Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.8#2

自制与无自制的自愿性及痛苦下的强迫

第 16 段,共 53 段 · 希腊语

内容简介

作者阐明有自制者与无自制者在伴随快乐与痛苦的同时,其整个灵魂仍是顺应本性且自愿地行动,并进一步分析在面临生命威胁或剧烈痛苦时,人们被迫做出的行为在何种意义上取决于自身,或属于被迫与非自愿。

§2.8#2ἔτι καὶ ἡδονὴ καὶ λύπη ἐν ἀμφοτέροις ἔνεστι.
此外,快乐和痛苦也存在于两者之中。
καὶ γὰρ ὁ ἐγκρατευόμενος λυπεῖται παρὰ τὴν ἐπιθυμίαν πράττων ἤδη, καὶ χαίρει τὴν ἀπʼ ἐλπίδος ἡδονήν, ὅτι ὕστερον ὠφεληθήσεται, ἢ καὶ ἤδη ὠφελεῖται ὑγιαίνων· καὶ ὁ ἀκρατὴς χαίρει μὲν τυγχάνων ἀκρατευόμενος οὗ ἐπιθυμεῖ, λυπεῖται δὲ τὴν ἀπʼ ἐλπίδος λύπην, οἴεται γὰρ κακὸν πράττειν.
因为有自制者在违背欲望而现行活动时会感到痛苦,但同时他也享受到来自希望的快乐,因为他知道自己以后会受益,或者因为现在变得健康而正在受益;而无自制者在现行无自制地获得他所欲望的事物时会感到快乐,但同时他也承受着来自希望的痛苦,因为他认为自己正在做坏事。
ὥστε τὸ μὲν βίᾳ ἑκάτερον φάναι ποιεῖν ἔχει λόγον, καὶ διὰ τὴν ὄρεξιν καὶ διὰ τὸν λογισμὸν ἑκάτερον ἄκοντα ποτὲ πράττειν· κεχωρισμένα γὰρ ὄντα ἑκάτερα ἐκκρούεται ὑπʼ ἀλλήλων.
因此,说两者都是被迫行动是有道理的,说由于欲求或由于理性,各自在某些时候是在违背意愿地行动也是有道理的;因为这两者是分离的,它们被彼此排挤。
ὅθεν καὶ ἐπὶ τὴν ὅλην μεταφέρουσι ψυχήν, ὅτι τῶν ἐν ψυχῇ τι τοιοῦτον ὁρῶσιν.
因此,他们也将这一点推广到整个灵魂,因为他们在灵魂中看到了类似的部分。
ἐπὶ μὲν οὖν τῶν μορίων ἐνδέχεται τοῦτο λέγειν· ἡ δʼ ὅλη ἑκοῦσα ψυχὴ καὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἐγκρατοῦς πράττει, βίᾳ δʼ οὐδέτερος, ἀλλὰ τῶν ἐν ἐκείνοις τι, ἐπεὶ καὶ φύσει ἀμφότερα ἔχομεν.
那么,就灵魂的部分而言,这样说是可能的;但有自制者和无自制者的整个灵魂都是自愿行动的,谁都不是被迫的,而是他们之中的某个部分被迫,因为这两者我们天生都拥有。
καὶ γὰρ ὁ λόγος φύσει ὑπάρχει, ὅτι ἐωμένης τῆς γενέσεως καὶ μὴ πηρωθείσης ἐνέσται, καὶ ἡ ἐπιθυμία, ὅτι εὐθὺς ἐκ γενετῆς ἀκολουθεῖ καὶ ἔνεστιν.
因为理性是天生具备的,因为如果发展过程任其自然而不受损害,理性就会存在;欲望也是天生具备的,因为它从出生起就立刻伴随并存在。
σχεδὸν δὲ τούτοις δυσὶ τὸ φύσει διορίζομεν, τῷ τε ὅσα εὐθὺς γιγνομένοις ἀκολουθεῖ πᾶσι, καὶ ὅσα ἐωμένης τῆς γενέσεως εὐθυπορεῖν γίγνεται ἡμῖν, οἷον πολιὰ καὶ γῆρας καὶ τἆλλα τὰ τοιαῦτα.
我们几乎通过这两个标准来界定“天生的”:一是所有那些在出生时就立刻伴随所有人的东西,二是那些在发展过程任其自然时顺理成章地发生在我们身上的东西,比如白发、衰老以及其他类似的事情。
ὥστε μὴ κατὰ φύσιν ἑκάτερος πράττει, ἁπλῶς δὲ κατὰ φύσιν ἑκάτερος, οὐ τὴν αὐτήν.
因此,说两者都不是顺应本性行动的,但在绝对意义上两者都是顺应本性行动的,只是不顺应相同的本性。
αἱ μὲν οὖν περὶ τὸν ἀκρατῆ καὶ ἐγκρατῆ ἀπορίαι αὗται περὶ τοῦ βίᾳ πράττειν ἢ ἀμφοτέρους ἢ τὸν ἕτερον, ὥστε ἢ μὴ ἑκόντας ἢ ἅμα βίᾳ καὶ ἑκόντας, εἰ δὲ τὸ βίᾳ ἀκούσιον, ἅμα ἑκόντας καὶ ἄκοντας πράττειν· σχεδὸν δὲ ἐκ τῶν εἰρημένων δῆλον ἡμῖν ὡς ἀπαντητέον.
因此,关于无自制者和有自制者是否两者或其中之一是被迫行动的难题就是这些,以至于他们是要么非自愿地行动,要么同时被迫且自愿地行动,如果被迫是违背意愿的,那么他们就是同时自愿和违背意愿地行动;而从已说过的来看,我们应该如何回应几乎是显而易见的。
λέγονται δὲ κατʼ ἄλλον τρόπον βίᾳ καὶ ἀναγκασθέντες πρᾶξαι, οὐ διαφωνοῦντος τοῦ λόγου καὶ τῆς ὀρέξεως, ὅταν πράττωσιν ὃ καὶ λυπηρὸν καὶ φαῦλον ὑπολαμβάνουσιν, ἀλλʼ ἂν μὴ τοῦτο πράττωσι, πληγαὶ ἢ δεσμοὶ ἢ θάνατοι ὦσιν.
