§2.7ληπτέον ἄρα τί τὸ ἑκούσιον καὶ τί τὸ ἀκούσιον, καὶ τί ἐστιν ἡ προαίρεσις, ἐπειδὴ ἡ ἀρετὴ καὶ ἡ κακία ὁρίζεται τούτοις.
因此,我们必须把握什么是自愿的,什么是违背意愿的,以及抉择是什么,因为德性和恶德是通过这些来界定的。
πρῶτον σκεπτέον τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον.
首先,我们必须考察自愿与违背意愿。
τριῶν δὴ τούτων ἕν τι δόξειεν ἂν εἶναι, ἤτοι κατʼ ὄρεξιν ἢ κατὰ προαίρεσιν ἢ κατὰ διάνοιαν, τὸ μὲν ἑκούσιον κατὰ τούτων τι, τὸ δʼ ἀκούσιον παρὰ τούτων τι.
事实上,自愿的事物似乎是这三者之中的某一个:要么是依照欲求,要么是依照抉择,要么是依照理智;自愿是在于符合其中之一,而违背意愿则是在于违背其中之一。
ἀλλὰ μὴν ἡ ὄρεξις εἰς τρία διαιρεῖται, εἰς βούλησιν καὶ θυμὸν καὶ ἐπιθυμίαν· ὥστε ταῦτα διαιρετέον, καὶ πρῶτον κατʼ ἐπιθυμίαν.
然而,欲求被分为三类:愿望、激情和欲望;因此我们必须划分这些,并且首先探讨依照欲望的情况。
δόξειε δʼ ἂν πᾶν τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον εἶναι.
而一切依照欲望的事物似乎都是自愿的。
τὸ γὰρ ἀκούσιον πᾶν δοκεῖ εἶναι βίαιον, τὸ δὲ βίαιον λυπηρόν, καὶ πᾶν ὃ ἀναγκαζόμενοι ποιοῦσιν ἢ πάσχουσιν, ὥσπερ καὶ Εὔηνος φησί
"
πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιαρὸν ἔφυ.
因为一切违背意愿的事物似乎都是被迫的,而被迫的事物是痛苦的,凡人们在强迫下所做或所受的事也都是如此,正如埃乌埃诺斯所说: “因为一切必然的事物,其本性都是痛苦的。
"
ὥστʼ εἴ τι λυπηρόν, βίαιον, καὶ εἰ βίαιον, λυπηρόν.
” 因此,如果某事是痛苦的,它就是被迫的;如果是被迫的,它就是痛苦的。
τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν πᾶν λυπηρόν (ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέοσ)̓, ὥστε βίαιον καὶ ἀκούσιον.
而凡是违背欲望的事物都是痛苦的(因为欲望是针对快乐的),因此是被迫且违背意愿的。
τὸ ἄρα κατʼ ἐπιθυμίαν ἑκούσιον· ἐναντία γὰρ ταῦτʼ ἀλλήλοις.
所以,依照欲望的是自愿的;因为这两者是相互对立的。
ἔτι ἡ μοχθηρία ἀδικώτερον πᾶσα ποιεῖ, ἡ δʼ ἀκρασία μοχθηρία δοκεῖ εἶναι, ὁ δʼ ἀκρατὴς ὁ κατὰ τὴν ἐπιθυμίαν παρὰ τὸν λογισμὸν οἷος πράττειν, ἀκρατεύεται δʼ ὅταν ἐνεργῇ κατʼ αὐτήν, τὸ δʼ ἀδικεῖν ἑκούσιον, ὥσθʼ ὁ ἀκρατὴς ἀδικήσει τῷ πράττειν κατʼ ἐπιθυμίαν·
此外,一切恶劣性都会使人更加不公正,而无自制似乎是一种恶劣性,无自制者则是那种依照欲望而违背理性计算来行动的人,当他依照欲望实际活动时,他就失去了自制,而行不公正又是自愿的。
ἑκὼν ἄρα πράξει, καὶ ἑκούσιον τὸ κατʼ ἐπιθυμίαν· καὶ γὰρ ἄτοπον εἰ δικαιότεροι ἔσονται οἱ ἀκρατεῖς γινόμενοι.
因此,无自制者将通过依照欲望而行动来行不公正;所以他是自愿地行动,而依照欲望的是自愿的;因为如果人们由于变得无自制而变得更加公正,那将是荒谬的。
—ἐκ μὲν τοίνυν τούτων δόξειεν ἂν τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον εἶναι, ἐκ δὲ τῶνδε τοὐναντίον.
——那么,从这些论证来看,依照欲望的似乎是自愿的;但从随后的论证来看,情况恰恰相反。
ἅπαν γὰρ ὃ ἑκών τις πράττει, βουλόμενος πράττει, καὶ ὃ βούλεται, ἑκών.
因为凡是有人自愿做的事,他都是在愿望下做的,凡是他愿望的事,他都是自愿做的。
βούλεται δʼ οὐθεὶς ὃ οἴεται εἶναι κακόν.
但没有人会愿望他认为坏的事物。
ἀλλὰ μὴν ὁ ἀκρατευόμενος οὐχ ἃ βούλεται ποιεῖ· τὸ γὰρ παρʼ ὃ οἴεται βέλτιστον εἶναι πράττειν διʼ ἐπιθυμίαν ἀκρατεύεσθαι ἐστίν.
