Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §3.1#1

作为恐惧与胆大之中庸的勇敢

第 22 段,共 53 段 · 希腊语

内容简介

结束了关于美德与恶德的一般性前提讨论,转向对具体美德的考察。首先对作为恐惧与胆大之中庸的“勇敢”进行定义,并探讨了“可怕事物”的双重含义。

§3.1#1ὅτι μὲν οὖν μεσότητές εἰσί τε ἐν ταῖς ἀρεταῖς, καὶ αὗται προαιρετικαί, καὶ αἱ ἐναντίαι κακίαι, καὶ τίνες εἰσὶν αὗται, καθόλου εἴρηται·
因此,美德之中存在着中庸,且这些中庸是与选择相关的,以及相反的恶德[存在]及其所是,这些已经在总体上被讨论过了。
καθʼ ἑκάστην δὲ λαμβάνοντες λέγωμεν ἐφεξῆς, καὶ πρῶτον εἴπωμεν περὶ ἀνδρείας.
现在让我们依次把它们单独拿出来讨论,首先谈谈勇敢。
σχεδὸν δὴ δοκεῖ πᾶσιν ὅ τʼ ἀνδρεῖος εἶναι περὶ φόβους καὶ ἡ ἀνδρεία μία τῶν ἀρετῶν.
几乎所有人都认为,勇敢的人与恐惧有关,且勇敢是美德之一。
διείλομεν δʼ ἐν τῇ διαγραφῇ πρότερον καὶ θράσος καὶ φόβον ἐναντία· καὶ γάρ ἐστί πως ἀντικείμενα ἀλλήλοις.
我们之前在图表中已经把胆大和恐惧区分开作为相反的东西;因为它们在某种程度上确实互相对立。
δῆλον οὖν ὅτι καὶ οἱ κατὰ τὰς ἕξεις ταύτας λεγόμενοι ὁμοίως ἀντικείσονται σφίσιν αὐτοῖς, οἷον ὁ δειλὸς (οὗτος γὰρ λέγεται κατὰ τὸ φοβεῖσθαι μᾶλλον ἢ δεῖ καὶ θαρρεῖν ἧττον ἢ δεῖ) καὶ ὁ θρασύς· καὶ γὰρ οὗτος κατὰ τὸ τοιοῦτος εἶναι οἷος φοβεῖσθαι μὲν ἧττον ἢ δεῖ, θαρρεῖν δὲ μᾶλλον ἢ δεῖ.
因此很明显,那些根据这些状态而被称呼的人也同样会互相对立,例如懦夫(因为他被称为懦夫,是由于他恐惧得超过了应有的程度,而胆大得低于应有的程度)和莽夫;因为后者之所以被称为莽夫,也是因为他是那种恐惧得低于应有程度,而胆大得超过应有程度的人。
διὸ καὶ παρωνυμιάζεται· ὁ γὰρ θρασὺς παρὰ τὸ θράσος λέγεται παρωνύμως.
所以他也是被派生命名出来的;因为莽夫(thrasys)这个词是从胆大(thrasos)派生出来的。
ὥστʼ ἐπεὶ ἡ ἀνδρεία ἐστὶν ἡ βελτίστη ἕξις περὶ φόβους καὶ θάρρη, δεῖ δὲ μήθʼ οὕτως ὡς οἱ θρασεῖς (τὰ μὲν γὰρ ἐλλείπουσι, τὰ δʼ ὑπερβάλλουσι) μήθʼ οὕτως ὡς οἱ δειλοί (καὶ γὰρ οὗτοι ταὐτὸ ποιοῦσι, πλὴν οὐ περὶ ταὐτὰ ἀλλʼ ἐξ ἐναντίας· τῷ μὲν γὰρ θαρρεῖν ἐλλείπουσι, τῷ δὲ φοβεῖσθαι ὑπερβάλλουσι), δῆλον ὡς ἡ μέση διάθεσις θρασύτητος καὶ δειλίας ἐστὶν ἀνδρεία· αὕτη γὰρ βελτίστη.
因此,既然勇敢是关于恐惧和胆大的最善状态,且一个人既不应该像莽夫那样(因为他们在某些方面不足,在另一些方面过度),也不应该像懦夫那样(因为他们也做同样的事,只是不在相同的事物上,而是从相反的方向:因为他们在胆大上不足,在恐惧上过度),那么很明显,胆大与懦弱之间的中间配置就是勇敢;因为这是最善的。