但人们在另一种意义上也说,在理性和欲求不冲突的情况下,当人们做他们认为既痛苦又卑下的事情时,他们是被迫和受到强制而行动的,但如果他们不这样做,就会面临鞭打、枷锁或死亡。
ταῦτα γάρ φασιν ἀναγκασθέντες πρᾶξαι.
因为他们说,他们是在受到强制下做这些事的。
ἢ οὔ, ἀλλὰ πάντες ἑκόντες ποιοῦσιν αὐτὸ τοῦτο;
或者并非如此,而是所有人都是自愿做这件事情的?
ἔξεστι γὰρ μὴ ποιεῖν, ἀλλʼ ἐκεῖνο ὑπομεῖναι τὸ πάθος.
因为他们本可以不做,而是去承受那种痛苦。
ἔτι ἴσως τούτων τὰ μὲν φαίη τις ἂν τὰ δʼ οὔ.
此外,也许有人会对这些事情中的一些说是,而对另一些说不。
ὅσα μὲν γὰρ ἐφʼ αὑτῷ τῶν τοιούτων μὴ ὑπάρξαι ἢ ὑπάρξαι, ἀεὶ ὅσα πράττει ἃ μὴ βούλεται, ἑκὼν πράττει, καὶ οὐ βίᾳ· ὅσα δὲ μὴ ἐφʼ αὑτῷ τῶν τοιούτων, βίᾳ πώς, οὐ μέντοι γʼ ἁπλῶς, ὅτι οὐκ αὐτὸ τοῦτο προαιρεῖται ὃ πράττει, ἀλλʼ οὗ ἕνεκα, ἐπεὶ καὶ ἐν τούτοις ἐστί τις διαφορά.
因为在这类事情中,凡是发生或不发生都取决于自身的事物,每当有人做他不想做的事时,他总是自愿行动,而不是被迫;而凡不取决于自身的事物,在某种意义上是被迫的,但绝非在绝对意义上,因为他所选择的不是他所做的这件事情本身,而是它所为了的目的,因为在这些事物中也存在着某种差别。
εἰ γὰρ ἵνα μὴ λάβῃ ψηλαφῶν ἀποκτείνοι, γελοῖος ἂν εἴη, εἰ λέγοι ὅτι βίᾳ καὶ ἀναγκαζόμενος, ἀλλὰ δεῖ μεῖζον κακὸν καὶ λυπηρότερον εἶναι, ὃ πείσεται μὴ ποιήσας.
因为如果有人为了不被碰触而杀人,如果他说自己被迫和受到强制,那将是荒谬的;相反,如果他不这样做,他将遭受的必须是更大且更痛苦的恶。
οὕτω γὰρ ἀναγκαζόμενος καὶ βίᾳ πράξει, ἢ οὐ φύσει, ὅταν κακὸν ἀγαθοῦ ἕνεκα ἢ μείζονος κακοῦ ἀπολύσεως πράττῃ, καὶ ἄκων γε· οὐ γὰρ ἐφʼ αὑτῷ ταῦτα.
因为只有这样,他才是在受到强制和被迫(或并非顺应本性)下行动,当他为了善或为了免受更大的恶而做一件恶事时,这确实是违背意愿的;因为这些不取决于他自身。
διὸ καὶ τὸν ἔρωτα πολλοὶ ἀκούσιον τιθέασιν, καὶ θυμοὺς ἐνίους καὶ τὰ φυσικά, ὅτι ἰσχυρὰ καὶ ὑπὲρ τὴν φύσιν· καὶ συγγνώμην ἔχομεν ὡς πεφυκότα βιάζεσθαι τὴν φύσιν.
因此,许多人也把爱情视为违背意愿的,还有一些愤怒以及自然欲求,因为它们强大且超出了本性;而我们对它们持有宽容,认为它们生来就具有强迫本性的性质。
καὶ μᾶλλον ἂν δόξειε βίᾳ καὶ ἄκων πράττειν, ἵνα μὴ ἀλγῇ ἰσχυρῶς, ἢ ἵνα μὴ ἠρέμα, καὶ ὅλως ἵνα μὴ ἀλγῇ ἢ ἵνα χαίρῃ.
而且,人们似乎更是为了不遭受剧烈的痛苦、而不是为了不遭受轻微的痛苦,以及总的来说为了不遭受痛苦、而不是为了获得快乐,才被迫和违背意愿地行动。
τὸ γὰρ ἐφʼ αὑτῷ, εἰς ὃ ἀνάγεται ὅλον, τοῦτʼ ἐστιν ὃ ἡ αὐτοῦ φύσις οἵα τε φέρειν· ὃ δὲ μὴ οἵα τε, μήδʼ ἐστὶ τῆς ἐκείνου φύσει ὀρέξεως ἢ λογισμοῦ, οὐκ ἐφʼ αὑτῷ.
因为那整个可以还原为“取决于自身”的,就是他自身的本性所能承受的东西;而本性不能承受的,且不属于那个人的自然欲求或理性的东西,就不取决于自身。
διὸ καὶ τοὺς ἐνθουσιῶντας καὶ προλέγοντας, καίπερ διανοίας ἔργον ποιοῦντας, ὅμως οὔ φαμεν ἐφʼ αὑτοῖς εἶναι, οὔτʼ εἰπεῖν ἃ εἶπον, οὔτε πρᾶξαι ἃ ἔπραξαν.
因此,对于那些神魂颠倒者和预言者,尽管他们进行着思考的活动,我们仍然说他们并不能自我主宰,既不能主宰自己所说的话,也不能主宰自己所做的事。
ἀλλὰ μὴν οὐδὲ διʼ ἐπιθυμίαν· ὥστε καὶ διάνοιαί τινες καὶ πάθη οὐκ ἐφʼ ἡμῖν εἰσίν, ἢ πράξεις αἱ κατὰ τὰς τοιαύτας διανοίας καὶ λογισμούς, ἀλλʼ ὥσπερ Φιλόλαος ἔφη εἶναί τινας λόγους κρείττους ἡμῶν.
但是,这确实也不是因为欲望;因此,某些思想和情感并不取决于我们,或者依照这些思想和理性的行动也不取决于我们,而是像爱卡拉奥斯所说,存在着一些比我们更强大的理性。

