既不顺从也不反对每种快乐、而是朝着显为最善的方向而行的人,则是朋友。
σεμνότης δὲ μεσότης αὐθαδείας καὶ ἀρεσκείας· ὁ μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, ὁ δὲ πάντα πρὸς ἄλλον ἢ καὶ πάντων ἐλάττων ἄρεσκος, ὁ δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός.
庄重(气品)是孤傲和迎合的中道;因为全然不顾他人而生活且轻视他人的人是孤傲的,而凡事迎合他人甚至在所有人面前都自贬的人是迎合者,至于在某些事上如此、在某些事上不如此,且对有价值的人采取这种态度的人,则是庄重的。
ὁ δὲ ἀληθὴς καὶ ἁπλοῦς, ὃν καλοῦσιν αὐθέκαστον, μέσος τοῦ εἴρωνος καὶ ἀλαζόνος.
而真实且率直的人,即人们所称的“实事求是者”,是虚饰(自我谦逊)者和吹嘘(大言壮语)者之间的中道。
ὁ μὲν γὰρ ἐπὶ τὰ χείρω καθʼ αὑτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων, ὁ δʼ ἐπὶ τὰ βελτίω ἀλαζών, ὁ δʼ ὡς ἔχει, ἀληθὴς καὶ καθʼ Ὅμηρον πεπνυμένος· καὶ ὅλως ὃ μὲν φιλαλήθης, ὃ δὲ φιλοψευδής.
因为非因无知而对自己往坏处说谎的人是虚饰者,而往好处说谎的人是吹嘘者,至于如实说话的人则是真实的,且如荷马所言是“聪慧的”;总体而言,前者是热爱真理者,后者是热爱谎言者。
ἔστι δὲ καὶ ἡ εὐτραπελία μεσότης, καὶ ὁ εὐτράπελος μέσος τοῦ ἀγροίκου καὶ δυστραπέλου καὶ τοῦ βωμολόχου.
机知也是一种中道,而机知的人是介于粗俗的人与下流的小丑之间的中道。
ὥσπερ γὰρ περὶ τροφὴν ὁ σικχὸς τοῦ παμφάγου διαφέρει τῷ ὃ μὲν μηθὲν ἢ ὀλίγα καὶ χαλεπῶς προσίεσθαι, ὃ δὲ πάντα εὐχερῶς, οὕτω καὶ ὁ ἄγροικος ἔχει πρὸς τὸν φορτικὸν καὶ βωμολόχον· ὃ μὲν γὰρ οὐθὲν γελοῖον ἀλλὰ χαλεπῶς προσίεται, ὃ δὲ πάντα εὐχερῶς καὶ ἡδέως.
因为正如在食物方面,偏食者与杂食者的区别在于,前者不接受或只接受极少且勉强接受食物,而后者轻易接受一切,粗俗的人对粗俗小丑的态度也是如此;因为前者不接受任何笑料,或者极勉强地接受,而后者则轻易且愉快地接受一切。
δεῖ δʼ οὐδέτερον, ἀλλὰ τὰ μὲν τὰ δὲ μή, καὶ κατὰ τὸν λόγον· οὗτος δʼ εὐτράπελος.
但人不应该采取这两种态度,而应该接受某些、不接受某些,并且按照理性而行;这样的人就是机知的人。
ἡ δʼ ἀπόδειξις ἡ αὐτή· ἥ τε γὰρ εὐτραπελία ἡ τοιαύτη, καὶ μὴ ἣν μεταφέροντες λέγομεν, ἐπιεικεστάτη ἕξις, καὶ ἡ μεσότης ἐπαινετή, τὰ δʼ ἄκρα ψεκτά.
证明也是相同的;因为这样一种机知(而非我们在比喻意义上所说的机知)是一种极好的状态,其中道是值得赞扬的,而两极是值得指责的。
οὔσης δὲ διττῆς τῆς εὐτραπελίας (ἣ μὲν γὰρ ἐν τῷ χαίρειν ἐστι τῷ γελοίῳ καὶ τῷ εἰς αὐτόν, ἐὰν ᾖ τοιονδί, ὧν ἓν καὶ τὸ σκῶμμα ἐστίν, ἣ δʼ ἐν τῷ δύνασθαι τοιαῦτα πορίζεσθαι), ἕτεραι μέν εἰσιν ἀλλήλων, ἀμφότεραι μέντοι μεσότητες.
由于机知是双重的,(一是在于对笑料感到快乐,甚至是对自己的笑料,只要它是属于此类性质的,嘲弄就是其中之一;二是在于能够制作此类笑料),这两者虽然彼此不同,但都是中道。
καὶ γὰρ τὸν δυνάμενον τοιαῦτα πορίζεσθαι ἐφʼ ὅσοις ἡσθήσεται ὁ εὖ κρίνων, κἂν εἰς αὐτὸν ᾖ τὸ γελοῖον, μέσος ἔσται τοῦ φορτικοῦ καὶ τοῦ ψυχροῦ.
因为一个能够制作出善于判断者会感到快乐的笑料的人,即使这笑料是针对他自己的,他也将是介于粗俗者和冷漠(无趣)者之间的人。
ὁ δʼ ὅρος οὗτος βελτίων ἢ τὸ μὴ λυπηρὸν εἶναι τὸ λεχθὲν τῷ σκωπτομένῳ ὄντι ὁποιῳοῦν· μᾶλλον γὰρ δεῖ τῷ ἐν μεσότητι ὄντι ἀρέσκειν· οὗτος γὰρ κρίνει εὖ.