δοκεῖ δʼ ὁ ἀνδρεῖος ἄφοβος εἶναι ὡς ἐπὶ τὸ πολύ, ὁ δὲ δειλὸς φοβητικός, καὶ ὃ μὲν καὶ πολλὰ καὶ ὀλίγα καὶ μεγάλα καὶ μικρὰ φοβεῖσθαι, καὶ σφόδρα καὶ ταχύ, ὃ δὲ τὸ ἐναντίον ἢ οὐ φοβεῖσθαι ἢ ἠρέμα καὶ μόλις καὶ ὀλιγάκις καὶ μεγάλα, καὶ ὃ μὲν ὑπομένει τὰ φοβερὰ σφόδρα, ὃ δὲ οὐδὲ τὰ ἠρέμα.
而且,勇敢的人在大多数情况下似乎是无所畏惧的,而懦夫是易受惊吓的,后者既害怕许多事物也害怕极少事物,既害怕大事也害怕小事,且害怕得既剧烈又迅速,而前者则相反,要么不害怕,要么温和地、困难地、罕见地且只害怕大事;而且,前者能忍受极度可怕的事物,而后者连温和的可怕事物都无法忍受。
ποῖα οὖν ὑπομένει ὁ ἀνδρεῖος;
那么,勇敢的人忍受的是哪些可怕的事物呢?
πρῶτον πότερον τὰ ἑαυτῷ φοβερὰ ἢ τὰ ἑτέρῳ;
首先,是那些对他自己而言可怕的事物,还是对别人而言可怕的事物?
εἰ μὲν δὴ τὰ ἑτέρῳ φοβερά, οὐθὲν σεμνὸν φαίη ἄν τις εἶναι· εἰ δὲ τὰ αὑτῷ, εἴη ἂν αὐτῷ μεγάλα καὶ πολλὰ φοβερά.
如果确实是对别人而言可怕的事物,人们会说这并没有什么了不起的;但如果是对自己而言可怕的事物,那么对他来说就会存在许多且巨大的可怕事物。
φόβου ποιητικὰ ἑκάστῳ ᾧ φοβερά, οἷον εἰ μὲν σφόδρα φοβερά, εἴη ἂν ἰσχυρὸς ὁ φόβος, εἰ δʼ ἠρέμα, ἀσθενής.
对于每个人而言可怕的事物,都会在视其为可怕的人身上产生恐惧;例如,如果是极度可怕的事物,恐惧就会是强烈的,而如果是温和的可怕事物,恐惧就是微弱的。
ὥστε συμβαίνει τὸν ἀνδρεῖον μεγάλους φόβους καὶ πολλοὺς ποιεῖσθαι.
因此,勇敢的人会产生巨大而许多的恐惧。
ἐδόκει δὲ τοὐναντίον ἡ ἀνδρεία ἄφοβον παρασκευάζειν, τοῦτο δʼ εἶναι ἐν τῷ ἢ μηθὲν ἢ ὀλίγα φοβεῖσθαι, καὶ ἠρέμα καὶ μόλις.
然而,相反的情况似乎才是对的,即勇敢使人无所畏惧,而这在于要么什么都不怕,要么怕得很少,且怕得温和而困难。
ἀλλʼ ἴσως τὸ φοβερὸν λέγεται, ὥσπερ καὶ τὸ ἡδὺ καὶ τὸ ἀγαθόν, διχῶς.
但是,也许“可怕的”和“令人愉悦的”以及“好的一样”,是在双重意义上被谈论的。
τὰ μὲν γὰρ ἁπλῶς, τὰ δὲ τινὶ μὲν καὶ ἡδέα καὶ ἀγαθὰ ἐστίν, ἁπλῶς δʼ οὔ, ἀλλὰ τοὐναντίον φαῦλα καὶ οὐχ ἡδέα, ὅσα τοῖς πονηροῖς ὠφέλιμα καὶ ὅσα ἡδέα τοῖς παιδίοις ᾗ παιδία.
因为有些事物是绝对如此,而另一些事物对某人而言是令人愉悦的和好的,但绝对而言并非如此,相反是低劣且不令人愉悦的,例如所有对恶人有益的事物,以及所有对儿童而言(作为儿童)是令人愉悦的事物。
ὁμοίως δὲ καὶ τὰ φοβερὰ τὰ μὲν ἁπλῶς ἐστί, τὰ δὲ τινί.
同样地,在可怕的事物中,有些是绝对可怕的,有些是对某人而言可怕的。
