Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.6

人作为行动的起点与德性的自愿性

第 13 段,共 53 段 · 希腊语

内容简介

讨论了人作为自身行动的起点和原因,并得出结论:德性与恶德必定属于自愿的行为。

§2.6λάβωμεν οὖν ἄλλην ἀρχὴν τῆς ἐπιούσης σκέψεως.
因此,让我们为接下来的考察采用另一个起点。
εἰσὶ δὴ πᾶσαι μὲν αἱ οὐσίαι κατὰ φύσιν τινὲς ἀρχαί, διὸ καὶ ἑκάστη πολλὰ δύναται τοιαῦτα γεννᾶν, οἷον ἄνθρωπος ἀνθρώπους καὶ ζῷον ὂν ὅλως ζῷα καὶ φυτὸν φυτά.
确实,一切实体按其本性都是某种起点,因此每一个都能产生许多同类的事物,例如人产生人,一般作为动物的产生动物,植物产生植物。
πρὸς δὲ τούτοις ὅ γʼ ἄνθρωπος καὶ πράξεών τινών ἐστιν ἀρχὴ μόνον τῶν ζῴων· τῶν γὰρ ἄλλων οὐθὲν εἴποιμεν ἂν πράττειν.
此外,至少人还是某些行动的起点,这在动物中是唯一的;因为对于其他动物,我们不会说它们有任何行动。
τῶν δʼ ἀρχῶν ὅσαι τοιαῦται, ὅθεν πρῶτον αἱ κινήσεις, κύριαι λέγονται, μάλιστα δὲ δικαίως ἀφʼ ὧν μὴ ἐνδέχεται ἄλλως, ἣν ἴσως ὁ θεὸς ἄρχει.
在此类运动最初由其产生的起点中,它们被称为主导性的,而那些其结果不容许有他种情况的起点,最理所当然地被称为主导性的,而这或许是由神所主宰的。
ἐν δὲ ταῖς ἀκινήτοις ἀρχαῖς, οἷον ἐν ταῖς μαθηματικαῖς, οὐκ ἔστι τὸ κύριον, καίτοι λέγεταί γε καθʼ ὁμοιότητα· καὶ γὰρ ἐνταῦθα κινουμένης τῆς ἀρχῆς πάντα μάλιστʼ ἂν τὰ δεικνύμενα μεταβάλλοι, αὐτὰ δʼ αὑτὰ οὐ μεταβάλλει ἀναιρουμένου θατέρου ὑπὸ θατέρου, ἂν μὴ τῷ τὴν ὑπόθεσιν ἀνελεῖν καὶ διʼ ἐκείνης δεῖξαι.
然而,在不可动的起点中,例如在数学的起点中,并不存在这种主导性的特征,尽管确实是依凭相似性而如此说的;因为在这里,如果起点被改变,所有被证明的事物也将最随之改变,但它们本身并不会因为一个被另一个否定而自行改变,除非是通过否定假定并借由其来证明。
ὁ δʼ ἄνθρωπος ἀρχὴ κινήσεως τινός· ἡ γὰρ πρᾶξις κίνησις.
而人是某种运动的起点;因为行动就是一种运动。
ἐπεὶ δʼ ὥσπερ ἐν τοῖς ἄλλοις ἡ ἀρχὴ αἰτία ἐστὶ τῶν διʼ αὐτὴν ὄντων ἢ γινομένων, δεῖ νοῆσαι καθάπερ ἐπὶ τῶν ἀποδείξεων.
既然像在其他事物中一样,起点是那些因它而存在或生成的事物的原因,我们就必须像对待证明那样来理解这一点。
εἰ γὰρ ἔχοντος τοῦ τριγώνου δύο ὀρθὰς ἀνάγκη τὸ τετράγωνον ἔχειν τέτταρας ὀρθάς, φανερὸν ὡς αἴτιον τούτου τὸ δύο ὀρθὰς ἔχειν τὸ τρίγωνον.
因为如果由于三角形具有两个直角,四边形就必然具有四个直角,那么显而易见,其原因就在于三角形具有两个直角。
εἰ δέ γε μεταβάλλει τὸ τρίγωνον, ἀνάγκη καὶ τὸ τετράγωνον μεταβάλλειν, οἷον εἰ τρεῖς, ἕξ, εἰ δὲ τέτταρες, ὀκτώ.
而如果三角形发生改变,四边形也必然随之改变,例如若变为三个直角,则变为六个,若变为四个,则变为八个。
κἂν εἰ μὴ μεταβάλλοι, τοιοῦτον δʼ ἐστί, κακεῖνο τοιοῦτον ἀναγκαῖον εἶναι.
即便它不改变,只要它是如此性质的,那另一个也必然是如此性质的。
δῆλον δʼ ὃ ἐπιχειροῦμεν ὅτι ἀναγκαῖον, ἐκ τῶν ἀναλυτικῶν· νῦν δʼ οὔτε μὴ λέγειν οὔτε λέγειν ἀκριβῶς οἷόν τε, πλὴν τοσοῦτον.
我们所企图论证的这种必然性,从'分析篇'中是很清楚的;但眼下我们既不能完全不谈,也不能精确地谈论,只能谈到这个地步。
εἰ γὰρ μηθὲν ἄλλο αἴτιον τοῦ τὸ τρίγωνον οὕτως ἔχειν, ἀρχή τις ἂν εἴη τοῦτο καὶ αἴτιον τῶν ὕστερον.
因为如果对于三角形处于这种状态没有其他原因,那么这就将是某种起点,也是其后随之而来者的原因。
