§3.5#2ἀλλʼ ὅμως ἐστί τις παρὰ τὰς ἄλλας ἀρετὰς μία μεγαλοψυχία, ὥσπερ καὶ ἰδίᾳ μεγαλόψυχον τοῦτον λεκτέον τὸν ἔχοντα ταύτην.
然而,在其他德性之外,确实存在着一种独特的器量,正如我们也必须将拥有这种德性的人特称为器量大者。
ἐπεὶ δʼ ἐστὶν ἔνια τῶν ἀγαθῶν τὰ μὲν τίμια τὰ δʼ ὡς διωρίσθη πρότερον, τῶν τοιούτων ἀγαθῶν δὲ τὰ μὲν μεγάλα κατʼ ἀλήθειαν τὰ δὲ μικρά, καὶ τούτων ἔνιοι ἄξιοι καὶ ἀξιοῦσιν αὑτούς, ἐν τούτοις ζητητέος ὁ μεγαλόψυχος.
既然在善事物中,有些是尊贵的,有些是如前所界定的,而在这些善事物中,有些在真实中是伟大的,有些是微小的,并且有些人配得上这些事物,也认为自己配得上,那么就必须在这些人中寻找器量大者。
τετραχῶς δʼ ἀνάγκη διαφέρειν.
这必然在四种方式上有所不同。
ἔστι μὲν γὰρ ἄξιον εἶναι μεγάλων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δὲ μικρὰ καὶ ἄξιόν τινα τηλικούτων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δʼ ἀνάπαλιν πρὸς ἑκάτερα αὐτῶν· ὃ μὲν γὰρ ἂν εἴη τοιοῦτος οἷος ἄξιος ὢν μικρῶν μεγάλων ἀξιοῦν ἑαυτὸν τῶν ἐντίμων ἀγαθῶν, ὃ δὲ ἄξιος ὢν μεγάλων ἀξιοίη ἂν μικρῶν ἑαυτόν.
因为有的人配得上伟大的事物并认为自己配得上它们,有的人配得上微小的、与其相当的事物并认为自己配得上它们,也有与这两者相反的结合;因为一者可能是配得上微小事物却认为自己配得上尊贵善事物中伟大者的人,另一者可能是配得上伟大事物却认为自己只配得上微小事物的人。
ὁ μὲν οὖν ἄξιος μικρῶν, μεγάλων δʼ ἀξιῶν ἑαυτὸν ψεκτός (ἀνόητον γὰρ καὶ οὐ καλὸν τὸ παρὰ τὴν ἀξίαν τυγχάνειν), ψεκτὸς δὲ καὶ ὅστις ἄξιος ὢν ὑπαρχόντων αὐτῷ τῶν τοιούτων μετέχειν μὴ ἀξιοῖ ἑαυτόν· λείπεται δὲ ἐνταῦθα ἐναντίος τούτοις ἀμφοτέροις, ὅστις ὢν ἄξιος μεγάλων ἀξιοῖ αὐτὸς ἑαυτὸν τούτων, καὶ τοιοῦτός ἐστιν οἷος ἀξιοῦν ἑαυτόν.
那么,配得上微小事物却认为自己配得上伟大事物的人是值得非难的(因为违背自身价值去获取是愚蠢且不美好的),而任何配得上分享属于他的这类事物却不认为自己配得上的人,也是值得非难的;此外在这里还留下了与这两者相反的一种人,即配得上伟大事物且自己也认为配得上它们,并且确实是自认配得上的人。
οὗτος ἐπαινετὸς καὶ μέσος τούτων.
