§3.2#1περὶ ποῖα μὲν οὖν ἐστιν ἡ ἀνδρεία μεσότης καὶ τίνων καὶ διὰ τί, καὶ τὰ φοβερὰ τίνα δύναμιν ἔχει, σχεδὸν εἴρηται κατὰ τὴν παροῦσαν ἔφοδον ἱκανῶς·
那么,关于勇敢在什么样的事物上是中庸,在哪些事物之中,以及为了什么,以及可怕的事物具有什么样的力量,根据当前的探讨已经说得差不多足够了。
περὶ δὲ σωφροσύνης καὶ ἀκολασίας μετὰ ταῦτα διελέσθαι πειρατέον.
在这之后,我们必须尝试讨论节制和放纵。
λέγεται δʼ ὁ ἀκόλαστος πολλαχῶς.
不过,“放纵的人”是在多种意义上被谈论的。
ὅ τε γὰρ μὴ κεκολασμένος πως μηδʼ ἰατρευμένος, ὥσπερ ἄτμητος ὁ μὴ τετμημένος, καὶ τούτων ὃ μὲν δυνατός, ὃ δʼ ἀδύνατος·
因为,任何在某种程度上未受惩戒且未受治疗的人都是如此,正如“未切者”是指未被切开的东西一样。 而在这类事物中,一种是能够[受矫正]的,另一种是不能够的。
ἄτμητον γὰρ τό τε μὴ δυνάμενον τμηθῆναι καὶ τὸ δυνατὸν μὲν μὴ τετμημένον δέ.
因为“未切”既指不能被切开的东西,也指能被切开但尚未被切开的东西。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ἀκόλαστον.
以同样的方式,也有“未受矫正(放纵)”之说。
καὶ γὰρ τὸ μὴ πεφυκὸς δέχεσθαι κόλασιν, καὶ τὸ πεφυκὸς μὲν μὴ κεκολασμένον δὲ περὶ ἁμαρτίας, περὶ ἃς ὀρθοπραγεῖ ὁ σώφρων, ὥσπερ οἱ παῖδες· κατὰ ταύτην γὰρ ἀκόλαστοι λέγονται τὴν ἀκοκασίαν.
因为既有天生不接受惩戒的东西,也有天生如此但在节制者正确行动的那些错误上未受惩戒的东西(例如儿童);因为儿童就是根据这种“未受矫正”而被说成是放纵(无纪律)的。
ἔτι δʼ ἄλλον τρόπον οἱ δυσίατοι καὶ οἱ ἀνίατοι πάμπαν διὰ κολάσεως.
而在另一种意义上,是指那些难以通过惩戒治愈或完全不可治愈的人。
πλεοναχῶς δὲ λεγομένης τῆς ἀκολασίας, ὅτι μὲν περὶ ἡδονάς τινας καὶ λύπας εἰσί, φανερόν, καὶ ὅτι ἐν τῷ περὶ ταύτας διακεῖσθαί πως καὶ ἀλλήλων διαφέρουσι καὶ τῶν ἄλλων· διεγράψαμεν δὲ πρότερον πῶς τὴν ἀκολασίαν ὀνομάζοντες μεταφέρομεν.
虽然放纵是在多种意义上被谈论的,但显然它们是关涉某些快乐和痛苦的,并且在对这些事物具有某种状态上,它们既彼此不同,也与其他状态不同;而我们此前已经概括过,我们是如何隐喻性地转用“放纵”这一名称的。
τοὺς δὲ ἀκινήτως ἔχοντας διʼ ἀναισθησίαν πρὸς τὰς αὐτὰς ἡδονὰς οἳ μὲν καλοῦσιν ἀναισθήτους, οἳ δὲ ἄλλοις ὀνόμασι τοιούτους προσαγορεύουσιν.
至于那些由于无感觉而对这些相同的快乐无动于衷的人,有人称其为“无感觉者”,有人则用其他名称称呼这类人。
ἔστι δʼ οὐ πάνυ γνώριμον τὸ πάθος οὐδʼ ἐπιπόλαιον διὰ τὸ πάντας ἐπὶ θάτερον ἁμαρτάνειν μᾶλλον καὶ πᾶσιν εἶναι σύμφυτον τὴν τῶν τοιούτων ἡδέων ἧτταν καὶ αἴσθησιν.
