Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.10#1

选择的定义及其与欲求和意见的区别

第 18 段,共 53 段 · 希腊语

内容简介

亚里士多德开始探讨“选择”(proairesis)的定义,论证了它既不等同于欲求(欲望、激情、愿望),也不等同于信念。

§2.10#1περὶ μὲν οὖν τοῦ ἑκουσίου καὶ ἀκουσίου διωρίσθω τοῦτον τὸν τρόπον·
关于自愿和违背意愿,且以此种方式来规定。
περὶ δὲ προαιρέσεως μετὰ τοῦτο λέγωμεν, διαπορήσαντες πρῶτον τῷ λόγῳ περὶ αὐτῆς.
在此之后,让我们来谈谈选择,首先在讨论中对它提出疑难。
διστάσειε γὰρ ἄν τις ἐν τῷ γένει πέφυκε καὶ ἐν ποίῳ θεῖναι αὐτὴν χρή, καὶ πότερον οὐ ταὐτὸν τὸ ἑκούσιον καὶ τὸ προαιρετὸν ἢ ταὐτὸν ἐστίν.
因为人们可能会疑惑,应当将它置于什么属以及哪种属之中,以及自愿的事物与可选择的事物是不同还是相同。
μάλιστα δὲ λέγεται παρά τινων, καὶ ζητοῦντι δόξειε δʼ ἂν δυοῖν εἶναι θάτερον ἡ προαίρεσις, ἤτοι δόξα ἢ ὄρεξις· ἀμφότερα γὰρ φαίνεται παρακολουθοῦντα.
尤其是,有些人这样说,且对于研究者来说,选择似乎是两者之一:要么是信念,要么是欲求;因为这两者似乎都伴随着它。
ὅτι μὲν οὖν οὐκ ἔστιν ὄρεξις φανερόν.
那么,它显然不是欲求。
ἢ γὰρ βούλησις ἂν εἴη ἢ ἐπιθυμία ἢ θυμός· οὐθεὶς γὰρ ὀρέγεται μηθὲν πεπονθὼς τούτων.
因为如果是欲求,它要么是愿望、欲望,要么是激情;因为没有经历过这些的人是不会有任何欲求的。
θυμὸς μὲν οὖν καὶ ἐπιθυμία καὶ τοῖς θηρίοις ὑπάρχει, προαίρεσις δʼ οὔ.
然而,激情和欲望甚至存在于野兽身上,但选择却不。
ἔτι δὲ καὶ οἷς ὑπάρχει ἄμφω ταῦτα, πολλὰ καὶ ἄνευ θυμοῦ καὶ ἐπιθυμίας προαιροῦνται· καὶ ἐν τοῖς πάθεσιν ὄντες οὐ προαιροῦνται, ἀλλὰ καρτεροῦσιν.
此外,即使是两者兼具的人,也在没有激情和欲望的情况下选择许多事情;而当他们处于情欲之中时,他们不顺从选择,而是克制。
ἔτι ἐπιθυμία μὲν καὶ θυμὸς ἀεὶ μετὰ λύπης, προαιρούμεθα δὲ πολλὰ καὶ ἄνευ λύπης.
此外,欲望和激情总是伴随着痛苦,但我们在没有痛苦的情况下也选择许多事情。
ἀλλὰ μὴν οὐδὲ βούλησις καὶ προαίρεσις ταὐτόν.
然而,愿望和选择也不是同一回事。
βούλονται μὲν γὰρ ἔνια καὶ τῶν ἀδυνάτων εἰδότες, οἷον βασιλεύειν τε πάντων ἀνθρώπων καὶ ἀθάνατοι εἶναι, προαιρεῖται δʼ οὐθεὶς μὴ ἀγνοῶν ὅτι ἀδύνατον, οὐδʼ ὅλως ἃ δυνατὸν μέν, μὴ ἐφʼ αὑτῷ δʼ οἴεται πρᾶξαι ἢ μὴ πρᾶξαι.
因为人们甚至会在明知不可能的情况下愿望某些不可能的事,例如统治全人类以及永生不死,而没有人在并非不知道不可能的情况下选择它,一般而言,即使是可能的事,如果一个人认为做或不做不在自己的能力范围内,他也不会选择。
ὥστε τοῦτο μὲν φανερόν, ὅτι ἀνάγκη τὸ προαιρετὸν τῶν ἐφʼ αὑτῷ τι εἶναι.