然而,无自制者并不做他所愿望的事;因为无自制就是由于欲望而去做违背他所认为的最佳选择的事。
ὥστε ἅμα συμβήσεται τὸν αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν· τοῦτο δʼ ἀδύνατον.
因此,这将导致同一个人同时既是自愿地又是违背意愿地行动;而这是不可能的。
ἔτι δʼ ὁ ἐγκρατὴς δικαιοπραγήσει, καὶ μᾶλλον τῆς ἀκρασίας.
此外,有自制者将行公正,且比无自制状态下更甚。
ἡ γὰρ ἐγκράτεια ἀρετή, ἡ δʼ ἀρετὴ δικαιοτέρους ποιεῖ.
因为有自制是一种德性,而德性使人更加公正。
ἐγκρατεύεται δʼ ὅταν πράττῃ παρὰ τὴν ἐπιθυμίαν κατὰ τὸν λογισμόν.
当他依照理性计算而违背欲望行动时,他就是有自制的。
ὥστʼ εἰ τὸ μὲν δικαιοπραγεῖν ἑκούσιον, ὥσπερ καὶ τὸ ἀδικεῖν (ἄμφω γὰρ δοκεῖ ταῦτα ἑκούσια εἶναι, καὶ ἀνάγκη, εἰ θάτερον ἑκούσιον, καὶ θάτερον), τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον, ἅμα ἄρα ὁ αὐτὸς τὸ αὐτὸ πράξει ἑκὼν καὶ ἄκων.
因此,如果行公正如同行不公正一样是自愿的(因为这两者都被认为是自愿的,且必然地,如果其中之一是自愿的,另一个也必须是自愿的),而违背欲望是违背意愿的,那么同一个人在同一时间做同一件事,就将既是自愿的又是违背意愿的。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ θυμοῦ. ἀκρασία γὰρ καὶ ἐγκράτεια καὶ θυμοῦ δοκεῖ εἶναι, ὥσπερ καὶ ἐπιθυμίας·
同样的道理也适用于激情。
καὶ τὸ παρὰ τὸν θυμὸν λυπηρόν, καὶ βίαιον ἡ κάθεξις, ὥστʼ εἰ τὸ βίαιον ἀκούσιον, τὸ κατὰ τὸν θυμὸν ἑκούσιον ἂν εἴη πᾶν.
因为无自制和有自制似乎也存在于激情之中,就像存在于欲望中一样;而且违背激情是痛苦的,克制是被迫的,因此,如果被迫的是违背意愿的,那么依照激情的就都将是自愿的。
ἔοικε δὲ καὶ Ἡράκλειτος λέγειν εἰς τὴν ἰσχὺν τοῦ θυμοῦ βλέψας ὅτι λυπηρὰ ἡ κώλυσις αὐτοῦ· "χαλεπὸν γάρ" φησι "θυμῷ μάχεσθαι· ψυχῆς γὰρ ὠνεῖται.
赫拉克利特似乎也是着眼于激情的强大力量,而说阻碍它是痛苦的;他说:“与激情斗争是困难的,因为它是用灵魂买来的。
"εἰ δʼ ἀδύνατον τὸ αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν ἅμα τὸ κατὰ τὸ αὐτὸ τοῦ πράγματος, μᾶλλον ἑκούσιον τὸ κατὰ βούλησιν τοῦ κατʼ ἐπιθυμίαν καὶ θυμόν.
”如果同一个人在同一行动的同一维度上,不可能同时既是自愿的又是违背意愿的,那么依照愿望的就比依照欲望和激情的更具自愿性。
τεκμήριον δέ· πολλὰ γὰρ πράττομεν ἑκόντες ἄνευ ὀργῆς καὶ ἐπιθυμίας.
其证据是:因为我们自愿做许多事,而没有激情和欲望。
λείπεται ἄρα, εἰ τὸ βουλόμενον καὶ ἑκούσιον ταὐτό, σκέψασθαι.
因此,剩下的就是考察愿望与自愿是否为同一回事。
φαίνεται δὲ καὶ τοῦτο ἀδύνατον.
但这似乎也是不可能的。
ὑπόκειται γὰρ ἡμῖν καὶ δοκεῖ ἡ μοχθηρία ἀδικωτέρους ποιεῖν, ἡ δʼ ἀκρασία μοχθηρία τις φαίνεται· συμβήσεται δὲ τοὐναντίον.
因为我们假定并认为恶劣性使人更加不公正,而无自制似乎是某种恶劣性;但结果却将相反。
βούλεται μὲν γὰρ οὐθεὶς ἃ οἴεται εἶναι κακά, πράττει δʼ ὅταν γίνηται ἀκρατής·
因为没有人会愿望他认为坏的事物,但他变得无自制时却去做了。
εἰ οὖν τὸ μὲν ἀδικεῖν ἑκούσιον, τὸ δʼ ἑκούσιον τὸ κατὰ βούλησιν, ὅταν ἀκρατὴς γένηται, οὐκέτι ἀδικήσει, ἀλλʼ ἔσται δικαιότερος ἢ πρὶν γενέσθαι ἀκρατής.
因此,如果行不公正的确是自愿的,而自愿是依照愿望,那么当他变得无自制时,他就不会再行不公正,反而会比变得无自制之前更加公正。
τοῦτο δʼ ἀδύνατον.
而这是不可能的。