§3.1#3τὰ μὲν οὖν φοβερά, περὶ ὅσα φαμὲν εἶναι τὸν ἀνδρεῖον, εἴρηται δὴ ὅτι τὰ φαινόμενα ποιητικὰ λύπης τῆς φθαρτικῆς· ταῦτα μέντοι πλησίον τε φαινόμενα καὶ μὴ πόρρω, καὶ τοσαῦτα τῷ μεγέθει ὄντα ἢ φαινόμενα ὥστʼ εἶναι σύμμετρα πρὸς ἄνθρωπον.
因此,关于我们所说勇敢者所关涉的可怕事物,正如已经指出的,是那些表现为产生毁灭性痛苦的事物;然而,这些事物表现为在近处而非远处,并且其大小是(或表现为)与人相称的。
ἔνια γὰρ ἀνάγκη παντὶ φαίνεσθαι ἀνθρώπῳ φοβερὰ καὶ διαταράττειν.
因为有些事物必然对每个人都显得可怕并使其惊慌失措。
οὐθὲν γὰρ κωλύει, ὥσπερ θερμὰ καὶ ψυχρά, καὶ τῶν ἄλλων δυνάμεων ἐνίας ὑπὲρ ἡμᾶς εἶναι καὶ τὰς τοῦ ἀνθρωπίνου σώματος ἕξεις· οὕτω καὶ τῶν περὶ τὴν ψυχὴν παθημάτων.
因为没有任何东西阻止——正如冷和热以及其他一些力量超越了我们和人类身体的状态一样——关于灵魂的激情也是如此。
οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις· τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δʼ ἀνδρείῳ τἀληθῆ μάλιστα.
那么,懦夫和莽夫由于他们的状态而作出了错误的判断;因为对懦夫来说,连不可怕的事物也显得可怕,而稍微有些可怕的事物则显得极其可怕,而对莽夫来说则相反,可怕的事物显得可以大胆面对,而极其可怕的事物则显得微不足道,但是对勇敢的人来说,最符合真实情况。
διόπερ οὔτʼ εἴ τις ὑπομένοι τὰ φοβερὰ διʼ ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτʼ εἰ γιγνώσκων ὅσος ὁ κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως ἡ βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν.
因此,如果有人因无知而忍受可怕的事物,他也绝非勇敢,例如有人因疯狂而忍受劈下的雷霆,或者,即使知道危险有多大,如果他是出于愤怒而忍受,他也并非勇敢,例如凯尔特人拿起武器去迎击波涛,而且总的来说,蛮族的勇敢是伴随着愤怒的。
ἔνιοι δὲ καὶ διʼ ἄλλας ἡδονὰς ὑπομένουσιν.
有些人也为了其他的快乐而忍受。
καὶ γὰρ ὁ θυμὸς ἡδονὴν ἔχει τινά· μετʼ ἐλπίδος γάρ ἐστι τιμωρίας.
因为愤怒确实包含着某种快乐;因为它是伴随着复仇的希望的。
ἀλλʼ ὅμως οὔτʼ εἰ διὰ ταύτην οὔτʼ εἰ διʼ ἄλλην ἡδονὴν ὑπομένει τις τὸν θάνατον ἢ φυγὴν μειζόνων λυπῶν, οὐδεὶς δικαίως ἂν ἀνδρεῖος λέγοιτο τούτων.
然而,无论某人是出于这种快乐还是出于其他快乐而忍受死亡,或者是为了逃避更大的痛苦,这些人中没有一个能被公正地称为勇敢。
εἰ γὰρ ἦν ἡδὺ τὸ ἀποθνήσκειν, πολλάκις ἂν διʼ ἀκρασίαν ἀπέθνησκον οἱ ἀκόλαστοι, ὥσπερ καὶ νῦν αὐτοῦ μὲν τοῦ ἀποθνήσκειν οὐκ ὄντος ἡδέος, τῶν ποιητικῶν δʼ αὐτοῦ, πολλοὶ διʼ ἀκρασίαν περιπίπτουσιν εἰδότες, ὧν οὐθεὶς ἂν ἀνδρεῖος εἶναι δόξειεν, εἰ καὶ πάνυ ἑτοίμως ἀποθνήσκειν.
因为如果死亡是令人快乐的,放纵的人就会常常因无节制而死,正如现在一样,虽然死本身并不令人快乐,但对于产生死亡的事物,许多人却在知情的情况下因无节制而陷入其中;这些人中没有一个会被认为是勇敢的,即使他们非常甘愿受死。
οὔτʼ εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ
"
φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι,
θανεῖν ἐρῶσιν.
