§2.10#3ἐπεὶ δὲ βουλεύεται ἀεὶ ὁ βουλευόμενος ἕνεκα τινός, καὶ ἐστὶ σκοπός τις ἀεὶ τῷ βουλευομένῳ πρὸς ὃν σκοπεῖ τὸ συμφέρον, περὶ μὲν τοῦ τέλους οὐθεὶς βουλεύεται, ἀλλὰ τοῦτʼ ἐστιν ἀρχὴ καὶ ὑπόθεσις, ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ὑποθέσεις (εἴρηται δὲ περὶ αὐτῶν ἐν μὲν τοῖς ἐν ἀρχῇ βραχέως, ἐν δὲ τοῖς ἀναλυτικοῖς διʼ ἀκριβείασ)̓, περὶ δὲ τῶν πρὸς τὸ τέλος φερόντων ἡ σκέψις καὶ μετὰ τέχνης καὶ ἄνευ τέχνης πᾶσιν ἐστίν, οἷον εἰ πολεμῶσιν ἢ μὴ πολεμῶσιν τοῦτο βουλευομένοις.
由于进行斟酌的人总是为了某种目的而斟酌,并且对于进行斟酌的人来说,总是存在着某种目标,他朝着这个目标来考量有益的事物,所以关于目的本身,没有人进行斟酌,而是将其作为起点和前提,就像理论科学中的前提一样(关于这些前提,在开篇部分已简要论及,而在《分析篇》中则有精确的论述),而关于通往目的之物的考量,不论是伴随技术还是不伴随技术,对所有人来说都是存在的,例如人们在斟酌是否要发动战争时就是如此。
ἐκ προτέρου δὲ μᾶλλον ἔσται τὸ διʼ ὅ, τοῦτʼ ἐστι τὸ οὗ ἕνεκα, οἷον πλοῦτος ἢ ἡδονὴ ἤ τι ἄλλο τοιοῦτον ὃ τυγχάνει οὗ ἕνεκα.
并且从较先者出发,更会有‘由于什么’,也就是‘为了什么’,例如财富或快乐,或任何其他恰好是‘为了什么’的此类事物。
βουλεύεται γὰρ ὁ βουλευόμενος, εἰ ἀπὸ τοῦ τέλους ἔσκεπται, ἢ ὅ τι ἐκεῖ συντείνει ὅπως εἰς αὑτὸν ἀγάγῃ, ἢ αὐτὸς δύναται πρὸς τὸ τέλος.
因为进行斟酌的人,如果是从目的出发进行考察,那么他就会斟酌:要么是什么有助于达成那个目的,以便将其归结到自身;要么是他自己是否有能力达成那个目的。
τὸ δὲ τέλος ἐστὶ φύσει μὲν ἀεὶ ἀγαθόν, καὶ περὶ οὗ κατὰ μέρος βουλεύονται, οἷον ἰατρὸς βουλεύσαιτο ἂν εἰ δῴη φάρμακον, καὶ στρατηγὸς ποῦ στρατοπεδεύσηται, οἷς ἀγαθὸν τὸ τέλος τὸ ἁπλῶς ἄριστον ἐστίν· παρὰ φύσιν δὲ καὶ διαστροφὴν οὐ τὸ ἀγαθόν, ἀλλὰ τὸ φαινόμενον ἀγαθόν.
而目的在自然上总是好的,并且也是人们在具体情况下所斟酌的对象,例如医生会斟酌是否应该给药,将军会斟酌应该在何处驻营,对于他们来说,单纯最好的目的就是好事物;但在违背自然和扭曲的情况下,目的则不是好事物,而是显现的好事物。
αἴτιον δʼ ὅτι τῶν ὄντων τὰ μὲν οὐκ ἔστιν ἐπʼ ἄλλῳ χρήσασθαι ἢ πρὸς ἃ πέφυκεν, οἷον ὄψει· οὐ γὰρ οἷόν τʼ ἰδεῖν οὗ μή ἐστιν ὄψις, οὐδʼ ἀκοῦσαι οὗ μή ἐστιν ἀκοή· ἀλλʼ ἀπὸ ἐπιστήμης ποιῆσαι καὶ οὗ μή ἐστιν ἡ ἐπιστήμη.
其原因在于,在存在的事物中,有些事物不可能用于其天生适合之外的其他用途,例如视觉;因为用不具有视觉的东西去看是不可能的,用不具有听觉的东西去听也是不可能的;但从知识出发,也可以制造出不属于该知识对象的东西。
οὐ γὰρ ὁμοίως τῆς ὑγιείας ἡ αὐτὴ ἐπιστήμη καὶ νόσου, ἀλλὰ τῆς μὲν κατὰ φύσιν τῆς δὲ παρὰ φύσιν.
