§2.3διωρισμένων δὲ τούτων, ληπτέον ὅτι ἐν ἅπαντι συνεχεῖ καὶ διαιρετῷ ἐστιν ὑπεροχὴ καὶ ἔλλειψις καὶ μέσον, καὶ ταῦτα ἢ πρὸς ἄλληλα ἢ πρὸς ἡμᾶς, οἷον ἐν γυμναστικῇ, ἐν ἰατρικῇ, ἐν οἰκοδομικῇ, ἐν κυβερνητικῇ, καὶ ἐν ὁποιᾳοῦν πράξει, καὶ ἐπιστημονικῇ καὶ ἀνεπιστημονικῇ, καὶ τεχνικῇ καὶ ἀτέχνῳ.
既然这些已经界定,我们必须明白:在一切连续且可分的事物中,都存在着过度、不及和中间,而这些或者是相互而言,或者是相对我们而言,例如在体育、医术、建筑术、航行术以及任何一种行为中(无论是科学的还是非科学的,技术性的还是无技术的)。
ἡ μὲν γὰρ κίνησις συνεχές, ἡ δὲ πρᾶξις κίνησις.
因为运动是连续的,而行为即是运动。
ἐν πᾶσι δὲ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον· τοῦτο γάρ ἐστιν ὡς ἡ ἐπιστήμη κελεύει καὶ ὁ λόγος.
在所有事物中,相对我们而言的中间是最优的;因为这就是科学和理性所命令的。
πανταχοῦ δὲ τοῦτο καὶ ποιεῖ τὴν βελτίστην ἕξιν.
并且在任何地方,这也会产生最优秀的品质状态。
καὶ τοῦτο δῆλον διὰ τῆς ἐπαγωγῆς καὶ τοῦ λόγου.
这通过归纳和理性都是显而易见。
τὰ γὰρ ἐναντία φθείρει ἄλληλα· τὰ δʼ ἄκρα καὶ ἀλλήλοις καὶ τῷ μέσῳ ἐναντία.
因为相反者会相互毁灭;而两极既与彼此相反,也与中间相反。
τὸ γὰρ μέσον ἑκάτερον πρὸς ἑκάτερον ἐστίν, οἷον τὸ ἴσον τοῦ μὲν ἐλάττονος μεῖζον, τοῦ μείζονος δὲ ἔλαττον.
因为中间相对于两者中的任何一者来说,例如,相等者比更小者大,比更大者小。
ὥστʼ ἀνάγκη τὴν ἠθικὴν ἀρετὴν περὶ μέσʼ ἄττα εἶναι καὶ μεσότητα τινά.
因此,伦理德性必然是关于某些中间,并且是某种中庸。
ληπτέον ἄρα ἡ ποία μεσότης ἀρετή, καὶ περὶ ποῖα μέσα.
那么,我们必须明了何种中庸是德性,以及它是关于何种中间的。
εἰλήφθω δὴ παραδείγματος χάριν, καὶ θεωρείσθω ἕκαστον ἐκ τῆς ὑπογραφῆς.
为此,且让我们以它为例,从下图中观察每一项。
ὀργιλότης ἀναλγησία πραότης.
易怒、无感觉、温和。
θρασύτης δειλία ἀνδρεία.
蛮勇、懦弱、勇敢。
ἀναισχυντία κατάπληξις αἰδώς.
无耻、羞怯、羞耻。
ἀκολασία ἀναισθησία σωφροσύνη.
放纵、无感觉、节制。
φθόνος ἀνώνυμον νέμεσις.
嫉妒、[无名]、义愤。
κέρδος ζημία δίκαιον.
利得、损失、公正。
ἀσωτία ἀνελευθερία ἐλευθεριότης.
挥耗、吝啬、慷慨。
ἀλαζονεία εἰρωνεία ἀλήθεια.
自慢、自贬、真诚。
κολακεία ἀπέχθεια φιλία.
阿谀、恶怨、友爱。
ἀρέσκεια αὐθάδεια σεμνότης.
媚俗、固执、庄重。
κακοπάθεια χαυνότης μικροψυχία μεγαλοψυχία.
苦痛、虚荣、卑屈、大度。
δαπανηρία μικροπρέπεια μεγαλοπρέπεια.
奢华、小气、豪奢。
εὐήθεια. τὰ μὲν πάθη ταῦτα καὶ τοιαῦτα συμβαίνει ταῖς ψυχαῖς, πάντα δὲ λέγεται τὰ μὲν τῷ ὑπερβάλλειν τὰ δὲ τῷ ἐλλείπειν.