如果是为了逃避劳苦(这也是许多人所做的),这类人中也没有一个是勇敢的,正如阿加同也说: “凡俗之人,为劳苦所击败,便渴望死亡。
"
ὥσπερ καὶ τὸν Χείρωνα μυθολογοῦσιν οἱ ποιηταὶ διὰ τὴν ἀπὸ τοῦ ἕλκους ὀδύνην εὔξασθαι ἀποθανεῖν ἀθάνατον ὄντα.
” 正如诗人们在神话中也说,凯隆因伤口的剧痛,虽身为不死之躯,却祈求死去。
παραπλησίως δὲ τούτοις καὶ ὅσοι διʼ ἐμπειρίαν ὑπομένουσι τοὺς κινδύνους, ὅνπερ τρόπον σχεδὸν οἱ πλεῖστοι τῶν στρατιωτικῶν ἀνθρώπων ὑπομένουσιν.
与这些情况相似的,还有那些因经验而忍受危险的人,这几乎是大多数军人所忍受的方式。
αὐτὸ γὰρ τοὐναντίον ἔχει ἢ ὡς ᾤετο Σωκράτης, ἐπιστήμην οἰόμενος εἶναι τὴν ἀνδρείαν.
因为事实恰恰与苏格拉底所认为的相反,他以为勇敢就是知识。
οὔτε γὰρ διὰ τὸ εἰδέναι τὰ φοβερὰ θαρροῦσιν οἱ ἐπὶ τοὺς ἱστοὺς ἀναβαίνειν ἐπιστάμενοι, ἀλλʼ ὅτι ἴσασι τὰς βοηθείας τῶν δεινῶν· οὔτε διʼ ὃ θαρραλεώτερον ἀγωνίζονται, τοῦτο ἀνδρεία.
因为那些懂爬上桅杆的人之所以胆大,并不是因为他们知道可怕的事物,而是因为他们知道应对危险的救助方法;他们赖以进行更大胆战斗的那个依靠,也并不是勇敢。
καὶ γὰρ ἂν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος κατὰ Θέογνιν ἀνδρεία εἶεν· "
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος. "
φανερῶς δʼ ἔνιοι δειλοὶ ὄντες ὅμως ὑπομένουσι διʼ ἐμπειρίαν· τοῦτο δέ, ὅτι οὐκ οἴονται κίνδυνον εἶναι· ἴσασι γὰρ τὰς βοηθείας.
因为如果是这样,根据提奥格尼斯的说法,力量和财富也会是勇敢了: “因为每个被贫困所征服的人……” 显然,有些懦夫由于经验仍能忍受;而这,是因为他们不认为那是危险,因为他们知道救助方法。
σημεῖον δέ· ὅταν γὰρ μὴ ἔχειν οἴωνται βοήθειαν, ἀλλʼ ἤδη πλησίον ᾖ τὸ δεινόν, οὐχ ὑπομένουσιν.
证据是:当他们认为自己没有救助方法,而危险已经逼近时,他们就不再忍受了。
ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν ἂν ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα· "
Ἕκτορα δʼ αἰδὼς εἷλε· "
καὶ
"
Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει.
然而在所有这些类似的勇敢中,那些因羞耻心而忍受的人似乎最显得勇敢,正如荷马也说赫克托耳忍受了面对阿基琉斯的危险: “然而羞耻心抓住了赫克托耳;” 以及 “普鲁达马斯将第一个把耻辱归于我。
"
καὶ ἐστὶν ἡ πολιτικὴ ἀνδρεία αὕτη.
” 而这就是公民的勇敢。
ἡ δʼ ἀληθὴς οὔτε αὕτη οὔτʼ ἐκείνων οὐδεμία, ἀλλὰ ὁμοία μέν, ὥσπερ καὶ ἡ τῶν θηρίων, ἃ διὰ τὸν θυμὸν ὁμόσε τῇ πληγῇ φέρεται.
而真正的勇敢既不是这一种,也不是那几种中的任何一种,但与之相似,就像野兽的勇敢一样,它们因愤怒而迎着打击冲上去。
οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε διʼ ὀργήν, οὔτε διὰ τὸ μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς· οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν.
因为人不应当是因害怕蒙受恶名而坚守岗位,也不是出于愤怒,也不是因为不认为自己会死,或是因为拥有保护性的力量;因为如果是这样,人就不会认为有什么事物是可怕的了。
ἀλλʼ ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν), δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστʼ οὔτε διʼ ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε διʼ ἡδονήν, ἀλλʼ ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.
但是,既然一切德性都涉及选择(对此我们如何定义,此前已经说过,即它使人为了某个目的而选择一切,而这个“目的”就是高尚),显然,勇敢作为一种德性,也将使人为了某个目的而忍受可怕的事物,因此,既不是因为无知(因为德性反而使人作出正确的判断),也不是因为快乐,而是因为高尚;因为,如果它不高尚而是疯狂的,他就不会忍受,因为那是可耻的。