Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §3.6

豪奢的德性与重大支出中的合宜中道

第 30 段,共 53 段 · 希腊语

内容简介

讨论大器(豪奢)的德性,指出它是重大支出中的中道,并与小器和虚荣炫耀进行了对比,同时解释了合宜的具体标准。

§3.6ἔστι δὲ καὶ ὁ μεγαλοπρεπὴς οὐ περὶ τὴν τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν· ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν.
此外,大器(豪奢)的人也不是关于随意的行为和选择,而是关于支出,除非我们在比喻的意义上使用这个词;而没有支出,大器就不存在。
τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, ὁ δὲ κόσμος οὐκ ἐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλʼ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν.
因为合宜是在于装饰,而装饰并非源于随意的开销,而是在于超出必需之物的程度。
ὁ δὴ ἐν μεγάλῃ δαπάνῃ τοῦ πρέποντος μεγέθους προαιρετικός, καὶ τῆς τοιαύτης μεσότητος καὶ ἐπὶ τῇ τοιαύτῃ ἡδονῇ ὀρεκτικός, μεγαλοπρεπής.
因此,在重大支出中选择合宜规模,并渴望这种中道和这种快乐的人,才是大器的人。
ὁ δʼ ἐπὶ τὸ μεῖζον καὶ παρὰ μέλος, ἀνώνυμος· οὐ μὴν ἀλλʼ ἔχει τινὰ γειτνίασιν, οὓς καλοῦσί τινες ἀπειροκάλους καὶ σαλάκωνας.
而偏向于过度且不协调的人,则是无名的;然而,他与一些人所谓的“无品味者”和“虚荣炫耀者”有某种邻近性。
οἷον εἰ εἰς γάμον δαπανῶν τις τοῦ ἀγαπητοῦ, πλούσιος ὤν, δοκεῖ πρέπειν ἑαυτῷ τοιαύτην κατασκευὴν οἷον ἀγαθοδαιμονιστὰς ἑστιῶντι, οὗτος μὲν μικροπρεπής, ὁ δὲ τοιούτους δεχόμενος ἐκείνως μὴ δόξης χάριν μηδὲ διʼ ἐξουσίαν ὅμοιος τῷ σαλάκωνι, ὁ δὲ κατʼ ἀξίαν καὶ ὡς ὁ λόγος, μεγαλοπρεπής· τὸ γὰρ πρέπον κατʼ ἀξίαν ἐστίν· οὐθὲν γὰρ πρέπει τῶν παρὰ τὴν ἀξίαν.
例如,如果某人在为所爱之人的婚礼支出时,虽然富有,却认为提供像款待阿加托斯·戴蒙宴会成员那样的设备对自己是合宜的,此人就是小器。 相反,那些以那样的[豪华]方式接待此类[普通]客人(但并非为了名声或权势)的人,则类似于虚荣炫耀者。 然而,按照价值并如理性所指引而行的人,才是大器的人;因为合宜是按照价值而定的,违背价值的事物没有一个是合宜的。
δεῖ δὲ πρέπον εἶναι (καὶ γὰρ τοῦ πρέποντος κατʼ ἀξίαν καὶ πρέπον) καὶ περὶ ὃ (οἷον περὶ οἰκέτου γάμον ἕτερον τὸ πρέπον καὶ περὶ ἐρωμένου) καὶ αὐτῷ, εἴπερ ἐπὶ τοσοῦτον ἢ τοιοῦτον, οἷον τὴν θεωρίαν οὐκ ᾤετο Θεμιστοκλεῖ πρέπειν, ἣν ἐποιήσατο Ὀλυμπίαζε, διὰ τὴν προϋπάρξασαν ταπεινότητα, ἀλλὰ Κίμωνι.
而且它必须是合宜的——因为合宜确实是按照价值且合宜的——既关于其所关涉的对象(例如,仆人的婚礼合宜是一回事,所爱之人的合宜则是另一回事),也关于其自身,只要它是达到如此数量或如此性质的;例如,人们认为地米斯托克利前往奥林匹亚所作的朝圣使团,由于他之前的卑微地位,对他是不合宜的,而对基蒙则是合宜的。
ὁ δʼ ὅπως ἔτυχεν ἔχων πρὸς τὴν ἀξίαν οὐθεὶς τούτων.
至于那些对价值采取随意态度的人,则不属于其中任何一类。
καὶ ἐπʼ ἐλευθεριότητος ὡσαύτως· ἔστι γάρ τις οὔτʼ ἐλευθέριος οὔτʼ ἀνελεύθερος.
关于慷慨也是一样;因为存在着既非慷慨也非吝啬的人。

词汇与语法注释

  1. 1233a34κόσμῳ — 此处的 κόσμος 并非指通常意义上的“秩序”或“宇宙”,而是指与支出相关的“装饰”或“华丽陈设”。因为上下文探讨的是通过财产支出(δαπάνη)所实现的社会地位或礼仪的美感与合宜(πρέπον)。
  2. 1233b3ἀγαθοδαιμονιστάς — “阿加托斯·戴蒙宴会成员”是指举行非常简朴且廉价的共餐会的人(共餐俱乐部成员)。在婚礼这样允许(或要求)奢侈的重大公共场合,如果试图以这种极度简朴、私密的聚会规模来应付,这就是富人被批评为“小器”(μικροπρεπής)的原因。
  3. 1233b4τοιούτους δεχόμενος ἐκείνως — τοιούτους(此类客人)指的是前句中像“阿加托斯·戴蒙宴会成员”那样简朴或普通身份的人,而 ἐκείνως(以那种方式)则是指适合婚礼的极为奢华的方式。也就是说,它描述了一个以不成比例的过度奢华来款待普通客人的人,这就是为什么他被指出类似于超出中道的“虚荣炫耀者(σαλάκων)”。
  4. 1233b8δεῖ δὲ πρέπον εἶναι — 这个句子极其凝练,后续的 καὶ περὶ ὃ ... 和 καὶ αὐτῷ ... 都由连词 καί 并列,提出了某事要达到合宜(πρέπον)所需的三个相关条件:(1)符合价值,(2)符合所涉对象,(3)符合当事者自身。

引用这一段

亚里士多德, 尤德谟伦理学 §3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。