愚钝、…… 这些情感和诸如此类的事情发生在灵魂中,而所有这些情感,有的被称为过度,有的则被称为不及。
ὀργίλος μὲν γάρ ἐστιν ὁ μᾶλλον ἢ δεῖ ὀργιζόμενος καὶ θᾶττον καὶ πλείοσιν ἢ οἷς δεῖ, ἀνάλγητος δὲ ὁ ἐλλείπων καὶ οἷς καὶ ὅτε καὶ ὥς·
因为易怒者是指那些比应当更易发怒、更快发怒,且对不应当的人发怒的人;而麻木者则是指在对象、时间和方式上都有所不及的人。
καὶ θρασὺς μὲν ὁ μήτε ἃ χρὴ φοβούμενος μήθʼ ὅτε μήθʼ ὥς, δειλὸς δὲ ὁ καὶ ἃ μὴ δεῖ καὶ ὅτʼ οὐ δεῖ καὶ ὡς οὐ δεῖ·
蛮勇者是指既不害怕应当害怕的事物,也不在应当的时间,更不以应当的方式害怕的人;而懦弱者则是指对不应当的事物、在不应当的时间和以不应当的方式感到害怕的人。
ὁμοίως δὲ καὶ ἀκόλαστος καὶ ὁ ἐπιθυμητικὸς καὶ ὁ ὑπερβάλλων πᾶσιν ὅσοις ἐνδέχεται, ἀναίσθητος δὲ ὁ ἐλλείπων καὶ μηδʼ ὅσον βέλτιον καὶ κατὰ τὴν φύσιν ἐπιθυμῶν, ἀλλʼ ἀπαθὴς ὥσπερ λίθος·
同样,放纵者和多欲者也是在所有可能的事情上都过度的人;而无感觉者则是有所不及,甚至不以更好且自然的方式去欲望,而是像石头一样无动于衷的人。
κερδαλέος δὲ ὁ πανταχόθεν πλεονεκτικός, ζημιώδης δὲ ὁ μηδαμόθεν, ἀλλʼ ὀλιγαχόθεν·
贪利者是指在所有地方都追求多得的人;而受损者则是指在任何地方都不求得,或者只在极少数地方求得的人。
ἀλαζὼν δὲ ὁ πλείω τῶν ὑπαρχόντων προσποιούμενος, εἴρων δὲ ὁ ἐλάττω·
自夸者是指假装拥有比实际更多的人;而自贬者则是指假装拥有更少的人。
καὶ κόλαξ μὲν ὁ πλείω συνεπαινῶν ἢ καλῶς ἔχει, ἀπεχθητικὸς δὲ ὁ ἐλάττω·
阿谀者是指比合适程度更赞同别人的人;而恶怨者则是指赞同得更少的人。
καὶ τὸ μὲν λίαν πρὸς ἡδονὴν ἀρέσκεια, τὸ δʼ ὀλίγα καὶ μόγις εὐθάδεια·
过度地倾向于快乐是媚俗,而极少且勉强倾向于快乐是固执。
χαῦνος δʼ ὁ μειζόνων ἀξιῶν αὑτόν, μικρόψυχος δʼ ὁ ἐλαττόνων·
虚荣者是指高估自己价值的人;而卑屈者是指低估自己价值的人。
ἔτι δʼ ἄσωτος ὁ πρὸς ἅπασαν δαπάνην ὑπερβάλλων, ἀνελεύθερος δὲ ὁ πρὸς ἅπασαν ἐλλείπων·
此外,挥霍者是指在所有支出上都过度的人;而吝啬者是指在所有支出上都不及的人。
ὁμοίως δὲ καὶ ὁ μικροπρεπὴς καὶ ὁ σαλάκων, ὁ μὲν γὰρ ὑπερβάλλει τὸ πρέπον, ὁ δʼ ἐλλείπει τοῦ πρέποντος·
同样,豪奢者和零碎者也是如此;因为前者超出了适宜,而后者则未达适宜。
φθονερὸς δὲ τῷ λυπεῖσθαι ἐπὶ πλείοσιν εὐπραγίαις ἢ δεῖ (καὶ γὰρ οἱ ἄξιοι εὖ πράττειν λυποῦσι τοὺς φθονεροὺς εὖ πράττοντες), ὁ δʼ ἐναντίος ἀνωνυμώτερος, ἔστι δʼ ὁ ὑπερβάλλων τῷ μὴ λυπεῖσθαι μηδʼ ἐπὶ τοῖς ἀναξίοις εὖ πράττουσιν, ἀλλʼ εὐχερὴς ὥσπερ οἱ γαστρίμαργοι πρὸς τροφήν, ὃ δὲ δυσχερὴς κατὰ τὸν φθόνον ἐστίν.
