§2.4εἰλημμένων δὲ τούτων, μετὰ ταῦτα λεκτέον ὅτι ἐπειδὴ δύο μέρη τῆς ψυχῆς, καὶ αἱ ἀρεταὶ κατὰ ταῦτα διῄρηνται, καὶ αἱ μὲν τοῦ λόγον ἔχοντος διανοητικαί, ὧν ἔργον ἀλήθεια, ἢ περὶ τοῦ πῶς ἔχει ἢ περὶ γενέσεως, αἱ δὲ τοῦ ἀλόγου, ἔχοντος δʼ ὄρεξιν (οὐ γὰρ ὁτιοῦν μέρος ἔχει τῆς ψυχῆς ὄρεξιν, εἰ μεριστὴ ἐστίν), ἀνάγκη δὴ φαῦλον τὸ ἦθος καὶ σπουδαῖον εἶναι τῷ διώκειν καὶ φεύγειν ἡδονάς τινας καὶ λύπας.
既然这些已经被把握,在这之后必须说明,因为灵魂有两个部分,且德性也根据这两部分而划分,其中一部分是具有理性之部分的智力德性,其功能是真理(无论是关于事物的状态还是关于生成),另一部分是无理性但具有欲望之部分的德性(因为如果灵魂是可分的,并不是随便哪个部分都具有欲望),所以人品的好坏必然在于追求和避免某些快乐与痛苦。
δῆλον δὲ τοῦτο ἐκ τῶν διαιρέσεων τῶν περὶ τὰ πάθη καὶ τὰς δυνάμεις καὶ τὰς ἕξεις.
这从关于情感、能力和品质状态的划分中是显而易见的。
αἱ μὲν γὰρ δυνάμεις καὶ αἱ ἕξεις τῶν παθημάτων, τὰ δὲ πάθη λύπῃ καὶ ἡδονῇ διώρισται· ὥστε διά τε ταῦτα καὶ διὰ τὰς ἔμπροσθεν θέσεις συμβαίνει πᾶσαν ἠθικὴν ἀρετὴν περὶ ἡδονὰς εἶναι καὶ λύπας.
因为能力和状态属于情感,而情感是由痛苦和快乐来界定的;因此,通过这些以及先前的设想,所有伦理德性都是关于快乐与痛苦的。
πᾶσα γὰρ ψυχὴ ὑφʼ οἵων πέφυκε γίνεσθαι χείρων καὶ βελτίων, πρὸς ταῦτα καὶ περὶ ταῦτά ἐστιν ἡ ἡδονή.
因为每一个灵魂,由于其天性在面对何种事物时会变得更好或更坏,它的快乐也是针对这些事物并关于这些事物的。
διʼ ἡδονὰς δὲ καὶ λύπας φαύλους εἶναι φαμέν, τῷ διώκειν καὶ φεύγειν ἢ ὡς μὴ δεῖ ἢ ἃς μὴ δεῖ.
我们之所以说人们因为快乐和痛苦而变坏,是因为在不应当的时候或追求、避免不应当的快乐和痛苦,或者是以不应当的方式。
διὸ καὶ διορίζονται πάντες προχείρως ἀπάθειαν καὶ ἠρεμίαν περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετάς, τὰς δὲ κακίας ἐκ τῶν ἐναντίων.
因此,所有人也都轻易地将德性规定为关于快乐与痛苦的无动于衷和宁静,而将恶德规定为相反的情况。
§2.5ἐπεὶ δʼ ὑπόκειται ἀρετὴ εἶναι ἡ τοιαύτη ἕξις ἀφʼ ἧς πρακτικοὶ τῶν βελτίστων καὶ καθʼ ἣν ἄριστα διάκεινται περὶ τὸ βέλτιστον, βέλτιστον δὲ καὶ ἄριστον τὸ κατὰ τὸν ὀρθὸν λόγον, τοῦτο δʼ ἐστὶ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως τῆς πρὸς ἡμᾶς· ἀναγκαῖον ἂν εἴη τὴν ἠθικὴν ἀρετὴν καθʼ αὑτὸν ἕκαστον μεσότητα εἶναι καὶ περὶ μέσʼ ἄττα ἐν ἡδοναῖς καὶ λύπαις καὶ ἡδέσι καὶ λυπηροῖς.