ὥστʼ εἴπερ ἐστὶν ἔνια τῶν ὄντων ἐνδεχόμενα ἐναντίως ἔχειν, ἀνάγκη καὶ τὰς ἀρχὰς αὐτῶν εἶναι τοιαύτας.
因此,如果在存在的事物中,有一些可能处于相反的状态,那么它们的起点也必然是如此性质的。
ἐκ γὰρ τῶν ἐξ ἀνάγκης ἀναγκαῖον τὸ συμβαῖνον ἐστί, τὰ δέ γε ἐντεῦθεν ἐνδέχεται γενέσθαι τἀναντία, καὶ ὃ ἐφʼ αὑτοῖς ἐστι τοῖς ἀνθρώποις, πολλὰ τῶν τοιούτων, καὶ ἀρχαὶ τῶν τοιούτων εἰσὶν αὐτοί.
因为源于必然之物的结果也是必然的,而从这些起点出发,相反的情况却可能发生,并且凡取决于人类自身的事物,许多都属于此类,而人类自己就是此类事物的起点。
ὥστε ὅσων πράξεων ὁ ἄνθρωπός ἐστιν ἀρχὴ καὶ κύριος, φανερὸν ὅτι ἐνδέχεται καὶ γίνεσθαι καὶ μή, καὶ ὅτι ἐφʼ αὑτῷ ταῦτʼ ἐστι γίνεσθαι καὶ μή, ὧν γε κύριός ἐστι τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι.
因此,凡是人作为其起点和主导者的行动,显而易见它们既可能发生也可能不发生,并且这些事物的发生与不发生取决于他自己,至少对于那些存在与不存在由他主导的事物是如此。
ὅσα δʼ ἐφʼ αὑτῷ ἐστι ποιεῖν ἢ μὴ ποιεῖν, αἴτιος τούτων αὐτὸς ἐστίν· καὶ ὅσων αἴτιος, ἐφʼ αὑτῷ.
凡是做与不做取决于他自己的事,他自己就是这些事的原因;而凡是他作为原因的事,也都取决于他。
ἐπεὶ δʼ ἥ τε ἀρετὴ καὶ ἡ κακία καὶ τὰ ἀπʼ αὐτῶν ἔργα τὰ μὲν ἐπαινετὰ τὰ δὲ ψεκτά (ψέγεται γὰρ καὶ ἐπαινεῖται οὐ διὰ τὰ ἐξ ἀνάγκης ἢ τύχης ἢ φύσεως ὑπάρχοντα, ἀλλʼ ὅσων αὐτοὶ αἴτιοι ἐσμέν· ὅσων γὰρ ἄλλος αἴτιος, ἐκεῖνος καὶ τὸν ψόγον καὶ τὸν ἔπαινον ἔχει), δῆλον ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ ταῦτʼ ἐστιν ὧν αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων.
既然德性与恶德以及由此产生的行为,有些是值得赞扬的,有些是值得指责的(因为人受到赞扬或指责,不是由于那些因必然、运气或天性而存在的事物,而是由于那些我们自己作为其原因的事物;因为凡是以他人为原因的事物,也由他人承担指责和赞扬),那么显然,德性和恶德也正是关于那些他自己作为原因和行动起点的事务。
ληπτέον ἄρα ποίων αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων.
因此,我们必须把握,他是何种行动的原因和起点。
πάντες μὲν δὴ ὁμολογοῦμεν, ὅσα μὲν ἑκούσια καὶ κατὰ προαίρεσιν τὴν ἑκάστου, ἐκεῖνον αἴτιον εἶναι, ὅσα δʼ ἀκούσια, οὐκ αὐτὸν αἴτιον.
确实,我们大家都公认,凡是自愿的且符合每个人抉择的事物,那个人就是原因,而凡不自愿的事物,他自己就不是原因。
πάντα δʼ ὅσα προελόμενος, καὶ ἑκὼν δῆλον ὅτι.
而凡是他抉择而做的事,显而易见也是自愿做的。
δῆλον τοίνυν ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία τῶν ἑκουσίων ἂν εἴησαν.
那么显而易见,德性和恶德都属于自愿的事物。

词汇与语法注释

  1. 1222bἣν ἴσως ὁ θεὸς ἄρχει — 关系代词 ἣν 指代前文暗示的单数概念,即“其结果不容许有他种情况的起点”,并作为动词 ἄρχει 的直接宾语。
  2. 1222bἀναιρουμένου θατέρου ὑπὸ θατέρου — 此处为属格独立结构,表示被动意义:“一者被另一者否定(或消除)”。
  3. 1223aὃ ἐφʼ αὑτοῖς ἐστι τοῖς ἀνθρώποις — 关系代词 ὃ 实际上指代后面作为主格补足语的 πολλὰ τῶν τοιούτων(此类事物中的许多)。此处使用了惯用表达 ἐφ' ἑαυτῷ εἶναι,意为“取决于某人自身”或“在某人权力之内”。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。