Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.9

从思考角度界定自愿与知识的运用

第 17 段,共 53 段 · 希腊语

内容简介

总结了关于强制力的讨论,并确认自愿不能仅靠欲求或选择来规定,随后从思考(知识与无知)的角度界定自愿,并讨论了拥有知识与使用知识的区别。

§2.9ὥστʼ εἰ τὸ ἑκούσιον καὶ ἀκούσιον καὶ πρὸς τὸ βίᾳ ἔδει σκέψασθαι, τοῦτο μὲν οὕτω διῃρήσθω (οἱ γὰρ μάλιστʼ ἐμποδίζοντες τὸ ἑκούσιον ὡς βίᾳ πράττοντες, ἀλλʼ ἑκόντες)·
因此,如果也有必要结合强制力来考察自愿和违背意愿,那么这一方面就且这样划分(因为那些最被认为妨碍自愿、似乎被迫行动的人,实际上是自愿行动的)。
ἐπεὶ δὲ τοῦτʼ ἔχει τέλος, καὶ οὔτε τῇ ὀρέξει οὔτε τῇ προαιρέσει τὸ ἑκούσιον ὥρισται, λοιπὸν δὴ ὁρίσασθαι τὸ κατὰ τὴν διάνοιαν.
既然这件事已经结束,而且自愿既没有被欲求也没有被选择所规定,那么接下来就应当规定与思考相关的维度。
δοκεῖ δὴ ἐναντίον εἶναι τὸ ἑκούσιον τῷ ἀκουσίῳ, καὶ τὸ εἰδότα ἢ ὃν ἢ ᾧ ἢ οὗ ἕνεκα (ἐνίοτε γὰρ οἶδε μὲν ὅτι πατήρ, ἀλλʼ οὐχ ἵνα ἀποκτείνῃ, ἀλλʼ ἵνα σώσῃ, ὥσπερ αἱ Πελιάδες, ἤτοι ὡς τοδὶ μὲν πόμα, ἀλλʼ ὡς φίλτρον καὶ οἶνον, τὸ δʼ ἦν κώνειον) τῷ ἀγνοοῦντα καὶ ὃν καὶ ᾧ καὶ ὃ διʼ ἄγνοιαν, μὴ κατὰ συμβεβηκός·
显然,自愿与违背意愿是相反的,而知道“是对谁、用什么、或为了什么”而行动,也相反于因无知而不知道“是对谁、用什么、以及是什么”而行动,而非出于偶性(因为有时一个人虽然知道那是父亲,但不是为了杀死他,而是为了救他,就像佩利亚斯的女儿们那样;或者把这当成了饮料,当成了春药或酒,但它实际上却是毒参)。
τὸ δὲ διʼ ἄγνοιαν, καὶ ὃ καὶ ᾧ καὶ ὅν, ἀκούσιον· τὸ ἐναντίον ἄρʼ ἑκούσιον.
而由于无知不知道“是什么、用什么、是对谁”而做的事是违背意愿的;因此相反的便是自愿的。
ὅσα μὲν οὖν ἐφʼ ἑαυτῷ ὂν μὴ πράττειν πράττει μὴ ἀγνοῶν καὶ διʼ αὑτόν, ἑκούσια ταῦτʼ ἀνάγκη εἶναι, καὶ τὸ ἑκούσιον τοῦτʼ ἐστίν· ὅσα δʼ ἀγνοῶν καὶ διὰ τὸ ἀγνοεῖν, ἄκων.
因此,凡是做或不做都取决于自身的事情,如果一个人在并非无知且由于自身的原因去做了,这些就必然是自愿的,而且自愿也就是指这回事;而凡是因为无知且由于处于无知状态而去做的,则是违背意愿的。
ἐπεὶ δὲ τὸ ἐπίστασθαι καὶ τὸ εἰδέναι διττόν, ἓν μὲν τὸ ἔχειν, ἓν δὲ τὸ χρῆσθαι τῇ ἐπιστήμη, ὁ ἔχων μὴ χρώμενος δὲ ἔστι μὲν ὡς δικαίως ἂν ἀγνοῶν λέγοιτο, ἔστι δὲ ὡς οὐ δικαίως, οἷον εἰ διʼ ἀμέλειαν μὴ ἐχρῆτο.
既然理解和知道是双重的,一是拥有知识,二是使用知识,那么拥有却不使用知识的人,在某种意义上可以被合理地说是无知的,但在另一种意义上则不合理,例如如果他是由于疏忽而不去使用。
ὁμοίως δὲ καὶ μὴ ἔχων τις ψέγοιτο ἄν, εἰ ὃ ῥᾴδιον ἢ ἀναγκαῖον ἦν, μὴ ἔχει διʼ ἀμέλειαν ἢ ἡδονὴν ἢ λύπην.
同样,一个不拥有知识的人也会受到指责,如果他是因为疏忽、快乐或痛苦,而没有拥有那本该容易或必需的知识。
ταῦτʼ οὖν προσδιοριστέον.
因此,这些事情也必须加以追加规定。

词汇与语法注释

  1. 1225a35οἱ γὰρ μάλιστʼ ἐμποδίζοντες — 前文括号中省略较多的表达,意为“那些最被认为妨碍自愿的人”。在语境中指自制者和无自制者,他们虽然看似在强制下违心行动,但实际上是“自愿(ἑκόντες)”行动的。
  2. 1225b1καὶ τὸ εἰδότα ... τῷ ἀγνοοῦντα — 构成对比结构。前一个 `τὸ` 使省略的不定式 `πράττειν` 实质上名词化,后一个 `τῷ` 是受 `ἐναντίον` 支配的与格。宾格分词 `εἰδότα`(知道)和 `ἀγνοοῦντα`(不知道)表示省略的不定式的逻辑主语。核心结构是“在知道……的情况下行动,与在不知道……的情况下行动相反”。
  3. 1225b8ὅσα μὲν οὖν ἐφʼ ἑαυτῷ ὂν μὴ πράττειν — 关系代词 `ὅσα` 引出的从句中嵌入了非人称绝对宾格分词 `ἐφʼ ἑαυτῷ ὂν`(“取决于自身是可能的”)。整句意为“凡是不做也取决于自身的那些事情”,这里的 `ὂν` 作为非人称动词的单数中性分词起作用。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。