不过,这种状态并不是很广为人知,也不是很常见,因为所有人更倾向于在另一方向上犯错,而且对这类快乐事物的屈服和感知是所有人与生俱来的。
μάλιστα δʼ εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν.
这种人最像喜剧作家们作为“乡下人”带上舞台的那种人,他们甚至在适度或必需的限度内也不接近快乐的事物。
ἐπεὶ δʼ ὁ σώφρων ἐστὶ περὶ ἡδονάς, ἀνάγκη καὶ περὶ ἐπιθυμίας τινὰς αὐτὸν εἶναι.
既然节制者是关涉快乐的,他必然也关涉某些欲望。
δεῖ δὴ λαβεῖν περὶ τίνας.
那么我们必须弄清楚是关涉哪些欲望。
οὐ γὰρ περὶ πάσας οὐδὲ περὶ ἅπαντα τὰ ἡδέα ὁ σώφρων σώφρων ἐστίν, ἀλλὰ τῇ μὲν δόξῃ περὶ δύο τῶν αἰσθητῶν, περί τε τὸ γευστὸν καὶ τὸ ἁπτόν, τῇ δʼ ἀληθείᾳ περὶ τὸ ἁπτόν·
因为节制者并不是在所有的欲望或所有快乐的事物上都是节制的,而是根据意见,是在两种可感觉的对象上,即关于可尝的和可触的对象,但根据真实情况,是在关于可触的对象上。
περὶ γὰρ τὴν διὰ τῆς ὄψεως ἡδονὴν τῶν καλῶν ἄνευ ἐπιθυμίας ἀφροδισίων, ἢ λύπην τῶν αἰσχρῶν, καὶ περὶ τὴν διὰ τῆς ἀκοῆς τῶν εὐαρμόστων ἢ ἀναρμόστων, ἔτι δὲ πρὸς τὰς διʼ ὀσφρήσεως, τάς τε ἀπὸ εὐωδίας καὶ τὰς ἀπὸ δυσωδίας, οὐκ ἔστιν ὁ σώφρων.
因为关于通过视觉对美的事物(但不伴有性欲)的快乐,或对丑的事物的痛苦,以及关于通过听觉对和谐或不和谐事物的快乐或痛苦,此外还有关于通过嗅觉的快乐或痛苦(包括来自芳香的和来自恶臭的),节制者并不关涉。
οὐδὲ γὰρ ἀκόλαστος οὐδεὶς λέγεται τῷ πάσχειν ἢ μὴ πάσχειν.
因为没有任何人是因为对这些事物有感觉或无感觉而被说成是放纵的。
εἰ γοῦν τις ἢ καλὸν ἀνδριάντα θεώμενος ἢ ἵππον ἢ ἄνθρωπον, ἢ ἀκροώμενος ᾄδοντος, μὴ βούλοιτο μήτε ἐσθίειν μήτε πίνειν μήτε ἀφροδισιάζειν, ἀλλὰ τὰ μὲν καλὰ θεωρεῖν τῶν δʼ ᾀδόντων ἀκούειν, οὐκ ἂν δόξειεν ἀκόλαστος εἶναι, ὥσπερ οὐδʼ οἱ κηλούμενοι παρὰ ταῖς Σειρῆσιν.
例如,如果有人在观赏美丽的雕像、马或人,或者在聆听唱歌的人时,既不想吃,不想喝,也不想行房,而只想观赏美丽的事物并聆听唱歌的人,他并不显得是放纵的,正如那些被塞壬迷住的人也不是放纵的一样。
ἀλλὰ περὶ τὰ δύο τῶν αἰσθητῶν ταῦτα, περὶ ἅπερ καὶ τἆλλα θηρία μόνον τυγχάνει αἰσθητικῶς ἔχοντα, καὶ χαίροντα καὶ λυπούμενα, περὶ τὰ γευστὰ καὶ ἁπτά.
相反,仅仅是关于这两个可感觉的对象,关于它们,其他野兽也同样仅具有感官感知,并感到快乐和痛苦,即关于可尝的和可触的对象。