Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §3.2#2

触觉快乐的过度即放纵与作为中庸的节制

第 26 段,共 53 段 · 希腊语

内容简介

亚里士多德论证了野兽的快乐局限于触觉(以及与喉咙相关的味觉),而非视觉、听觉或嗅觉,并确立了放纵关涉这些触觉快乐的过度。他将节制界定为此种过度(放纵)与不足(无感觉)之间的中庸。

§3.2#2περὶ δὲ τὰ τῶν ἄλλων αἰσθητῶν ἡδέα σχεδὸν ὁμοίως ἅπαντα φαίνεται ἀναισθήτως διακείμενα, οἷον περὶ εὐαρμοστίαν ἢ κάλλος.
然而,关于其他感觉对象的快乐事物,几乎所有野兽都同样显得处于无感觉的状态,例如关于和谐或美。
οὐθὲν γάρ, ὅ τι καὶ ἄξιον λόγου, φαίνεται πάσχοντα αὐτῇ τῇ θεωρίᾳ τῶν καλῶν ἢ τῇ ἀκροάσει τῶν εὐαρμόστων, εἰ μή τί που συμβέβηκε τερατῶδες·
因为,仅仅通过对美的事物的观照,或通过对和谐事物的聆听,它们似乎都没有受到任何值得一提的影响,除非或许发生了某种反常的奇异之事。
ἀλλʼ οὐδὲ πρὸς τὰ εὐώδη ἢ δυσώδη· καίτοι τάς γε αἰσθήσεις ὀξυτέρας ἔχουσι πάσας.
而且对于芳香或恶臭的事物也是如此;尽管它们的所有感官实际上都更为敏锐。
ἀλλὰ καὶ τῶν ὀσμῶν ταύταις χαίρουσιν ὅσαι κατὰ συμβεβηκὸς εὐφραίνουσιν, ἀλλὰ μὴ καθʼ αὑτάς.
但是,即使在气味中,它们所喜爱的也只是那些偶然带来愉悦的气味,而不是因其自身。
λέγω δὲ μὴ καθʼ αὑτάς, αἷς ἢ ἐλπίζοντες χαίρομεν ἢ μεμνημένοι, οἷον ὄψων καὶ ποτῶν (διʼ ἑτέραν γὰρ ἡδονὴν ταύταις χαίρομεν, τὴν τοῦ φαγεῖν ἢ πιεῖν), καθʼ αὑτὰς δὲ οἷον αἱ τῶν ἀνθῶν εἰσίν.
我所说的“非因其自身”,是指那些我们因期盼或回忆而喜爱的气味,例如食物和饮料的气味(因为我们喜爱这些气味是由于另一种快乐,即吃或喝的快乐),而“因其自身”则是指如花朵那样的气味。
διὸ ἐμμελῶς ἔφη Στρατόνικος τὰς μὲν καλὸν ὄζειν τὰς δὲ ἡδύ.
因此,斯特拉托尼科斯得体地说道,有些气味闻起来是“美的”,有些则是“甜美的”。
ἐπεὶ καὶ τῶν περὶ τὸ γευστὸν οὐ περὶ πᾶσαν ἡδονὴν ἐπτόηται τὰ θηρία, οὐδʼ ὅσων τῷ ἄκρῳ τῆς γλώττης ἡ αἴσθησις, ἀλλʼ ὅσων τῷ φάρυγγι, καὶ ἔοικεν ἁφῇ μᾶλλον ἢ γεύσει τὸ πάθος.
因为即使在关涉味觉的快乐中,野兽也并非对每种快乐都趋之若鹜,也不是对那些在舌尖上产生感觉的快乐,而是对那些在喉咙中产生感觉的快乐,而这种体验更像是触觉,而不是味觉。
διὸ οἱ ὀψοφάγοι οὐκ εὔχονται τὴν γλῶτταν ἔχειν μακρὰν ἀλλὰ τὸν φάρυγγα γεράνου, ὥσπερ Φιλόξενος ὁ Ἐρύξιδος.
因此,美食家们不祈求拥有一条长舌头,而是祈求拥有像鹤一样的喉咙,正如埃里克西斯之子菲洛克塞诺斯那样。
ὥστε περὶ τὰ ἁπτόμενα, ὡς ἁπλῶς εἰπεῖν, θετέον τὴν ἀκολασίαν.
因此,简单来说,放纵必须被定位于关涉触觉的对象。
ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος περὶ τὰς τοιαύτας ἐστίν.
同样地,放纵的人也是关涉此类事物的。
οἰνοφλυγία γὰρ καὶ γαστριμαργία καὶ λαγνεία καὶ ὀψοφαγία καὶ πάντα τὰ τοιαῦτα περὶ τὰς εἰρημένας ἐστὶν αἰσθήσεις, εἰς ἅπερ μόρια ἡ ἀκολασία διαιρεῖται.
因为酗酒、暴食、好色、美食以及所有此类事物,都是关涉上述感觉的,而这些正是放纵被划分出来的各个部分。