既然已经假定,德性是这样一种状态,人们由此状态能够行使最善的事情,并根据它在面对最善者时处于最良的倾向,而最善和最优的是按照正确理性行事,这又是相对于我们而言的过度与不及的中间;那么伦理德性必然是各自动作的一种中庸,并且是关于快乐与痛苦、愉快与痛苦的事物中的某些中间。
ἔσται δʼ ἡ μεσότης ὁτὲ μὲν ἐν ἡδοναῖς (καὶ γὰρ ὑπερβολὴ καὶ ἔλλειψις), ὁτὲ δʼ ἐν λύπαις, ὁτὲ δʼ ἐν ἀμφοτέραις.
这种中庸有时存在于快乐中(因为同样存在过度和不及),有时存在于痛苦中,有时存在于两者中。
ὁ γὰρ ὑπερβάλλων τῷ χαίρειν τῷ ἡδεῖ ὑπερβάλλει καὶ ὁ τῷ λυπεῖσθαι τῷ ἐναντίῳ, καὶ ταῦτα ἢ ἁπλῶς ἢ πρός τινα ὅρον, οἷον ὅταν μὴ ὡς οἱ πολλοί· ὁ δʼ ἀγαθὸς ὡς δεῖ.
因为在享受快乐上过度的人在愉快的事情上过度,而在感到痛苦上过度的人在相反的事情上过度,而这些或者是绝对的,或者是相对于某种标准,例如当不跟大多数人一样时;而好人则以应当的方式。
—ἐπεὶ δʼ ἐστί τις ἕξις ἀφʼ ἧς τοιοῦτος ἔσται ὁ ἔχων αὐτὴν ὥστε τοῦ αὐτοῦ πράγματος ὃ μὲν ἀποδέχεσθαι τὴν ὑπερβολὴν ὃ δὲ τὴν ἔλλειψιν, ἀνάγκη, ὡς ταῦτʼ ἀλλήλοις ἐναντία καὶ τῷ μέσῳ, οὕτω καὶ τὰς ἕξεις ἀλλήλαις ἐναντίας εἶναι καὶ τῇ ἀρετῇ.
既然存在某种状态,拥有它的人在面对同一事物时,有人接受过度,有人接受不及,那么必然地,正如这些对立于彼此且对立于中间,这些状态也同样相互对立且对立于德性。
συμβαίνει μέντοι τὰς ἀντιθέσεις ἔνθα μὲν φανερωτέρας εἶναι πάσας, ἔνθα δὲ τὰς ἐπὶ τὴν ὑπερβολήν, ἐνιαχοῦ δὲ τὰς ἐπὶ τὴν ἔλλειψιν.
然而,对立在某些情况下全都很明显,而在另一些情况下是朝向过度的对立,在有些地方则是朝向不及的对立。
αἴτιον δὲ τῆς ἐναντιώσεως, ὅτι οὐκ ἀεὶ ἐπὶ ταὐτὰ τῆς ἀνισότητος ἢ ὁμοιότητος πρὸς τὸ μέσον, ἀλλʼ ὁτὲ μὲν θᾶττον ἂν μεταβαίη ἀπὸ τῆς ὑπερβολῆς ἐπὶ τὴν μέσην ἕξιν, ὁτὲ δʼ ἀπὸ τῆς ἐλλείψεως, ἧς ὃς πλέον ἀπέχει, οὗτος δοκεῖ ἐναντιώτερος εἶναι, οἷον καὶ περὶ τὸ σῶμα ἐν μὲν τοῖς πόνοις ὑγιεινότερον ἡ ὑπερβολὴ τῆς ἐλλείψεως καὶ ἐγγύτερον τοῦ μέσου, ἐν δὲ τῇ τροφῇ ἡ ἔλλειψις ὑπερβολῆς.
这种相反性的原因是,相对于中间的非均等性或相似性并不总是指向同一个方向,而是有时从过度向中间状态过渡更快,有时从不及向中间状态过渡更快,而谁离中间更远,谁就显得更对立;例如在身体方面,在劳动中过度比不及更健康且更接近中间,但在食物中不及比过度更健康。
ὥστε καὶ αἱ προαιρετικαὶ ἕξεις αἱ φιλογυμναστικαὶ φιλοϋγιεῖς μᾶλλον ἔσονται καθʼ ἑκατέραν τὴν αἵρεσιν, ἔνθα μὲν αἱ πολυπονώτεραι, ἔνθα δʼ αἱ ὑποστατικώτεραι, καὶ ἐναντίος τῷ μετρίῳ καὶ τῷ ὡς ὁ λόγος ἔνθα μὲν ὁ ἄπονος καὶ οὐκ ἄμφω, ἔνθα δὲ ὁ ἀπολαυστικὸς καὶ οὐχ ὁ πεινητικός.
