§2.8#1ὅτι μὲν τοίνυν οὐκ ἔστι τὸ ἑκούσιον τὸ κατὰ ὄρεξιν πράττειν, οὐδʼ ἀκούσιον τὸ παρὰ τὴν ὄρεξιν, φανερόν· ὅτι δʼ οὐδὲ κατὰ προαίρεσιν, πάλιν ἐκ τῶνδε δῆλον.
因此,我们必须明确的是,自愿并非依照欲求行动,违背意愿也非违反欲求,这是显而易见的;而它也不是依照抉择,这从以下几点来看同样是明白的。
τὸ μὲν γὰρ κατὰ βούλησιν ὡς οὐκ ἀκούσιον ἀπεδείχθη, ἀλλὰ μᾶλλον πᾶν ὃ βούλεται καὶ ἑκούσιον (ἀλλʼ ὅτι καὶ μὴ βουλόμενον ἐνδέχεται πράττειν ἑκόντα, τοῦτο δέδεικται μόνον)·
因为依照愿望的事物已被证明并非违背意愿,相反,凡是人所愿望的也都是自愿的(尽管这只是证明了,人也有可能在不愿望的情况下自愿地行动)。
πολλὰ δὲ βουλόμενοι πράττομεν ἐξαίφνης, προαιρεῖται δʼ οὐδεὶς οὐδὲν ἐξαίφνης.
然而,我们有很多时候是在愿望下突然行动的,但没有人是突然做出抉择的。
εἰ δὲ ἀνάγκη μὲν ἦν τριῶν τούτων ἕν τι εἶναι τὸ ἑκούσιον, ἢ κατʼ ὄρεξιν ἢ κατὰ προαίρεσιν ἢ κατὰ διάνοιαν, τούτων δὲ τὰ δύο μὴ ἐστί, λείπεται ἐν τῷ διανοούμενόν πως πράττειν εἶναι τὸ ἑκούσιον.
如果自愿必然是这三者之中的某一个——要么是依照欲求,要么是依照抉择,要么是依照理智——而其中两者并非如此,那么剩下的就是,自愿是在于以某种方式在思考中行动。
ἔτι δὲ μικρὸν προαγαγόντες τὸν λόγον, ἐπιθῶμεν τέλος τῷ περὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου διορισμῷ.
让我们把论证再推进一点,为关于自愿和违背意愿的界定作一个总结。
δοκεῖ γὰρ τὸ βίᾳ καὶ μὴ βίᾳ τι ποιεῖν οἰκεῖα τοῖς εἰρημένοις εἶναι·
因为迫于强制和非迫于强制地做某事,似乎与已讨论过的话题密切相关。
τό τε γὰρ βίαιον ἀκούσιον, καὶ τὸ ἀκούσιον πᾶν βίαιον εἶναι φαμέν.
因为我们说,被迫的是违背意愿的,而一切违背意愿的都是被迫的。
ὥστε περὶ τοῦ βίᾳ σκεπτέον πρῶτον, τί ἐστι καὶ πῶς ἔχει πρὸς τὸ ἑκούσιον καὶ ἀκούσιον.
因此,我们必须首先考察“强制”,它是什么,以及它与自愿和违背意愿的关系如何。
δοκεῖ δὴ τὸ βίαιον καὶ τὸ ἀναγκαῖον ἀντικεῖσθαι, καὶ ἡ βία καὶ ἡ ἀνάγκη, τῷ ἑκουσίῳ καὶ τῇ πειθοῖ ἐπὶ τῶν πραττομένων.
那么,在行动的事物中,被迫的和必然的、以及强制和必然,似乎是与自愿和说服相对立的。
καθόλου δὲ τὸ βίαιον καὶ τὴν ἀνάγκην καὶ ἐπὶ τῶν ἀψύχων λέγομεν· καὶ γὰρ τὸν λίθον ἄνω καὶ τὸ πῦρ κάτω βίᾳ καὶ ἀναγκαζόμενα φέρεσθαι φαμέν.
