Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §3.5#1

大志的定义与对真正荣誉的追求

第 28 段,共 53 段 · 希腊语

内容简介

本节结合其性质及与其他德性的关系,对器量(大志)的特有属性进行了界定。指出器量大者以伟大的方式拥有一切德性,他们对大众的舆论不以为意,而唯独追求真正伟大的荣誉。

§3.5#1περὶ δὲ μεγαλοψυχίας ἐκ τῶν τοῖς μεγαλοψύχοις ἀποδιδομένων δεῖ διορίσαι τὸ ἴδιον.
关于器量,我们必须根据归于器量大的人们的特征来界定其特有属性。
ὥσπερ γὰρ καὶ τὰ ἄλλα ἃ κατὰ τὴν γειτνίασιν καὶ ὁμοιότητα μέχρι του λανθάνει πόρρω προϊόντα, καὶ περὶ τὴν μεγαλοψυχίαν ταὐτὸ συμβέβηκεν.
因为正如其他事物由于邻近和相似而在某种程度上不被察觉、但继续深入时就显现出差异一样,关于器量也发生了同样的事情。
διὸ ἐνίοτε οἱ ἐναντίοι τοῦ αὐτοῦ ἀντιποιοῦνται, οἷον ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ αὐθάδης τῷ σεμνῷ καὶ ὁ θρασὺς τῷ ἀνδρείῳ· εἰσὶ γὰρ καὶ περὶ ταὐτὰ καὶ ὅμοροι μέχρι τινός, ὥσπερ ὁ ἀνδρεῖος ὑπομενετικὸς κινδύνων καὶ ὁ θρασύς, ἀλλʼ ὃ μὲν ὧδε ὃ δʼ ὧδε· ταῦτα δὲ διαφέρει πλεῖστον.
因此,有时相反的人会争夺同一种品质,例如挥霍者争夺慷慨者,独断者争夺庄严者,以及鲁莽者争夺勇敢者;因为它们关涉相同的事物,并在某种程度上接壤,就像勇敢的人能够忍受危险,鲁莽的人也是如此,但一者是以这种方式,另一者是以那种方式;而这些差异最大。
λέγομεν δὲ τὸν μεγαλόψυχον κατὰ τὴν τοῦ ὀνόματος προσηγορίαν, ὥσπερ ἐν μεγέθει τινὶ ψυχῆς καὶ δυνάμεως.
我们根据这一名称的称呼来说“器量大的人”,就好像是在某种心灵与力量的伟大之中。
ὥστε καὶ τῷ σεμνῷ καὶ τῷ μεγαλοπρεπεῖ ὅμοιος εἶναι δοκεῖ, ὅτε καὶ πάσαις ταῖς ἀρεταῖς ἀκολουθεῖν φαίνεται.
因此,他也似乎与庄严者和豪奢者相似,因为局势也显现出他伴随有一切德性。
καὶ γὰρ τὸ ὀρθῶς κρῖναι τὰ μεγάλα καὶ μικρὰ τῶν ἀγαθῶν ἐπαινετόν.
因为正确地判定好事物之中的大者与小者是值得赞扬的。
δοκεῖ δὲ ταῦτʼ εἶναι μεγάλα, ἃ διώκει ὁ τὴν κρατίστην ἔχων ἕξιν περὶ τὰ τοιαῦτʼ εἶναι ἡδέα.
而在这些令人愉快的事物中,凡是持有关于此类事物之最优秀品质的人所追求的,就被认为是伟大的。
ἡ δὲ μεγαλοψυχία κρατίστη· κρίνει δʼ ἡ περὶ ἕκαστον ἀρετὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ὀρθῶς, ἅπερ ὁ φρόνιμος ἂν κελεύσειε καὶ ἡ ἀρετή, ὥστε ἕπεσθαι αὐτῇ πάσας τὰς ἀρετάς, ἢ αὐτὴν ἕπεσθαι πάσαις.
而器量是最好的状态;并且关涉每种事物的德性都能正确地判定较大者与较小者,这些也正是明智的人和德性所命令的,因此一切德性都伴随着它,或者它伴随着一切德性。
ἔτι δοκεῖ μεγαλοψύχου εἶναι τὸ καταφρονητικὸν εἶναι.
此外,被看作轻视者似乎是器量大者的特征。
ἑκάστη δʼ ἀρετὴ καταφρονητικοὺς ποιεῖ τῶν παρὰ τὸν λόγον μεγάλων, οἷον ἀνδρεία κινδύνων (μέγα γὰρ οἴεται εἶναι τῶν αἰσχρῶν, καὶ πλῆθος οὐ πᾶν φοβερόν), καὶ σώφρων ἡδονῶν μεγάλων καὶ πολλῶν, καὶ ἐλευθέριος χρημάτων.
但每种德性都使人轻视那些违背理性的伟大事物,例如勇敢轻视危险(因为勇敢者认为唯有可耻之事才是重大的,而并非所有的多势都是可怕的),节制轻视巨大而繁多的快乐,慷慨轻视财产。
μεγαλοψύχου δὲ δοκεῖ τοῦτο διὰ τὸ περὶ ὀλίγα σπουδάζειν, καὶ ταῦτα μεγάλα, καὶ οὐχ ὅτι δοκεῖ ἑτέρῳ τινί, καὶ μᾶλλον ἂν φροντίσειεν ἀνὴρ μεγαλόψυχος, τί δοκεῖ ἑνὶ σπουδαίῳ ἢ πολλοῖς τοῖς τυγχάνουσιν, ὥσπερ Ἀντιφῶν ἔφη πρὸς Ἀγάθωνα κατεψηφισμένος τὴν ἀπολογίαν ἐπαινέσαντα.
这被看作是器量大者的特征,是因为他只对极少数的事情热心,而且这些是重大的事情,并且不是因为别人觉得它们重大,并且一个器量大的人更在乎一个优秀的人怎么看,而不是许多碰巧遇到的普通人怎么看,正如安提丰对赞扬他辩护词的阿加同所说的那样,当时安提丰已被判有罪。
καὶ τὸ ὀλίγωρον τοῦ μεγαλοψύχου μάλιστʼ εἶναι πάθος ἴδιον.
并且,不经意似乎最是器量大者的特有态度。
πάλιν περὶ τιμῆς καὶ τοῦ ζῆν καὶ πλούτου, περὶ ὧν σπουδάζειν δοκοῦσιν οἱ ἄνθρωποι, οὐθὲν φροντίζειν περὶ τῶν ἄλλων πλὴν περὶ τιμῆς.
再次,关于人们似乎都热衷的名誉、生命和财富,除了名誉之外,他对其他事物毫不关心。
καὶ λυπηθήσοιτʼ ἂν ἀτιμαζόμενος καὶ ἀρχόμενος ὑπὸ ἀναξίου.
并且如果受到侮辱以及被不配的人统治,他会感到痛苦。
καὶ χαίρει μάλιστα τυγχάνων.
而在获得名誉时他最感到高兴。
οὕτω μὲν οὖν δόξειεν ἂν ἐναντίως ἔχειν· τῷ γὰρ εἶναί τε μάλιστα περὶ τιμὴν καὶ καταφρονητικὸν εἶναι τῶν πολλῶν δόξης οὐχ ὁμολογεῖσθαι.
这样看来,他似乎处于相反的状况之中;因为既最关切名誉,又轻视大众的舆论,这两者似乎并不协调。
δεῖ δὴ τοῦτο διορίσαντας εἰπεῖν.
因而,我们必须在对此做出区分之后再进行讨论。
ἔστι γὰρ τιμὴ καὶ μικρὰ καὶ μεγάλη διχῶς.
因为名誉有小的也有大的,且有两种意义。
ἢ γὰρ τῷ ὑπὸ πολλῶν τῶν τυχόντων ἢ τῷ ὑπὸ τῶν ἀξίων λόγου, καὶ πάλιν τῷ ἐπὶ τίνι ἡ τιμὴ διαφέρει.
也就是说,名誉的区别要么在于它是来自许多碰巧遇到的普通人、还是来自值得重视的人,要么在于因何事而获得名誉。
μεγάλη γὰρ οὐ τῷ πλήθει τῶν τιμώντων οὐδὲ τῷ ποιῷ μόνον, ἀλλὰ καὶ τῷ τιμίαν εἶναι·
因为伟大的名誉不仅在于敬重者的人数,也不仅在于敬重者的品质,而且还在于其本身就是尊贵的。
τῇ ἀληθείᾳ δὲ καὶ ἀρχαὶ καὶ τἆλλα ἀγαθὰ τίμια καὶ ἄξια σπουδῆς ταῦτα ὅσα μεγάλα ἀληθῶς ἐστίν, ὥστε καὶ ἀρετὴ οὐδεμία ἄνευ μεγέθους·
在真实情况下,统治权和其他好事物中凡是真正伟大的,也都是尊贵的、值得热切追求的,因此没有任何德性是没有伟大的。
διὸ δοκοῦσι μεγαλοψύχους ποιεῖν ἑκάστη, περὶ ὅ ἐστιν ἑκάστη αὐτῶν, ὥσπερ εἴπομεν.
因此,正如我们所说,每种德性在它自身所关涉的领域中,似乎都会使人变得器量大。