ἃ μὲν δὴ δειλὸς φοβεῖται ᾗ δειλός, τὰ μὲν οὐδενί ἐστι φοβερά, τὰ δʼ ἠρέμα· τὰ δὲ τοῖς πλείστοις φοβερά, καὶ ὅσα τῇ ἀνθρωπίνῃ φύσει, ταῦθʼ ἁπλῶς φοβερὰ λέγομεν.
事实上,懦夫作为懦夫所害怕的事物,有些对任何人而言都不是可怕的,有些只是微弱地可怕;但是那些对大多数人而言可怕的事物,以及对人类本性而言可怕的事物,我们称之为绝对可怕的事物。
ὁ δʼ ἀνδρεῖος πρὸς ταῦτʼ ἔχει ἀφόβως, καὶ ὑπομένει τὰ τοιαῦτα φοβερά, ἃ ἔστι μὲν ὡς φοβερὰ αὐτῷ, ἔστι δʼ ὡς οὔ, ᾗ μὲν ἄνθρωπος, φοβερά, ᾗ δʼ ἀνδρεῖος, οὐ φοβερὰ ἀλλʼ ἢ ἠρέμα ἢ οὐδαμῶς.
而勇敢的人对待这些事物时是无所畏惧的,并忍受着这样的可怕事物,这些事物在某种意义上对他而言是可怕的,但在另一种意义上则不然:作为人类,它们是可怕的,但作为勇敢的人,它们不可怕,或者只是微弱地、或者完全不可怕。
ἔστι μέντοι φοβερὰ ταῦτα· τοῖς γὰρ πλείστοις φοβερά.
然而,这些是可怕的事物;因为它们对大多数人而言是可怕的。
διὸ καὶ ἐπαινεῖται ἡ ἕξις· ὥσπερ γὰρ ὁ ἰσχυρὸς καὶ ὑγιεινὸς ἔχει.
因此,这种状态也受到赞扬;因为他就像强壮和健康的人一样。
καὶ γὰρ οὗτοι οὐ τῷ ὑπὸ μηθενὸς ὃ μὲν πόνου τρίβεσθαι, ὃ δʼ ὑπὸ μηδεμιᾶς ὑπερβολῆς, τοιοῦτοι εἰσίν, ἀλλὰ τῷ ὑπὸ τούτων ἀπαθεῖς εἶναι, ἢ ἁπλῶς ἢ ἠρέμα, ὑφʼ ὧν οἱ πολλοὶ καὶ οἱ πλεῖστοι.
因为这些健康和强壮的人,也不是通过完全不被任何劳苦折磨,或不被任何过度损害而成为这样的,而是通过对那些使大多数人或绝大多数人受影响的事物,完全或微弱地不受影响,从而成为这样的。
οἱ μὲν οὖν νοσώδεις καὶ ἀσθενεῖς καὶ δειλοὶ καὶ ὑπὸ τῶν κοινῶν παθημάτων πάσχουσί τι, πλὴν θᾶττόν τε καὶ μᾶλλον ἢ οἱ πολλοί, καὶ ἔτι ὑφʼ ὧν οἱ πολλοὶ πάσχουσιν, ὑπὸ τούτων ἀπαθεῖς ἢ ὅλως ἢ ἠρέμα.
因此,虽然多病者、虚弱者和懦夫连在共同的经历中都会受到某种影响,只是比大多数人更快且更深,但健康、强壮和勇敢的人,此外,对于大多数人受影响的事物,则完全或微弱地不受影响。

词汇与语法注释

  1. 1228aὅτι μὲν οὖν μεσότητές εἰσί — 引入前几卷关于“美德是中庸”等的一般性结论,作为名词从句充当 `καθόλου εἴρηται`(已在总体上被讨论)的主语(或内容说明),起到向具体美德讨论过渡的句法作用。
  2. 1228aπαρωνυμιάζεται — 意为“被派生命名”的被动语态动词。指 `ὁ θρασύς`(莽夫/胆大者)是通过形态变化(同源派生)自抽象名词 `θράσος`(胆大)派生而来的语言事实。
  3. 1228bποιεῖσθαι — 中动语态动词,意为“产生/自身经历”。表现了一个悖论:因为勇敢的人面对的是对自己而言客观上可怕的事物,所以他在主观上必定会经历巨大的恐惧。
  4. 1228bκαὶ ἔτι ὑφʼ ὧν οἱ πολλοὶ πάσχουσιν — 与前句 `οἱ μὲν οὖν νοσώδεις...`(因此,多病者……)形成对比,需要补充理解此处省略的主语(健康、强壮、勇敢的人)。该句指出,对于大多数人受影响的事物,他们是不受影响(ἀπαθεῖς)的。

引用这一段

亚里士多德, 尤德谟伦理学 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。