Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §3.3-3.4

关于愤怒的温和与关于财富的慷慨

第 27 段,共 53 段 · 希腊语

内容简介

本文讨论了温和、暴躁与奴性,指出温和是它们之间的中庸。此外,还将慷慨定义为关于财产获取与支出的中庸,并对其次两极——挥霍与吝啬的具体属种进行了分类。

§3.3τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος· καὶ γὰρ τὸν πρᾶον περὶ λύπην τὴν ἀπὸ θυμοῦ γιγνομένην ὁρῶμεν ὄντα, τῷ πρὸς ταύτην ἔχειν πώς.
同样地,我们也必须理解关于温和与暴躁(严厉)的情况;因为我们看到温和的人关涉由愤怒引起的痛苦,这是因为他对这种痛苦持有一种特定的态度。
διεγράψαμεν δὲ καὶ ἀντεθήκαμεν τῷ ὀργίλῳ καὶ χαλεπῷ καὶ ἀγρίῳ (πάντα γὰρ τὰ τοιαῦτα τῆς αὐτῆς ἐστι διαθέσεως) τὸν ἀνδραποδώδη καὶ τὸν ἀνόητον.
我们曾将奴性的人和愚蠢的人并列,并与易怒的、暴躁的和野蛮的人(因为所有这些都属于同一种品质)相对置。
σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδʼ ἐφʼ ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας.
因为人们几乎最常把那些在应当发怒的事上也不动怒、反而轻易受辱且对轻蔑表现得卑躬屈膝的人称为这样的人。
ἔστι γὰρ ἀντικείμενον τῷ μὲν ταχὺ τὸ μόλις, τῷ δʼ ἠρέμα τὸ σφόδρα, τῷ δὲ πολὺν χρόνον τὸ ὀλίγον λυπεῖσθαι ταύτην τὴν λύπην ἣν καλοῦμεν θυμόν.
因为,对于“迅速”,相反的是“艰难”;对于“平缓”,相反的是“猛烈”;对于“长时间”,相反的是“短时间” 承受我们称为愤怒的这种痛苦。
ἐπεὶ δʼ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἴπομεν, καὶ ἐνταῦθʼ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις (ὁ μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, ὁ καὶ θᾶττον καὶ μᾶλλον πάσχων καὶ πλείω χρόνον καὶ ὅτʼ οὐ δεῖ καὶ ὁποίοις οὐ δεῖ καὶ ἐπὶ πολλοῖς, ὁ δʼ ἀνδραποδώδης τοὐναντίον), δῆλον ὅτι ἔστι τις καὶ ὁ μέσος τῆς ἀνισότητος.
既然正如我们在其他情况下所说的那样,这里也存在着过度与不足(因为暴躁的人就是这样的人:他动怒更迅速、更强烈、时间更长、在不应当的时候、对不应当的人以及对许多事情,而奴性的人则相反),显然在不均等之中也存在着某种中庸的人。
ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς ἡ μέση τούτων ἕξις· οὔτε γὰρ προτερεῖ οὔθʼ ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται.
既然那两种品质都是错误的,显然它们之间的中庸品质是适度的;因为它既不超前,也不落后,既不对不应当的人发怒,也不对应当的人不发怒。
ὥστʼ ἐπεὶ καὶ πραότης ἡ βελτίστη ἕξις περὶ ταῦτα τὰ πάθη ἐστίν, εἴη καὶ ἡ πραότης μεσότης τις, καὶ ὁ πρᾶος μέσος τοῦ χαλεποῦ καὶ τοῦ ἀνδραποδώδους.
因此,既然温和是关涉这些情感的最优品质,温和也将是一种中庸,而温和的人就是暴躁者与奴性者之间的中介。
§3.4ἔστι δὲ καὶ ἡ μεγαλοψυχία καὶ ἡ μεγαλοπρέπεια καὶ ἡ ἐλευθεριότης μεσότητες.
而且器量、豪奢和慷慨也是中庸。
ἡ μὲν ἐλευθεριότης περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν.
慷慨是关于财产的获取与支出的。
ὁ μὲν γὰρ κτήσει μὲν πάσῃ μᾶλλον χαίρων ἢ δεῖ, ἀποβολῇ δὲ πάσῃ λυπούμενος μᾶλλον ἢ δεῖ ἀνελεύθερος, ὁ δʼ ἀμφότερα ἧττον ἢ δεῖ ἄσωτος, ὁ δʼ ἄμφω ὡς δεῖ ἐλευθέριος.
因为,凡是对任何获取都比应当感到的更快乐,而对任何支出都比应当感到的更痛苦的人,就是吝啬的;而对这两者都比应当感到的更少的人,就是挥霍的;对这两者都如应当的那样的人,就是慷慨的。
τοῦτο δὲ λέγω τὸ ὡς δεῖ, καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων, τὸ ὡς ὁ λόγος ὁ ὀρθός.
而对于这些以及其他情况,我所说的“如应当的那样”,是指如正确理性所指示的那样。
ἐπεὶ δʼ ἐκεῖνοι μέν εἰσιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, ὅπου δὲ ἔσχατα εἰσί, καὶ μέσον, καὶ τοῦτο βέλτιστον, ἓν δὲ περὶ ἕκαστον τῷ εἴδει τὸ βέλτιστον· ἀνάγκη καὶ τὴν ἐλευθεριότητα μεσότητα εἶναι ἀσωτίας καὶ ἀνελευθερίας περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν.
既然那些人处于过度与不足之中,而在有两极的地方也必有中庸,且这是最好的,而关于每种事物的最好的东西在物种上只有一个,那么慷慨也必然是关于财产的获取与支出上,挥霍与吝啬之间的中庸。
διχῶς δὲ τὰ χρήματα λέγομεν καὶ τὴν χρηματιστικήν.
我们说“财产”和“理财术”有两种含义。
ἣ μὲν γὰρ καθʼ αὑτὸ χρῆσις τοῦ κτήματος ἐστίν, οἷον ὑποδήματος ἢ ἱματίου, ἣ δὲ κατὰ συμβεβηκὸς μέν, οὐ μέντοι οὕτως ὡς ἂν εἴ τις σταθμῷ χρήσαιτο τῷ ὑποδήματι, ἀλλʼ οἷον ἡ πώλησις καὶ ἡ μίσθωσις· χρῆται γὰρ ὑποδήματι.
因为一种是财产自身的直接使用,例如鞋子或衣服的使用;另一种则是偶然的使用,但并不是像有人把鞋子当作秤砣来用那样,而是像出售和出租;因为他也是在使用鞋子。
ὁ δὲ φιλάργυρος ὁ περὶ τὸ νόμισμά ἐστιν ἐσπουδακώς, τὸ δὲ νόμισμα τῆς κτήσεως ἀντὶ τῆς κατὰ συμβεβηκὸς χρήσεως ἐστίν·
而贪财者是那对钱币极为热心的人,而钱币是作为获取财产的偶然使用的替代物。
ὁ δʼ ἀνελεύθερος ἂν εἴη καὶ ἄσωτος περὶ τὸν κατὰ συμβεβηκὸς τρόπον τοῦ χρηματισμοῦ, καὶ γὰρ ἐπὶ τοῦ κατὰ φύσιν χρηματισμοῦ τὴν αὔξησιν διώκει· ὁ δʼ ἄσωτος ἐλλείπει τῶν ἀναγκαίων· ὁ δʼ ἐλευθέριος τὴν περιουσίαν δίδωσιν.
吝啬者和挥霍者将关涉理财术的偶然方式,因为即使在自然理财术中,他也在追求财富的增加;但挥霍者缺乏必需品,而慷慨者则给予他的剩余财产。
αὐτῶν δὲ τούτων εἴδη λέγονται διαφέροντα τῷ μᾶλλον καὶ ἧττον περὶ μόρια, οἷον ἀνελεύθερος φειδωλὸς καὶ κίμβιξ καὶ αἰσχροκερδής, φειδωλὸς μὲν ἐν τῷ μὴ προΐεσθαι, αἰσχροκερδὴς δʼ ἐν τῷ ὁτιοῦν προσίεσθαι, κίμβιξ δὲ ὁ σφόδρα περὶ μικρὰ διατεινόμενος, παραλογιστὴς δὲ καὶ ἀποστερητὴς ὁ ἄδικος κατʼ ἀνελευθερίαν.
在这些品质本身中,各种属据称由于在各个部分上的程度不同而有所区别,例如吝啬:有省俭、小气和唯利是图——省俭是在于不肯付出,唯利是图是在于任何利益都接受,小气则是指在极微小的事情上极力争执的人,而虚假结算者和霸占者则是根据吝啬而行不义的人。
καὶ τοῦ ἀσώτου ὡσαύτως λαφύκτης μὲν ὁ ἐν τῷ ἀτάκτως ἀναλίσκειν, ἀλόγιστος δὲ ὁ ἐν τῷ μὴ ὑπομένειν τὴν ἀπὸ λογισμοῦ λύπην.
同样,关于挥霍者:浪费者是在于无秩序地消费的人,而无算计者则是在于无法忍受由算计带来的痛苦的人。