而这个定义,要比“所说的话不对被嘲笑者(无论他是谁)造成痛苦”更好;因为更应该取悦于处于中道的人,因为他能做出好的判断。
πᾶσαι δʼ αὗται αἱ μεσότητες ἐπαινεταὶ μέν, οὐκ εἰσὶ δʼ ἀρεταί, οὐδʼ αἱ ἐναντίαι κακίαι· ἄνευ προαιρέσεως γάρ.
然而,所有这些中道虽然值得赞扬,但并不是德性,相反的两极也不是恶德;因为它们是没有经过选择的。
ταῦτα δὲ πάντʼ ἐστὶν ἐν ταῖς τῶν καθημάτων διαιρέσεσιν· ἕκαστον γὰρ αὐτῶν πάθος τι ἐστίν.
所有这些都属于感情的划分;因为它们中的每一个都是某种感情。
διὰ δὲ τὸ φυσικὰ εἶναι εἰς τὰς φυσικὰς συμβάλλεται ἀρετάς· ἔστι γάρ, ὥσπερ λεχθήσεται ἐν τοῖς ὕστερον, ἑκάστη πως ἀρετὴ καὶ φύσει καὶ ἄλλως μετὰ φρονήσεως.
但由于它们是自然(天生)的,所以它们有助于自然的德性;因为正如后面将要谈到的,每种德性在某种意义上既由于自然而存在,又在另一种意义上伴随着明智而存在。
ὁ μὲν οὖν φθόνος εἰς ἀδικίαν συμβάλλεται (πρὸς γὰρ ἄλλον αἱ πράξεις αἱ ἀπʼ αὐτοῦ) καὶ ἡ νέμεσις εἰς δικαιοσύνην, ἡ αἰδὼς εἰς σωφροσύνην, διὸ καὶ ὁρίζονται ἐν τῷ γένει τούτῳ τὴν σωφροσύνην· ὁ δʼ ἀληθὴς καὶ ψευδὴς ὃ μὲν ἔμφρων, ὃ δʼ ἄφρων.
因此,嫉妒有助于不义(因为源于它的行为是针对他人的),而义愤有助于正义,羞耻有助于节制(因此人们也在这个属中定义节制);至于真实的人和虚伪的人,前者是明智的,后者是愚蠢的。
ἔστι δʼ ἐναντιώτερον τοῖς ἄκροις τὸ μέσον ἢ ἐκεῖνα ἀλλήλοις, διότι τὸ μὲν μετʼ οὐδετέρου γίνεται αὐτῶν, τὰ δὲ πολλάκις μετʼ ἀλλήλων καί εἰσιν ἐνίοτε οἱ αὐτοὶ θρασύδειλοι, καὶ τὰ μὲν ἄσωτοι τὰ δὲ ἀνελεύθεροι, καὶ ὅλως ἀνώμαλοι κακῶς.
中道与两极之间的对立,要比两极彼此之间的对立更强烈,因为中道不与它们中的任何一方共存,而两极却常常彼此共存,有时同一些人既蛮勇又胆怯,在某些方面挥霍而在另一些方面吝啬,总之是极其不均匀的。
ὅταν μὲν γὰρ καλῶς ἀνώμαλοι ὦσιν, οἱ μέσοι γίγνονται· ἐν τῷ μέσῳ γὰρ ἐστί πως τὰ ἄκρα.
因为当他们是好的不均匀时,就会变成中道;因为在某种意义上,两极都存在于中道之中。
αἱ δὲ ἐναντιώσεις οὐ δοκοῦσιν ὑπάρχειν τοῖς ἄκροις πρὸς τὸ μέσον ὁμοίως ἀμφότεραι, ἀλλʼ ὁτὲ μὲν καθʼ ὑπερβολὴν ὁτὲ δὲ κατʼ ἔλλειψιν.
然而,对立并不被认为同样存在于两极与中道之间,而是有时在过度上更强烈,有时在不足上更强烈。
αἴτια δὲ τά τε πρῶτα ῥηθέντα δύο, ὀλιγότης τε, οἷον τῶν πρὸς τὰ ἡδέα ἀναισθήτων, καὶ ὅτι ἐφʼ ὃ ἁμαρτάνομεν μᾶλλον, τοῦτο ἐναντιώτερον εἶναι δοκεῖ· τὸ δὲ τρίτον, ὅτι τὸ ὁμοιότερον ἧττον ἐναντίον φαίνεται, οἷον πέπονθε τὸ θράσος πρὸς τὸ θάρσος καὶ ἀσωτία πρὸς ἐλευθεριότητα.
其原因在于最先提到的两点,即稀缺性(例如对令人快乐的事物无感觉的人),以及我们更容易向其犯错的方向似乎更具有对立性;第三点是,更相似的事物看起来较少对立,例如蛮勇对勇敢、挥霍对慷慨所具有的关系。
περὶ μὲν οὖν τῶν ἄλλων ἀρετῶν τῶν ἐπαινετῶν εἴρηται σχεδόν· περὶ δὲ δικαιοσύνης ἤδη λεκτέον.
因此,关于其他值得赞扬的德性,已经大致谈完了;现在必须谈谈正义。