因此,显而易见,可选择的事物必然是取决于自身的能力范围之内的某些事情。
ὁμοίως δὲ δῆλον ὅτι οὐδὲ δόξα, οὐδʼ ἁπλῶς εἴ τις οἴεταί τι.
同样清楚的是,它也不是信念,也不是简单地指某人想到了某事。
τῶν γὰρ ἐφʼ αὑτῷ τι ἦν τὸ προαιρετόν, δοξάζομεν δὲ πολλὰ καὶ τῶν οὐκ ὄντων ἐφʼ ἡμῖν, οἷον τὴν διάμετρον σύμμετρον.
因为可选择的事物是取决于自身的事情,但我们对许多不取决于我们的事情也有信念,例如认为对角线是可通约的。
ἔτι οὐκ ἔστι προαίρεσις ἀληθὴς ἢ ψευδής.
此外,选择没有真或假。
οὐδὲ δὴ ἡ τῶν ἐφʼ αὑτῷ ὄντων πρακτῶν δόξα, ᾗ τυγχάνομεν οἰόμενοι δεῖν τι πράττειν ἢ οὐ πράττειν.
它也不是关于取决于自身的实践之事的信念,即我们碰巧认为应该做或不应该做某事的信念。
κοινὸν δὲ περὶ δόξης τοῦτο καὶ βουλήσεως· οὐθεὶς γὰρ τέλος οὐδὲν προαιρεῖται, ἀλλὰ τὰ πρὸς τὸ τέλος· λέγω δʼ οἷον οὐθεὶς ὑγιαίνειν προαιρεῖται, ἀλλὰ περιπατεῖν ἢ καθῆσθαι τοῦ ὑγιαίνειν ἕνεκεν, οὐδʼ εὐδαιμονεῖν, ἀλλὰ χρηματίζεσθαι ἢ κινδυνεύειν τοῦ εὐδαιμονεῖν ἕνεκα·
这一点对于信念和愿望是共同的:因为没有人选择任何目的,而是选择通往目的的事物;我的意思是,例如,没有人选择保持健康,而是为了健康而选择散步或坐下,也没有人选择获得幸福,而是为了幸福而选择赚钱或冒风险。
καὶ ὅλως δηλοῖ ἀεὶ προαιρούμενος τί τε καὶ τίνος ἕνεκα προαιρεῖται, ἔστι δὲ τὸ μὲν τίνος, οὗ ἕνεκα προαιρεῖται ἄλλο, τὸ δὲ τί, ὃ προαιρεῖται ἕνεκα ἄλλου.
一般而言,选择者总是清楚表明自己选择了什么以及是为了什么,而“为了什么”是除了可选择之物以外其所为了的目的,“什么”则是其为了其他事物而选择的东西。
βούλεται δέ γε μάλιστα τὸ τέλος, καὶ δοξάζει δεῖν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν.
但愿望最主要针对的是目的,而认为应当健康和过得好的信念也是如此。
ὥστε φανερὸν διὰ τούτων ὅτι ἄλλο καὶ δόξης καὶ βουλήσεως. βούλεσθαι μὲν γὰρ καὶ δόξα μάλιστα τοῦ τέλους, προαίρεσις δʼ οὐκ ἔστιν.
因此,通过这些显然可见,选择与信念和愿望都不同;因为愿望和信念最主要是关于目的的,而选择却不是。

词汇与语法注释

  1. 1225b19ἐν τῷ γένει — 文本中的“ἐν τῷ γένει”通常被理解为“ἐν τίνι γένει”(“在什么属之中”)的误写或漏写。翻译中将其理解为“在什么属之中”。
  2. 1225b34μὴ ἀγνοῶν ὅτι ἀδύνατον — 双重否定(μὴ ἀγνοῶν,字面意为“非不知道”即“知道”),意思是“没有人在明知(即并非不知道)不可能的情况下选择它”。
  3. 1226a4οὐδὲ δὴ ἡ τῶν ἐφʼ αὑτῷ ὄντων πρακτῶν δόξα — 这是承接前句“οὐκ ἔστι προαίρεσις...”(“选择不是……”)的省略句。主语为“选择”(προαίρεσις),意为“选择也不是关于取决于自身的实践之事的信念”。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。