§2.2ὅτι μὲν τοίνυν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι, δῆλον·
因此,显而易见,伦理德性是与快乐和痛苦相关的。
ἐπεὶ δʼ ἐστὶ τὸ ἦθος, ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν, ἐθίζεται δὲ τὸ ὑπʼ ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς, οὕτως ἤδη τὸ ἐνεργητικόν, ὃ ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμεν (οὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον, οὐδέποτε ποιήσει τοῦτο μὴ βίᾳ), διὸ ἔστω τὸ ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον τοῦ ἀλόγου μέν, δυναμένου δʼ ἀκολουθεῖν τῷ λόγῳ ποιότης.
既然性格如同其名称所表明的那样,是通过习惯而获得发展的,而受到非先天的引导者是通过以某种方式多次运动而被习惯化的,从而使其成为活动性的,而这在无生命的事物中是见不到的(因为即使你把石头往上扔一万次,除非通过外力,它也决不会自发这样做),因此,且让我们假定,性格是灵魂的这样一种品质:它属于无理性但能追随理性的部分,并遵循着起支配作用的理性。
λεκτέον δὴ κατὰ τί τῆς ψυχῆς ποιότης τὰ ἤθη.
接着我们必须说明,性格是在灵魂的什么维度上作为品质而存在的。
ἔστι δὲ κατά τε τὰς δυνάμεις τῶν παθημάτων, καθʼ ἃς ὡς παθητικοὶ λέγονται, καὶ κατὰ τὰς ἕξεις, καθʼ ἃς πρὸς τὰ πάθη ταῦτα λέγονται τῷ πάσχειν πως ἢ ἀπαθεῖς εἶναι.
它既与情感的能力相关(根据这些能力,人们被称为易感于某种情感的),也与状态相关(根据这些状态,人们在面对这些情感时被说成是以某种方式感受它们,或是对其无动于衷)。
μετὰ ταῦτα ἡ διαίρεσις ἐν τοῖς ἀπηλλαγμένοις τῶν παθημάτων καὶ τῶν δυνάμεων καὶ τῶν ἕξεων.
在此之后,我们必须在已被区分的情感、能力和状态之中进行划分。
λέγω δὲ πάθη μὲν τὰ τοιαῦτα, θυμὸν φόβον αἰδῶ ἐπιθυμίαν, ὅλως οἷς ἕπεται ὡς ἐπὶ τὸ πολὺ ἡ αἰσθητικὴ ἡδονὴ ἢ λύπη καθʼ αὑτά.
我所谓的情感是指这类事物,如愤怒、恐惧、羞耻、欲望,总之是那些其自身大抵伴随着感觉上的快乐或痛苦的事物。
καὶ κατὰ μὲν ταῦτα οὐκ ἔστι ποιότης, ἀλλὰ πάσχει, κατὰ δὲ τὰς δυνάμεις ποιότης.
在这些方面并没有品质可言,而只是在感受,但在能力方面则存在品质。
λέγω δὲ δυνάμεις καθʼ ἃς λέγονται κατὰ τὰ πάθη οἱ ἐνεργοῦντες, οἷον ὀργίλος ἀνάλγητος ἐρωτικὸς αἰσχυντηλὸς ἀναίσχυντος.
我所谓的能力是指,那些行动着的人根据其情感而被冠以某种称呼的基础,例如:易怒的、麻木的、多情的、羞怯的、无耻的。
ἕξεις δέ εἰσιν ὅσαι αἴτιαί εἰσι τοῦ ταῦτα ἢ κατὰ λόγον ὑπάρχειν ἢ ἐναντίως, οἷον ἀνδρεία σωφροσύνη δειλία ἀκολασία.
而状态则是指那些导致这些情感以符合理性或相反的方式存在的原因,例如:勇敢、节制、懦弱、放纵。