词汇与语法注释

  1. 1224b18τὴν ἀπʼ ἐλπίδος ἡδονήν — 动词 χαίρει 的同族性或内容性宾格(同样见于1224b21中 λυπεῖται 后的 τὴν ἀπʼ ἐλπίδος λύπην)。这种希腊语特有句法不作简单的副词性修饰,而是将情感的具体内容作为直接宾格,字面意思是“享受来自希望的快乐”。
  2. 1224b30ἐωμένης τῆς γενέσεως — 使用动词 ἐάω(听任、不加阻碍)的被动现在分词的属格独立结构。它起到条件副词从句的作用,字面意思是“如果其生成(发展)任其自然”,指在没有外在损害或畸变(πηρωθείσης)的前提下,事物得以完成其本性的成长。
  3. 1225a8τούτων τὰ μὲν φαίη τις ἂν τὰ δʼ οὔ — 希求法配搭 ἄν 表示潜在语气,并结合上下文的省略。针对某些被迫行为是否自愿,“关于这些,或许有人会对其中一些说是(是自愿/被迫),而对另一些说不(非自愿/被迫)”。动词 φαίη 的补足语从前文的 ἑκόντες ποιοῦσιν 中省略并可直接补充。
  4. 1225a14ψηλαφῶν — 动词 ψηλαφάω(摸索、触碰)的现在分词主动因。此处表示伴随情况或目的,“为了不被触碰或摸索(如避免被捕)”,描述了一种极其微不足道的困扰。其作用在于突显:若以如此轻微的理由杀人,却声称自己是“被迫或受到强制”,那将是极其荒谬的。
  5. 1225a25τὸ γὰρ ἐφʼ αὑτῷ, εἰς ὃ ἀνάγεται ὅλον, τοῦτʼ ἐστιν — 带插入定语从句的句子结构分析。主语是带冠词的短语 τὸ ἐφʼ αὑτῷ(取决于自身者),由插入的关系从句 εἰς ὃ ἀνάγεται ὅλον(整个体系还原于其上者)通过关系代词 ὅ 进行修饰。这构成了连接主句谓部 τοῦτʼ ἐστιν ὃ ἡ αὐτοῦ φύσις...(即其自身本性所能……者)的骨架。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。