此人是值得赞扬的,并且是这两者之中庸。
ἐπεὶ οὖν περὶ τιμῆς αἵρεσιν καὶ χρῆσιν καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐντίμων ἀρίστη ἐστὶ διάθεσις ἡ μεγαλοψυχία, καὶ τοῦτʼ ἀποδίδομεν, καὶ οὐ περὶ τὰ χρήσιμα, τῷ μεγαλοψύχῳ, ἅμα δὲ καὶ ἡ μεσότης αὕτη ἐπαινετωτάτη·
既然器量是关于名誉及其他尊贵善事物的选择和使用的最好状态,而且我们把这一点归于器量大者(而不是关于有用的事物),同时这一中庸又是最值得赞扬的;那么显而易见,器量也应该是一种中庸。
δῆλον ὅτι καὶ ἡ μεγαλοψυχία μεσότης ἂν εἴη, τῶν δʼ ἐναντίων, ὥσπερ διεγράψαμεν, ἡ μὲν ἐπὶ τὸ ἀξιοῦν ἑαυτὸν ἀγαθῶν μεγάλων ἀνάξιον ὄντα χαυνότης (τοὺς τοιούτους γὰρ χαύνους λέγομεν, ὅσοι μεγάλων οἴονται ἄξιοι εἶναι οὐκ ὄντες), ἡ δὲ περὶ τὸ ἄξιον ὄντα μὴ ἀξιοῦν ἑαυτὸν μεγάλων μικροψυχία (μικροψύχου γὰρ εἶναι δοκεῖ, ὅστις ὑπαρχόντων διʼ ἃ δικαίως ἂν ἠξιοῦτο, μὴ ἀξιοῖ μηθενὸς μεγάλου ἑαυτόν), ὥστʼ ἀνάγκη καὶ τὴν μεγαλοψυχίαν εἶναι μεσότητα χαυνότητος καὶ μικροψυχίας.
在相反者中,正如我们所画出的图表那样,在不配得到伟大的善事物时却自认为配得上的,是虚荣(因为我们称这样的人为虚荣者,即那些在不配得到伟大事物时却自认为配得上的人),而在配得上伟大事物时却不认为自己配得上的,是卑屈(因为这似乎属于卑屈者的特征,即虽然拥有那些他可以正当地被认为配得上的条件,却不认为自己配得上任何伟大的事物),因此器量必然也是虚荣与卑屈之间的中庸。
ὁ δὲ τέταρτος τῶν διορισθέντων οὔτε πάμπαν ψεκτὸς οὔτε μεγαλόψυχος, περὶ οὐδὲν ἔχον ὢν μέγεθος· οὔτε γὰρ ἄξιος οὔτε ἀξιοῖ μεγάλων, διὸ οὐκ ἐναντίος.
至于被界定的第四种人,既非完全值得非难,也非器量大者,因为他并不具有任何伟大;他既不配得上也不要求伟大的事物,因此他不是对立面。
καίτοι δόξειεν ἂν ἐναντίον εἶναι τῷ μεγάλων ἀξίῳ ὄντι μεγάλων τὸ μικρῶν ὄντα ἄξιον μικρῶν ἀξιοῦν ἑαυτόν.
然而,对于配得上伟大且要求伟大的人来说,配得上微小且要求微小的人似乎是对立的。
οὐκ ἔστι δʼ ἐναντίος οὔτε τῷ μὴ μεμπτὸς εἶναι (ὡς γὰρ ὁ λόγος κελεύει, ἔχει)· καὶ ὁ αὐτός ἐστι τῇ φύσει τῷ μεγαλοψύχῳ (ὧν γὰρ ἄξιοι, τούτων ἀξιοῦσιν αὑτοὺς ἄμφω)· καὶ ὃ μὲν γένοιτʼ ἂν μεγαλόψυχος (ἀξιώσει γὰρ ὧν ἐστιν ἄξιος), ὁ δὲ μικρόψυχος, ὃς ὑπαρχόντων αὐτῷ μεγάλων κατὰ τιμὴν ἀγαθῶν οὐκ ἀξιοῖ, τί ἂν ἐποίει, εἰ μικρῶν ἄξιος ἦν;
但他并不是对立的,一是因为他是无可指责的(因为他的做法正如理性所命令的那样);而且他在本性上与器量大者是相同的(因为两者都要求自己配得上的东西);并且一者可能成为器量大者(因为他将要求自己配得上的东西),但那个在拥有符合名誉的伟大善事物时却不要求它们的卑屈者,如果他配得上的只是微小的事物,他会怎么做呢?
εἰ γὰρ μεγάλων ἀξιῶν χαῦνος ἦν, ἢ ἐλαττόνων ἔτι.
因为如果他要求伟大的事物,他就是虚荣的,或者在配得上更小事物时。
διὸ καὶ οὐθεὶς ἂν εἴποι μικρόψυχον, εἴ τις μέτοικος ὢν ἄρχειν μὴ ἀξιοῖ ἑαυτόν, ἀλλʼ ὑπείκει· ἀλλʼ εἴ τις εὐγενὴς ὢν καὶ ἡγούμενος μέγα εἶναι τὸ ἄρχειν.
因此,如果一个居留民不认为自己配得上统治而是服从,没有人会说他是卑屈的;但如果一个出身高贵、且认为统治是伟大的人这样做,则会被称为卑屈。