περὶ δὲ τὰς διʼ ὄψεως ἢ ἀκοῆς ἢ ὀσφρήσεως ἡδονὰς οὐθεὶς λέγεται ἀκόλαστος, ἐὰν ὑπερβάλλῃ, ἀλλʼ ἄνευ ὀνείδους τὰς ἁμαρτίας ψέγομεν ταύτας, καὶ ὅλως περὶ ὅσα μὴ λέγονται ἐγκρατεῖς·
然而,关于通过视觉、听觉或嗅觉产生的快乐,即使有人过度,也没有人会被称为放纵,相反,我们在不给予耻辱指责的情况下批评这些错误,总的来说,关于所有人们不被称为“自制”的事物也是如此。
οἱ δʼ ἀκρατεῖς οὐκ εἰσὶν ἀκόλαστοι οὐδὲ σώφρονες.
而无自制力的人既不是放纵的,也不是节制的。
ἀναίσθητος μὲν οὖν, ἢ ὅπως δεῖ ὀνομάζειν, ὁ οὕτως ἔχων ὥστε καὶ ἐλλείπειν ὅσων ἀνάγκη κοινωνεῖν ὡς ἐπὶ τὸ πολὺ πάντας καὶ χαίρειν· ὁ δʼ ὑπερβάλλων ἀκόλαστος.
因此,无感觉的人,或者无论应该怎么称呼他,是指这样一种状态的人:他甚至在几乎所有人必然共同享有并喜爱的那些事物上也有所不足;而过度的人则是放纵的。
πάντες γὰρ τούτοις φύσει τε χαίρουσι, καὶ ἐπιθυμίας λαμβάνουσι, καὶ οὐκ εἰσὶν οὐδὲ λέγονται ἀκόλαστοι (οὐ γὰρ ὑπερβάλλουσι τῷ χαίρειν μᾶλλον ἢ δεῖ τυγχάνοντες καὶ λυπεῖσθαι μᾶλλον ἢ δεῖ μὴ τυγχάνοντες), οὐδʼ ἀνάλγητοι (οὐ γὰρ ἐλλείπουσι τῷ χαίρειν ἢ λυπεῖσθαι, ἀλλὰ μᾶλλον ὑπερβάλλουσιν).
因为所有人天生都喜爱这些,并产生欲望,但他们既不是、也不被称为放纵的(因为他们在得到时并没有比应当享有的更过度地感到快乐,在得不到时也没有比应当承受的更过度地感到痛苦),也不是无痛感的(因为他们并没有在快乐或痛苦上有所不足,反而常常是过度了)。
ἐπεὶ δʼ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις περὶ αὐτά, δῆλον ὅτι καὶ μεσότης, καὶ βελτίστη αὕτη ἡ ἕξις, καὶ ἀμφοῖν ἐναντία.
既然在这些事物上存在着过度和不足,显然也存在着中庸,而这种品质是最好的,并且与两端相反。
ὥστʼ εἰ σωφροσύνη ἡ βελτίστη ἕξις, περὶ ἃ ὁ ἀκόλαστος, ἡ περὶ τὰ ἡδέα τὰ εἰρημένα τῶν αἰσθητῶν μεσότης σωφροσύνη ἂν εἴη, μεσότης οὖσα ἀκολασίας καὶ ἀναισθησίας· ἡ δʼ ὑπερβολὴ ἀκολασία· ἡ δʼ ἔλλειψις ἤτοι ἀνώνυμος ἢ τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη.
因此,如果在放纵者所关涉的事物上,节制是最好的品质,那么关于上述可感觉对象的快乐事物的中庸就应该是节制,它是放纵与无感觉之间的中庸;而其过度就是放纵;而不足要么是无名的,要么是用上述名称来称呼的。
ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας.
但关于快乐的种属更精确的划分,将在后面关于自制与无自制力的讨论中进行。

词汇与语法注释

  1. 1231a1ἅπαντα — 此词作为主语,指代前段末尾出现的“野兽们”,并在语法上与中性复数主格分词 διακείμενα 一致。
  2. 1231a2ὅ τι καὶ ἄξιον λόγου — 与 οὐθέν 一起构成全盘否定(“没有任何值得一提的事物”),其中 καί 起到强调作用。
  3. 1231a8αἷς — 与格关系代词。其先行词是由前文 τῶν ὀσμῶν 引入的阴性复数名词“气味”,其格由支配与格的动词 χαίρομεν 决定。
  4. 1231a13ὅσων — 属格关系代词,指代上下文中的“快乐”,起部分属格的作用。
  5. 1231a31τῷ χαίρειν — 带冠词不定式的与格,表示行为涉及的领域或方面(“在感到快乐方面”)。

引用这一段

亚里士多德, 尤德谟伦理学 §3.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:3.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。