§2.11τούτων δὲ διωρισμένων, λέγωμεν πότερον ἡ ἀρετὴ ἀναμάρτητον ποιεῖ τὴν προαίρεσιν καὶ τὸ τέλος ὀρθόν, οὕτως ὥστε οὗ ἕνεκα δεῖ προαιρεῖσθαι, ἢ ὥσπερ δοκεῖ τισί, τὸν λόγον.
在这些确定之后,我们来讨论:美德是使选择不犯错误且使目的正确——从而使人为了应该的目的而进行选择,还是像某些人所认为的那样,美德是使理性正确。
ἔστι δὲ τοῦτο ἐγκράτεια· αὕτη γὰρ οὐ διαφθείρει τὸν λόγον.
但这就是自制;因为自制并不破坏理性。
ἔστι δʼ ἀρετὴ καὶ ἐγκράτεια ἕτερον.
而美德与自制是不同的。
λεκτέον δʼ ὕστερον περὶ αὐτῶν, ἐπεὶ ὅσοις γε δοκεῖ τὸν λόγον ὀρθὸν παρέχειν ἡ ἀρετή, τοῦτο αἴτιον.
关于它们我们必须在后面讨论,因为对于那些认为美德提供正确理性的人来说,这就是其原因。
ἡ μὲν γὰρ ἐγκράτεια τοιοῦτον, τῶν ἐπαινετῶν δʼ ἡ ἐγκράτεια.
因为自制就是这样一种东西,并且自制属于被赞扬的事物。
λέγομεν δὲ προαπορήσαντες.
不过,让我们在先提出疑难之后再讨论。
ἔστι γὰρ τὸν μὲν σκοπὸν ὀρθὸν εἶναι, ἐν δὲ τοῖς πρὸς τὸν σκοπὸν διαμαρτάνειν· ἔστι δὲ τὸν μὲν σκοπὸν ἡμαρτῆσθαι, τὰ δὲ πρὸς ἐκεῖνον περαίνοντα ὀρθῶς ἔχειν, καὶ μηδέτερον.
因为有可能目标是正确的,但在通往目标的事物上失败;也有可能目标是错误的,而通往目标的事物却是正确的,或者两者皆非。
πότερον δʼ ἡ ἀρετὴ ποιεῖ τὸν σκοπὸν ἢ τὰ πρὸς τὸν σκοπόν;
那么美德是使目标正确,还是使通往目标的事物正确?
τιθέμεθα δὴ ὅτι τὸν σκοπόν, διότι τούτου οὐκ ἔστι συλλογισμὸς οὐδὲ λόγος.
我们确实假定它是使目标正确,因为关于目标既没有推论也没有理性。
ἀλλὰ δὴ ὥσπερ ἀρχὴ τοῦτο ὑποκείσθω.
相反,这应该作为起点而被假定。
οὔτε γὰρ ἰατρὸς σκοπεῖ εἰ δεῖ ὑγιαίνειν ἢ μή, ἀλλʼ εἰ περιπατεῖν ἢ μή, οὔτε ὁ γυμναστικὸς εἰ δεῖ εὖ ἔχειν ἢ μή, ἀλλʼ εἰ παλαῖσαι ἢ μή.
因为医生既不考量是否应该健康,而是考量是否应该散步,体育教师也不考量身体是否应该处于良好状态,而是考量是否应该摔跤。
ὁμοίως δʼ οὐδʼ ἄλλη οὐδεμία περὶ τοῦ τέλους· ὥσπερ γὰρ ταῖς θεωρητικαῖς αἱ ὑποθέσεις ἀρχαί, οὕτω καὶ ταῖς ποιητικαῖς τὸ τέλος ἀρχὴ καὶ ὑπόθεσις.
同样地,其他任何科学或技术也不考量目的;因为正如前提是理论科学的起点一样,对于制作科学来说,目的也是起点和前提。
ἐπειδὴ δεῖ τόδε ὑγιαίνειν, ἀνάγκη τοδὶ ὑπάρξαι, εἰ ἔσται ἐκεῖνο, ὥσπερ ἐκεῖ, εἰ ἔστι τὸ τρίγωνον δύο ὀρθαί, ἀνάγκη τοδὶ εἶναι.
既然必须这样健康,那么如果那个目的要实现,这此就必须存在,正如在前者中,如果三角形等于两个直角,此者就必然存在。
τῆς μὲν οὖν νοήσεως ἀρχὴ τὸ τέλος, τῆς δὲ πράξεως ἡ τῆς νοήσεως τελευτή.
因此,思考的起点是目的,而行动的起点是思考的终点。
εἰ οὖν πάσης ὀρθότητος ἢ ὁ λόγος ἢ ἡ ἀρετὴ αἰτία, εἰ μὴ ὁ λόγος, διὰ τὴν ἀρετὴν ἂν ὀρθὸν εἴη τὸ τέλος, ἀλλʼ οὐ τὰ πρὸς τὸ τέλος.