因此,喜好运动和喜好健康的抉择性状态,在各自的抉择中会更倾向于如此:在一种情况下是劳动较多的状态,在另一种情况下是较为克制的状态,而对立于适度及符合理性的,在一种情况下是不劳动的人而不是两者,在另一种情况下是享乐的人而不是挨饿的人。
συμβαίνει δὲ τοῦτο, διότι ἡ φύσις εὐθὺς οὐ πρὸς ἅπαντα ὁμοίως ἀφέστηκε τοῦ μέσου, ἀλλʼ ἧττον μὲν φιλόπονοι ἐσμέν, μᾶλλον δʼ ἀπολαυστικοί.
这之所以发生,是因为天性并非一开始就在所有事情上都同样远离中间,而是我们较少喜好劳动,较多倾向于享乐。
ὁμοίως δὲ ταῦτʼ ἔχει καὶ περὶ ψυχῆς.
同样的情况也适用于灵魂。
ἐναντίαν δὲ τίθεμεν τὴν ἕξιν ἐφʼ ἥν τε ἁμαρτάνομεν μᾶλλον καὶ ἐφʼ ἣν οἱ πολλοί (ἡ δʼ ἑτέρα ὥσπερ οὐκ οὖσα λανθάνει· διὰ γὰρ τὸ ὀλίγον ἀναίσθητος ἐστίν), οἷον ὀργὴν πραότητι καὶ τὸν ὀργίλον τῷ πράῳ.
我们将我们更容易犯错且大多数人更容易倾向的状态设为相反的状态(而另一种状态就像不存在一样不被注意;因为罕见而未被察觉),例如我们将温和对立于愤怒,将温和的人对立于易怒的人。
καίτοι ἐστὶν ὑπερβολὴ καὶ ἐπὶ τὸ ἵλεων εἶναι καὶ τὸ καταλλακτικὸν εἶναι καὶ μὴ ὀργίζεσθαι ῥαπιζόμενον.
尽管在温和、容易和解、挨打也不发怒方面也存在过度。
ἀλλʼ ὀλίγοι οἱ τοιοῦτοι, ἐπʼ ἐκεῖνο δὲ πάντες ῥέπουσι μᾶλλον.
但这样的人很少,所有人更倾向于前者。
διὸ καὶ οὐ κολακικὸν ὁ θυμός.
因此,愤怒也不是一种阿谀奉承。
ἐπεὶ δʼ εἴληπται ἡ διαλογὴ τῶν ἕξεων καθʼ ἕκαστα τὰ πάθη, καὶ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, καὶ τῶν ἐναντίων ἕξεων, καθʼ ἃς ἔχουσι κατὰ τὸν ὀρθὸν λόγον (τίς δʼ ὁ ὀρθὸς λόγος, καὶ πρὸς τίνα δεῖ ὅρον ἀποβλέποντας λέγειν τὸ μέσον, ὕστερον ἐπισκεπτέον), φανερὸν ὅτι πᾶσαι αἱ ἠθικαὶ ἀρεταὶ καὶ κακίαι περὶ ἡδονῶν καὶ λυπῶν ὑπερβολὰς καὶ ἐλλείψεις εἰσί, καὶ ἡδοναὶ καὶ λῦπαι ἀπὸ τῶν εἰρημένων ἕξεων καὶ παθημάτων γίνονται.
既然已经把握了针对每种情感的状态分类、过度和不及,以及根据正确理性所持有的相反状态(至于什么是正确理性,以及在谈论中间时应当看准什么标准,此后必须予以考察),显然所有伦理德性和恶德都是关于快乐和痛苦的过度与不及,而快乐和痛苦产生于上述状态和情感。
ἀλλὰ μὴν ἥ γε βελτίστη ἕξις ἡ περὶ ἕκαστα μέση ἐστίν.
然而,最优秀的品质状态是关于每一项的中间。
δῆλον τοίνυν ὅτι αἱ ἀρεταὶ ἢ πᾶσαι ἢ τούτων τινὲς ἔσονται τῶν μεσοτήτων.
因此显而易见,德性或者是所有这些中庸,或者是其中的一些。