但在一般情况下,我们也对无生物使用“被迫”和“必然”;因为我们说,石头向上运动、火向下运动是被迫的且受到强制的。
ταῦτα δʼ ὅταν κατὰ τὴν φύσει καὶ τὴν καθʼ αὑτὰ ὁρμὴν φέρηται, οὐ βίᾳ, οὐ μὴν οὐδʼ ἑκούσια λέγεται, ἀλλʼ ἀνώνυμος ἡ ἀντίθεσις.
但是,当这些东西依照它们本性及自身的冲动而运动时,这不被称为是“被迫”的——然而,这当然也不被称为是“自愿”的,这种对立是无名的。
ὅταν δὲ παρὰ ταύτην, βίᾳ φαμέν.
而当它们违背这种冲动而运动时,我们说这是“被迫”的。
ὁμοίως δὲ καὶ ἐπὶ ἐμψύχων καὶ ἐπὶ τῶν ζῴων ὁρῶμεν βίᾳ πολλὰ καὶ πάσχοντα καὶ ποιοῦντα, ὅταν παρὰ τὴν ἐν αὐτῷ ὁρμὴν ἔξωθέν τι κινῇ.
同样地,在有生物和动物身上,当某种外在力量违背它们内在的冲动而移动它们时,我们也看到它们被迫承受和做出许多事情。
ἐν μὲν τοῖς ἀψύχοις ἁπλῆ ἡ ἀρχή, ἐν δὲ τοῖς ἐμψύχοις πλεονάζει· οὐ γὰρ ἀεὶ ἡ ὄρεξις καὶ ὁ λόγος συμφωνεῖ.
在无生物中,其原理是单一的,但在有生物中则是多重的;因为欲求和理性并不总是一致的。
ὥστʼ ἐπὶ μὲν τῶν ἄλλων ζῴων ἁπλοῦν τὸ βίαιον, ὥσπερ ἐπὶ τῶν ἀψύχων (οὐ γὰρ ἔχει λόγον καὶ ὄρεξιν ἐναντίαν, ἀλλὰ τῇ ὀρέξει ζῇ)· ἐν δʼ ἀνθρώπῳ ἔνεστιν ἄμφω, καὶ ἔν τινι ἡλικίᾳ, ᾗ καὶ τὸ πράττειν ἀποδίδομεν.
因此,在其他动物身上,被迫(强制)是单一的,就像在无生物中一样(因为它们不拥有理性及与之对立的欲求,而是依靠欲求生活);但在人身上这两者都存在,并且是在某种年龄阶段,此时我们也赋予其行动的归属。
οὐ γάρ φαμεν τὸ παιδίον πράττειν, οὐδὲ τὸ θηρίον, ἀλλὰ τὸν ἤδη διὰ λογισμὸν πράττοντα.
因为我们不说儿童在行动,也不说野兽在行动,而是说那些已经通过理性计算来行动的人。
δοκεῖ δὴ τὸ βίαιον ἅπαν λυπηρὸν εἶναι, καὶ οὐθεὶς βίᾳ μὲν ποιεῖ, χαίρων δέ.
确实,凡是被迫的似乎都是痛苦的,没有人会在被迫的同时又感到快乐地去做。
διὸ περὶ τὸν ἐγκρατῆ καὶ τὸν ἀκρατῆ πλείστη ἀμφισβήτησις ἐστίν.
因此,围绕着有自制者和无自制者存在着最大的争议。
ἐναντίας γὰρ ὁρμὰς ἔχων αὐτὸς ἕκαστος αὑτῷ πράττει, ὥσθʼ ὅ τʼ ἐγκρατὴς βίᾳ, φασίν, ἀφέλκει αὑτὸν ἀπὸ τῶν ἡδέων ἐπιθυμιῶν (ἀλγεῖ γὰρ ἀφέλκων πρὸς ἀντιτείνουσαν τὴν ὄρεξιν), ὅ τʼ ἀκρατὴς βίᾳ παρὰ τὸν λογισμόν.