而嫉妒者的特征在于,对超出应当的许多好运感到痛苦(因为那些配得上好运的人走运,也会使得嫉妒者感到痛苦);而相反的那种人则更为无名,但他是指在对不配走运的人走运也毫不感到痛苦这一方面过度的人,就像贪食者对待食物一样随和,而另一方则在嫉妒的意义上是挑剔不随和的。
— τὸ δὲ πρὸς ἕκαστον μὴ κατὰ συμβεβηκὸς οὕτως ἔχειν περίεργον διορίζειν· οὐδεμία γὰρ ἐπιστήμη, οὔτε θεωρητικὴ οὔτε ποιητική, οὔτε λέγει οὔτε πράττει τοῦτο προσδιορίζουσα, ἀλλὰ τοῦτʼ ἐστι πρὸς τὰς συκοφαντίας τῶν τεχνῶν τὰς λογικάς.
但是,对于每一项事物,规定它不是偶然处于这种状态是冗余的;因为任何一门科学,无论是理论的还是制作的,都不会在进一步规定这一点的同时来进行陈述或活动,而这属于艺术的逻辑争辩。
ἁπλῶς μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον, ἀκριβέστερον δʼ, ὅταν περὶ τῶν ἕξεων λέγωμεν τῶν ἀντικειμένων.
因此,我们且以这种方式进行简要界定,而更精确的界定将在我们讨论对立的状态时进行。
αὐτῶν δὲ τούτων τῶν παθημάτων εἴδη κατονομάζεται τῷ διαφέρειν κατὰ τὴν ὑπερβολὴν ἢ χρόνου ἢ τοῦ μᾶλλον ἢ πρός τι τῶν ποιούντων τὰ πάθη.
就在这些情感本身中,各种类型因在时间上的过度、程度上的过度,或与产生情感之物的关系上的不同而被冠以不同的名称。
λέγω δʼ οἷον ὀξύθυμος μὲν τῷ θᾶττον πάσχειν ἢ δεῖ, χαλεπὸς δὲ καὶ θυμώδης τῷ μᾶλλον, πικρὸς δὲ τῷ φυλακτικὸς εἶναι τῆς ὀργῆς, πλήκτης δὲ καὶ λοιδορητικὸς ταῖς κολάσεσι ταῖς ἀπὸ τῆς ὀργῆς.
我所谓的意思是,例如,急躁者是因为比应当更快受到影响而不同,暴躁者和易怒者是因为程度更强而不同,刻薄者是因为保持愤怒而不同,而好斗和辱骂者则是通过由愤怒产生的惩罚方式而不同。
ὀψοφάγοι δὲ καὶ γαστρίμαργοι καὶ οἰνόφλυγες τῷ πρὸς ὁποτέρας τροφῆς ἀπόλαυσιν ἔχειν τὴν δύναμιν παθητικὴν παρὰ τὸν λόγον.
而美食者、大食汉和酒鬼,则是因对于任意一种食物的享受,有着违背理性的受动能力而得名。
οὐ δεῖ δὲ ἀγνοεῖν ὅτι ἔνια τῶν λεγομένων οὐκ ἔστιν ἐν τῷ πῶς λαμβάνειν, ἂν πῶς λαμβάνηται τῷ μᾶλλον πάσχειν.
但是,绝不能忽视的是,有些被说及的事情并不在于“如何承受”,即是否通过感受更多而被接受。
οἷον μοιχὸς οὐ τῷ μᾶλλον ἢ δεῖ πρὸς τὰς γαμετὰς πλησιάζειν (οὐ γὰρ ἐστίν), ἀλλὰ μοχθηρία τις αὐτὴ δὴ ἐστίν.
例如,通奸者并不是因为与妻子们接近得超过了应当(因为根本没有这种应当),而是因为这本身就是一种恶劣。
συνειλημμένον γὰρ τό τε πάθος λέγεται καὶ τὸ τοιόνδε εἶναι.
因为在这里,情感和具有“如此这般”的性质是被合起来论说的。
ὁμοίως δὲ καὶ ἡ ὕβρις.
同样,暴行也是如此。
διὸ καὶ ἀμφισβητοῦσι, συγγενέσθαι μὲν φάσκοντες, ἀλλʼ οὐ μοιχεῦσαι· ἀγνοοῦντες γὰρ ἢ ἀναγκαζόμενοι καὶ πατάξαι μέν, ἀλλʼ οὐχʼ ὑβρίσαι·
因此,人们也争辩,声称自己虽然发生了关系但并没有通奸;或者声称是因为愚昧或被迫;或者声称虽然打了人但并没有施加暴行。
ὁμοίως δὲ καὶ ἐπὶ τὰ ἄλλα τὰ τοιαῦτα.
在其他诸如此类的事物上也是同样。