因为对于健康和疾病,同一种知识并不是以同样的方式对待它们,而是对于前者是顺应自然的,对于后者是违背自然的。
ὁμοίως δὲ καὶ ἡ βούλησις φύσει μὲν τοῦ ἀγαθοῦ ἐστί, παρὰ φύσιν δὲ καὶ τοῦ κακοῦ, καὶ βούλεται φύσει μὲν τὸ ἀγαθόν, παρὰ φύσιν δὲ καὶ διαστροφὴν καὶ τὸ κακόν.
同样地,愿望在自然上也是以好事物为对象的,但在违背自然时也以坏事物为对象,并且在自然上它确实渴望好事物,但在违背自然和扭曲时也渴望坏事物。
ἀλλὰ μὴν ἑκάστου γε φθορὰ καὶ διαστροφὴ οὐκ εἰς τὸ τυχόν, ἀλλʼ εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ.
然而,每个事物的毁灭和扭曲并不是走向任何任意的东西,而是走向相反者和中间者。
οὐ γὰρ ἔστιν ἐκβῆναι ἐκ τούτων, ἐπεὶ καὶ ἡ ἀπάτη οὐκ εἰς τὰ τυχόντα γίνεται, ἀλλʼ εἰς τὰ ἐναντία ὅσοις ἐστὶν ἐναντία, καὶ εἰς ταῦτα τῶν ἐναντίων ἃ κατὰ τὴν ἐπιστήμην ἐναντία ἐστίν.
因为不可能超出这些,既然错误也不是朝向任意的事物发生,而是朝着那些有相反者之物的相反者发生,并且朝着相反者中那些根据知识是相反者的事物发生。
ἀνάγκη ἄρα καὶ τὴν ἀπάτην καὶ τὴν προαίρεσιν ἀπὸ τοῦ μέσου ἐπὶ τὰ ἐναντία γίνεσθαι (ἐναντία δὲ τῷ μέσῳ τὸ πλέον καὶ τὸ ἔλαττον).
因此,错误和选择都必然是从中间向着相反者发生(而对于中间而言,相反者就是过度和不足)。
—αἴτιον δὲ τὸ ἡδὺ καὶ τὸ λυπηρόν· οὕτω γὰρ ἔχει ὥστε τῇ ψυχῇ φαίνεσθαι τὸ μὲν ἡδὺ ἀγαθὸν καὶ τὸ ἥδιον ἄμεινον, καὶ τὸ λυπηρὸν κακὸν καὶ τὸ λυπηρότερον χεῖρον.
——而其原因在于快乐和痛苦;因为情况使得在灵魂看来,快乐显示为好,更快乐的显示为更好,而痛苦显示为坏,更痛苦的显示为更坏。
ὥστε καὶ ἐκ τούτων δῆλον ὅτι περὶ ἡδονὰς καὶ λύπας ἡ ἀρετὴ καὶ ἡ κακία.
因此,从这些也显而易见,美德与邪恶是关于快乐和痛苦的。
περὶ μὲν γὰρ τὰ προαιρετὰ τυγχάνουσιν οὖσαι, ἡ δὲ προαίρεσις περὶ τὸ ἀγαθὸν καὶ κακὸν καὶ τὰ φαινόμενα, τοιαῦτα δὲ φύσει ἡδονὴ καὶ λύπη.
因为它们恰好是关于可选择的事物,而选择是关于好与坏以及显现之物的,而快乐和痛苦在自然上就是属于这一类的。
ἀνάγκη τοίνυν, ἐπειδὴ ἡ ἀρετὴ μὲν ἡ ἠθικὴ αὐτή τε μεσότης τίς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας πᾶσα, ἡ δὲ κακία ἐν ὑπερβολῇ καὶ ἐλλείψει καὶ περὶ ταὐτὰ τῇ ἀρετῇ, τὴν ἀρετὴν εἶναι τὴν ἠθικὴν ἕξιν προαιρετικὴν μεσότητος τῆς πρὸς ἡμᾶς ἐν ἡδέσι καὶ λυπηροῖς, καθʼ ὅσα ποῖός τις λέγεται τὸ ἦθος, ἢ χαίρων ἢ λυπούμενος· ὁ γὰρ φιλόγλυκυς ἢ φιλόπικρος οὐ λέγεται ποῖός τις τὸ ἦθος.
因此,既然品德上的美德本身是某种中间,并且完全是关于快乐和痛苦的,而邪恶处于过度和不足之中,并且与美德关涉相同的事物,那么品德上的美德必然是这样一种状态:在快乐和痛苦中,选择相对于我们的中间,在所有这些事物中,一个人由于感到快乐或感到痛苦,而被说成具有某种品格的性格;因为喜爱甜食者或喜爱苦食者并不被说成具有某种品格的性格。