因为他们每个人都在内心抱有相互对立的冲动来行动,所以人们说,有自制者是以强制的方式将自己从快乐的欲望中拉开(因为在抗拒那与之相抵触的欲求时拉开自己是痛苦的),而无自制者则是被迫违反理性计算行动。
ἧττον δὲ δοκεῖ λυπεῖσθαι· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος, ᾗ ἀκολουθεῖ χαίρων, ὥστε ὁ ἀκρατὴς μᾶλλον ἑκὼν καὶ οὐ βίᾳ, ὅτι οὐ λυπηρῶς.
但后者似乎不那么痛苦;因为欲望是针对快乐的,他是高高兴兴地顺从它的,所以无自制者更是自愿地、而非被迫地行动,因为他的行动不伴随痛苦。
ἡ δὲ πειθὼ τῇ βίᾳ καὶ ἀνάγκῃ ἀντιτίθεται.
另一方面,说服与强制和必然相对立。
ὁ δʼ ἐγκρατὴς ἐφʼ ἃ πέπεισται ἄγει, καὶ πορεύεται οὐ βίᾳ, ἀλλʼ ἑκών.
有自制者引导自己走向自己被说服的方向,他的前行不是被迫的,而是自愿的。
ἡ δὲ ἐπιθυμία οὐ πείσασα ἄγει· οὐ γὰρ μετέχει λόγου.
而欲望是在没有说服的情况下引导的;因为它不分有理性。
ὅτι μὲν οὖν δοκοῦσιν οὗτοι μόνοι βίᾳ καὶ ἄκοντες ποιεῖν, καὶ διὰ τίνʼ αἰτίαν, ὅτι καθʼ ὁμοιότητά τινα τοῦ βίᾳ, καθʼ ἣν καὶ ἐπὶ τῶν ἀψύχων λέγομεν, εἴρηται·
因此,为什么唯独这些人似乎是在被迫且违背意愿地行动,以及由于什么原因——也就是说,因为这与我们在无生物上所说的强制有着某种相似性——这已经说明了。
οὐ μὴν ἀλλʼ εἴ τις προσθῇ τὸ ἐν τῷ διορισμῷ προσκείμενον, κἀκεῖ λύεται τὸ λεχθέν.
然而,如果有人加上定义中附加的内容,那么上述说法在那种情况下也就不攻自破了。
ὅταν μὲν γάρ τι τῶν ἔξωθεν παρὰ τὴν ἐν αὐτῷ ὁρμὴν κινῇ ἢ ἠρεμίζῃ, βίᾳ φαμέν, ὅταν δὲ μή, οὐ βίᾳ·
因为每当有来自外部的某种力量违背其内在的冲动而使其移动或静止时,我们就说是“被迫”的,而当不是这样时,就不是“被迫”的。
ἐν δὲ τῷ ἀκρατεῖ καὶ ἐγκρατεῖ ἡ καθʼ αὑτὸν ὁρμὴ ἐνοῦσα ἄγει (ἄμφω γὰρ ἔχει)· ὥστʼ οὐ βίᾳ οὐδέτερος, ἀλλʼ ἑκὼν διά γε ταῦτα πράττοι ἄν, οὐδʼ ἀναγκαζόμενος.
然而在无自制者和有自制者中,是其自身内在的冲动在引导,(因为他们同时拥有这两者);因此,两者都不是被迫的,至少就这些方面而言,他是自愿地行动,而不是受到强迫。
τὴν γὰρ ἔξωθεν ἀρχήν, τὴν παρὰ τὴν ὁρμὴν ἢ ἐμποδίζουσαν ἢ κινοῦσαν, ἀνάγκην λέγομεν, ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα τύπτοι τινὰ ἀντιτείνοντος καὶ τῷ βούλεσθαι καὶ τῷ ἐπιθυμεῖν·
因为我们把违背冲动、或阻碍、或移动它的外部始基称为“必然”,这就好比有人抓住另一个人的手去殴打某人,而那个人无论是愿望还是欲望都在进行抗拒。
ὅταν δʼ ἔσωθεν ἡ ἀρχή, οὐ βίᾳ.
而当始基来自内部时,就不是被迫。