词汇与语法注释

  1. 1231b5τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος — ληπτέον 是表示必要性或义务的动词性形容词(“应当采取/理解”),在此用作表示义务的无人称句。
  2. 1231b18ὁ μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, ὁ καὶ θᾶττον καὶ μᾶλλον πάσχων... — πάσχων 在此指遭受或体验一种被动的情感波动(πάθος),即愤怒。随后的比较级及关系代词从句,具体说明了偏离中庸的各种条件(何时、对谁、因何事)。
  3. 1232a1ἣ δὲ κατὰ συμβεβηκὸς μέν, οὐ μέντοι οὕτως ὡς ἂν εἴ τις σταθμῷ χρήσαιτο τῷ ὑποδήματι — 句式 ὡς ἂν εἴ τις 引入了一个假设性的类比(“正如某人若……那样”)。在解释财产的“偶然使用”时,它将完全偏离其本来用途的使用(如将鞋子用作秤砣)与面向市场的“偶然使用”(如出售或出租)区分开来。
  4. 1232a12φειδωλὸς μὲν ἐν τῷ μὴ προΐεσθαι, αἰσχροκερδὴς δʼ ἐν τῷ ὁτιοῦν προσίεσθαι — 介词 ἐν 与冠词性不定式的结合,表达了每种性格特征所表现出来的“领域”或“方式”。两个动词均为中动语态:προΐεσθαι 意为从自身放手或支出,而 προσίεσθαι 意为接纳或贪图。

引用这一段

亚里士多德, 尤德谟伦理学 §3.3-3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:3.3-3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。