那么,如果一切正确性的原因要么是理性要么是美德,如果不是理性,目的就会通过美德而正确,而不是通往目的之物正确。
τέλος δʼ ἐστὶ τὸ οὗ ἕνεκα.
而目的是为了什么。
ἔστι γὰρ πᾶσα προαίρεσις τινὸς καὶ ἕνεκα τινός.
因为每一个选择都是对某物的选择,并且是为了某物。
οὗ μὲν οὖν ἕνεκα τὸ μέσον ἐστίν, οὗ αἰτία ἡ ἀρετὴ τῷ προαιρεῖσθαι οὗ ἕνεκα.
因此,为了什么就是中间,美德通过选择为了什么而成为它的原因。
ἔστι μέντοι ἡ προαίρεσις οὐ τούτου, ἀλλὰ τῶν τούτου ἕνεκα.
然而,选择不是关于这个,而是关于为了这个的事物。
τὸ μὲν οὖν τυγχάνειν τούτων ἄλλης δυνάμεως, ὅσα ἕνεκα τοῦ τέλους δεῖ πράττειν· τοῦ δὲ τὸ τέλος ὀρθὸν εἶναι τῆς προαιρέσεως ἡ ἀρετὴ αἰτία.
因此,达到这些——即为了目的而必须做的一切事情——属于另一种能力;至于选择的目的正确,美德则是原因。
καὶ διὰ τοῦτο ἐκ τῆς προαιρέσεως κρίνομεν ποῖός τις· τοῦτο δʼ ἐστὶ τὸ τίνος ἕνεκα πράττει, ἀλλʼ οὐ τί πράττει.
正因为如此,我们根据选择来判断一个人是怎样的;而这就是他是为了什么而行动,而不是他做了什么。
ὁμοίως δὲ καὶ ἡ κακία τῶν ἐναντίων ἕνεκα ποιεῖ τὴν προαίρεσιν.
同样地,邪恶也为了相反的目的而做出选择。
εἰ δή τις, ἐφʼ αὑτῷ ὂν πράττειν μὲν τὰ καλὰ ἀπρακτεῖν δὲ τὰ αἰσχρά, τοὐναντίον ποιεῖ, δῆλον ὅτι οὐ σπουδαῖός ἐστιν οὗτος ὁ ἄνθρωπος.
因此,如果某人在能够行高尚之事而不行丑陋之事的情况下,却做了相反的事,显而易见,这个人不是优秀的。
ὥστʼ ἀνάγκη τήν τε κακίαν ἑκούσιον εἶναι καὶ τὴν ἀρετήν· οὐδεμία γὰρ ἀνάγκη τὰ μοχθηρὰ πράττειν.
因此,邪恶和美德都必然是自愿的;因为没有任何必然性去行卑劣之事。
διὰ ταῦτα καὶ ψεκτὸν ἡ κακία καὶ ἡ ἀρετὴ ἐπαινετόν· τὰ γὰρ ἀκούσια αἰσχρὰ καὶ κακὰ οὐ ψέγεται οὐδὲ τὰ ἀγαθὰ ἐπαινεῖται, ἀλλὰ τὰ ἑκούσια.
由于这些原因,邪恶也是可指责的,而美德是可赞扬的;因为非自愿的丑陋和坏事不被指责,好事也不被赞扬,只有自愿的才如此。
ἔτι πάντας ἐπαινοῦμεν καὶ ψέγομεν εἰς τὴν προαίρεσιν βλέποντες μᾶλλον ἢ εἰς τὰ ἔργα· καίτοι αἱρετώτερον ἡ ἐνέργεια τῆς ἀρετῆς, ὅτι πράττουσι μὲν φαῦλα καὶ ἀναγκαζόμενοι, προαιρεῖται δʼ οὐδείς.
此外,我们所有人赞扬和指责他人时,更多地看其选择而不是其行为;尽管活动比美德更值得选择,因为人们即使在被强迫时也会做坏事,但没有人会选择它们。
ἔτι διὰ τὸ μὴ ῥᾴδιον εἶναι ἰδεῖν τὴν προαίρεσιν ὁποία τις, διὰ ταῦτα ἐκ τῶν ἔργων ἀναγκαζόμεθα κρίνειν ποῖός τις.
此外,由于不易看出选择是怎样的,由于这些原因,我们不得不根据行为来判断一个人是怎样的。
αἱρετώτερον μὲν οὖν ἡ ἐνέργεια, ἐπαινετώτερον δʼ ἡ προαίρεσις.
因此,活动更值得选择,而选择更值得赞扬。
ἔκ τε τῶν κειμένων οὖν συμβαίνει ταῦτα, καὶ ἔτι ὁμολογεῖται τοῖς φαινομένοις.
所以,这些事情不仅从已设定的前提中得出,而且与现象相一致。