§3.1#2ἀπορεῖται δʼ εἰ τῷ ἀνδρείῳ οὐθέν ἐστι φοβερόν, οὐδʼ ἂν φοβηθείη.
但人们会提出疑问:对勇敢的人来说是否没有任何可怕的事物,他是否根本不会害怕?
ἢ οὐθὲν κωλύει τὸν εἰρημένον τρόπον;
还是说,在上述方式中,没有任何东西阻止[他害怕]?
ἡ γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, ὁ δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει.
因为勇敢是对理言的服从,而理言命令人们选择高尚。
διὸ καὶ ὁ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν ἢ θρασύς· ὁ δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος.
因此,不为了这个目的而忍受这些事物的人,要么是丧失了理性,要么是莽撞;而为了高尚而无所畏惧的人,才唯独是勇敢的。
ὁ μὲν οὖν δειλὸς καὶ ἃ μὴ δεῖ φοβεῖται, ὁ δὲ θρασὺς καὶ ἃ μὴ δεῖ θαρρεῖ· ὁ δʼ ἀνδρεῖος ἄμφω ἃ δεῖ, καὶ ταύτῃ μέσος ἐστίν.
懦夫连不该害怕的事也害怕,莽夫连不该胆大的事也胆大;而勇敢的人在两个方面都符合应有的分寸,并在这一意义上处于中庸。
ἃ γὰρ ἂν ὁ λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται.
因为凡是理言所命令的,他既会胆大面对,也会感到害怕。
ὁ δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ ᾖ.
但理言并不命令人们去忍受那些巨大的痛苦和毁灭性的事物,除非它们是高尚的。
ὁ μὲν οὖν θρασύς, καὶ εἰ μὴ κελεύει, ταῦτα θαρρεῖ, ὁ δὲ δειλὸς οὐδʼ ἂν κελεύῃ· ὁ δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.
因此,莽夫即使在理言不命令时也胆大面对这些,而懦夫即使在理言命令时也不忍受;惟独勇敢的人,在理言命令时才去忍受。
ἔστι δʼ εἴδη ἀνδρείας πέντε λεγόμενα καθʼ ὁμοιότητα· τὰ αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλʼ οὐ διὰ τὰ αὐτά.
此外,根据相似性,被称为勇敢的共有五种类型;因为他们忍受相同的事物,但不是出于相同的理由。
μία μὲν πολιτική· αὕτη δʼ ἐστὶν ἡ διʼ αἰδῶ οὖσα.
第一种是公民的勇敢,这是由于羞耻心而存在的。
δευτέρα ἡ στρατιωτική· αὕτη δὲ διʼ ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλʼ ὅτι τὰς βοηθείας τῶν δεινῶν.
第二种是军事的勇敢,这是由于经验和知识,但并不像苏格拉底所说的那样,是对可怕事物的知识,而是因为知道有应对可怕事物的救助方法。
τρίτη δʼ ἡ διʼ ἀπειρίαν καὶ ἄγνοιαν, διʼ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις.
第三种是由于无经验和无知,因为这,儿童和疯子中,前者忍受袭来的事物,后者去抓蛇。
ἄλλη δʼ ἡ κατʼ ἐλπίδα, καθʼ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς κινδύνους καὶ οἱ μεθύοντες· εὐέλπιδας γὰρ ποιεῖ ὁ οἶνος.
另一种是基于希望的,由于这,那些屡屡成功的人和醉酒的人经常忍受危险;因为酒使人满怀希望。
ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον διʼ ἔρωτα καὶ θυμόν.
另一种是由于非理性的激情,例如由于爱情和愤怒。
ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον ἢ δειλός, καὶ ὑπομένει πολλοὺς κινδύνους, ὥσπερ ὁ ἐν Μεταποντίῳ τὸν τύραννον ἀποκτείνας καὶ ὁ ἐν Κρήτῃ μυθολογούμενος· καὶ διʼ ὀργὴν καὶ θυμὸν ὡσαύτως.
因为如果一个人坠入爱河,他就会变得胆大而不是懦弱,并忍受许多危险,就像在梅塔蓬蒂翁杀死僭主的那个人,以及在克里特神话中传颂的那个人一样;由于愤怒和激情也是如此。
ἐκστατικὸν γὰρ ὁ θυμός.
因为愤怒会使人丧失理智。
διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες· ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή, ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς.