词汇与语法注释

  1. 1232a21πόρρω προϊόντα — 与关系从句 `ἃ ... λανθάνει` 相联系的分词短语,表示条件或对比性的情况(“当进一步发展时”)。它表达了虽然在邻近时无法区分,但随着其发展,差异便显现出来,这一句式在所有语言中均作了统一的翻译。
  2. 1232a33περὶ τὰ τοιαῦτʼ εἶναι ἡδέα — 不定式 `εἶναι` 连接了 `τὰ τοιαῦτα`(此类事物)与 `ἡδέα`(令人愉快的),表示“关于此类事物是令人愉快的”或“关于作为令人愉快的事物”。在所有语言中,均统一将其解释为修饰“持有关于此类(愉快)事物之最优秀品质的人”。
  3. 1232b14τῷ γὰρ εἶναί τε μάλιστα... — 由表示原因的与格冠词 `τῷ` 引导的不定式从句(`εἶναί τε ... καὶ ... εἶναι`),解释了主句不定式 `οὐχ ὁμολογεῖσθαι`(不协调/不一致)的原因或依据。该结构说明了为什么“极度重视荣誉”与“轻视大众舆论”这双重特征看起来是自相矛盾的,所有语言均反映了这一因果关系。

引用这一段

亚里士多德, 尤德谟伦理学 §3.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:3.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。