因此,野猪也似乎是勇敢的,但其实不然;因为当它们丧失理智时是这样的,否则它们就像莽夫一样,是不稳定的。
ὅμως δὲ μάλιστα φυσικὴ ἡ τοῦ θυμοῦ· ἀήττητον γὰρ ὁ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται.
然而,愤怒带来的勇敢在最大程度上是天然的;因为愤怒是不可战胜的,因此儿童也战斗得最好。
διὰ νόμον δὲ ἡ πολιτικὴ ἀνδρεία.
而公民的勇敢是由于法律。
κατʼ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα.
但在真理上,这些都不是真正的勇敢,只是所有这些对于在危险中的激励都是有用的。
περὶ δὲ τῶν φοβερῶν νῦν μὲν ἁπλῶς εἰρήκαμεν, βέλτιον δὲ διορίσασθαι μᾶλλον.
关于可怕的事物,我们刚才虽然已经绝对地讨论过了,但更好地是进一步加以界定。
ὅλως μὲν οὖν φοβερὰ λέγεται τὰ ποιητικὰ φόβου.
总的来说,可怕的事物被称为是那些产生恐惧的事物。
τοιαῦτα δʼ ἐστὶν ὅσα φαίνεται ποιητικὰ λύπης φθαρτικῆς· τοῖς γὰρ ἄλλην τινὰ προσδεχομένοις λύπην ἑτέρα μὲν ἄν τις ἴσως λύπη γένοιτο καὶ πάθος ἕτερον, φόβος δʼ οὐκ ἔσται, οἷον εἴ τις προορῷτο ὅτι λυπήσεται λύπην ἣν οἱ φθονοῦντες λυποῦνται, ἢ τοιαύτην οἵαν οἱ ζηλοῦντες ἢ οἱ αἰσχυνόμενοι.
而这些就是所有表现为产生毁灭性痛苦的事物;因为对于那些预料到其他某种痛苦的人来说,可能会产生另一种痛苦或另一种情感,但不会有恐惧,例如,如果有人预见到自己将承受像嫉妒者所承受的那种痛苦,或者是像嫉妒或羞耻的人所承受的那种痛苦。
ἀλλʼ ἐπὶ μόναις ταῖς τοιαύταις φαινομέναις ἔσεσθαι λύπαις φόβος γίνεται, ὅσων ἡ φύσις ἀναιρετικὴ τοῦ ζῆν.
但是,只有在预感到将要发生这些痛苦时才会产生恐惧,也就是那些在本性上毁灭生命的痛苦。
διὸ καὶ σφόδρα τινὲς ὄντες μαλακοὶ περὶ ἔνια ἀνδρεῖοι εἰσί, καὶ ἔνιοι σκληροὶ καὶ καρτερικοὶ δειλοί.
因此,有些在某些事情上极其软弱的人也是勇敢的,而有些坚硬且能忍受的人则是懦弱的。
καὶ δὴ καὶ δοκεῖ σχεδὸν ἴδιον τῆς ἀνδρείας εἶναι τὸ περὶ τὸν θάνατον καὶ τὴν περὶ τούτου λύπην ἔχειν πώς.
而且,对待死亡以及对待与此相关的痛苦保持某种态度,似乎几乎是勇敢所特有的。
εἰ γάρ τις εἴη τοιοῦτος οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς ὁ λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ διʼ ἄλλο τι πάθος ἀλλὰ διʼ αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής· ἐκεῖνος μὲν ἂν εἶναι δόξειε δειλός, οὗτος δʼ ἀνδρεῖος.
因为如果有人是那样的人:对于酷暑、严寒和类似的痛苦能够按照理言[的命令]去忍受,因为这些是没有危险的,但对待死亡却既软弱又极度恐惧,不是因为任何其他激情,而是因为毁灭本身;而另一个人对待那些痛苦是软弱的,但对待死亡却无动于衷;前者似乎是懦弱的,而后者则是勇敢的。
καὶ γὰρ κίνδυνος ἐπὶ τοῖς τοιούτοις λέγεται μόνοις τῶν φοβερῶν, ὅταν πλησίον ᾖ τὸ τῆς τοιαύτης φθορᾶς ποιητικόν.
因为在可怕的事物中,只有当产生这种毁灭的事物逼近时,才被称为危险。
φαίνεται δὲ κίνδυνος, ὅταν πλησίον φαίνηται.
而危险在表现为逼近时,才显现出来。