Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.10#2

作为伴随斟酌欲求的选择定义

第 19 段,共 53 段 · 希腊语

内容简介

作者讨论了选择(proairesis)与愿望和信念的不同,并将其定义为对取决于自身之物的“伴随斟酌的欲求”,阐明了它与自愿行为的关系。

§2.10#2ὅτι μὲν οὖν οὐκ ἔστιν οὔτε βούλησις οὔτε δόξα οὔθʼ ὑπόληψις ἁπλῶς ἡ προαίρεσις, δῆλον· τί δὲ διαφέρει τούτων, καὶ πῶς ἔχει πρὸς τὸ ἑκούσιον;
因此,显而易见,选择既不单纯是愿望,也不单纯是信念或设想;但它与这些有何不同,以及它与自愿之物的关系如何?
ἅμα δὲ δῆλον ἔσται, καὶ τί ἐστι προαίρεσις.
同时,选择是什么也将变得清晰。
ἔστι δὴ τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τὰ μὲν τοιαῦτα ὥστε ἐνδέχεσθαι βουλεύσασθαι περὶ αὐτῶν·
的确,在可能存在也可能不存在的事物中,有些是可以对其进行斟酌的,而有些则不能。
περὶ ἐνίων δʼ οὐκ ἐνδέχεται. τὰ μὲν γὰρ δυνατὰ μέν ἐστι καὶ εἶναι καὶ μὴ εἶναι, ἀλλʼ οὐκ ἐφʼ ἡμῖν αὐτῶν ἡ γένεσις ἐστίν, ἀλλὰ τὰ μὲν διὰ φύσιν τὰ δὲ διʼ ἄλλας αἰτίας γίνεται, περὶ ὧν οὐδεὶς ἂν ἐγχειρήσειε βουλεύεσθαι μὴ ἀγνοῶν· περὶ ὧν δʼ ἐνδέχεται μὴ μόνον τὸ εἶναι καὶ μή, ἀλλὰ καὶ τὸ βουλεύσασθαι τοῖς ἀνθρώποις, ταῦτα δʼ ἐστὶν ὅσα ἐφʼ ἡμῖν ἐστι πρᾶξαι ἢ μὴ πρᾶξαι.
因为有些事物虽然可能存在也可能不存在,但其产生并不取决于我们,而是有些由于自然,有些由于其他原因而产生,对于这些事物,除非由于无知,否则没有人会试图去斟酌;但那些不仅可能存在也可能不存在,而且人类也可以对其进行斟酌的事物,则是所有那些取决于我们去做或不做的事。
διὸ οὐ βουλευόμεθα περὶ τῶν ἐν Ἰνδοῖς, οὐδὲ πῶς ἂν ὁ κύκλος τετραγωνισθείη.
因此,我们不斟酌印度的事,也不斟酌圆如何化为正方形。
τὰ μὲν γὰρ οὐκ ἐφʼ ἡμῖν· τὸ δʼ ὅλως οὐ πρακτόν ἀλλʼ οὐδὲ περὶ τῶν ἐφʼ ἡμῖν πρακτῶν περὶ ἁπάντων.
因为前者不取决于我们,而后者则根本是不可实践的。 [然而,我们也不是对所有取决于我们的、可实践的事物都进行斟酌。
] (ᾗ καὶ δῆλον ὅτι οὐδὲ δόξα ἁπλῶς ἡ προαίρεσις ἐστίν)· , τὰ δὲ προαιρετὰ καὶ πρακτὰ τῶν ἐφʼ ἡμῖν ὄντων ἐστίν.
](由此也清楚表明,选择并不单纯是信念);而可选择且可实践的事物是属于取决于我们的事物。
διὸ καὶ ἀπορήσειεν ἄν τις, τί δή ποθʼ οἱ μὲν ἰατροὶ βουλεύονται περὶ ὧν ἔχουσι τὴν ἐπιστήμην, οἱ δὲ γραμματικοὶ οὔ;
因此,有人可能会提出疑问,究竟为什么医生要针对他们所拥有的知识进行斟酌,而语法学家却不呢?
αἴτιον δʼ ὅτι διχῇ γινομένης τῆς ἁμαρτίας (ἢ γὰρ λογιζόμενοι ἁμαρτάνομεν ἢ κατὰ τὴν αἴσθησιν αὐτὸ δρῶντες) ἐν μὲν τῇ ἰατρικῇ ἀμφοτέρως ἐνδέχεται ἁμαρτεῖν, ἐν δὲ τῇ γραμματικῇ κατὰ τὴν αἴσθησιν καὶ πρᾶξιν, περὶ ἧς ἂν σκοπῶσιν, εἰς ἄπειρον ἥξουσιν.
原因在于,错误的发生有两种方式(因为我们要么在推理计算时犯错,要么在根据感觉实行时犯错),在医学中这两种方式的犯错都有可能发生,而在语法学中,犯错则是根据感觉和实践,对于后者,如果他们去考察,就会陷入无限。
ἐπειδὴ οὖν οὔτε δόξα οὔτε βούλησίς ἐστι προαίρεσίς ἐστιν ὡς ἑκάτερον, οὐδʼ ἄμφω (ἐξαίφνης γὰρ προαιρεῖται μὲν οὐθείς, δοκεῖ δὲ πράττειν καὶ βούλονται)· ὡς ἐξ ἀμφοῖν ἄρα. ἄμφω γὰρ ὑπάρχει τῷ προαιρουμένῳ ταῦτα.
因此,既然选择既不是作为其中之一的信念或愿望,也不是两者的结合(因为没有人会突然做出选择,但人们被认为会突然行动,也会突然产生愿望),那么它必然是由两者构成的;因为这两者都存在于选择者之中。
ἀλλὰ πῶς ἐκ τούτων σκεπτέον;
但它如何由这两者构成,则是必须考察的。
δηλοῖ δέ πως καὶ τὸ ὄνομα αὐτό.
而这个名称本身在某种程度上也说明了这一点。
ἡ γὰρ προαίρεσις αἵρεσις μὲν ἐστίν, οὐχ ἁπλῶς δέ, ἀλλʼ ἑτέρου πρὸ ἑτέρου· τοῦτο δὲ οὐχ οἷόν τε ἄνευ σκέψεως καὶ βουλῆς.
因为选择确实是一种选取,但不是单纯的选取,而是比起一事物更优先选取另一事物;而这如果没有考量和斟酌是不可能的。
διὸ ἐκ δόξης βουλευτικῆς ἐστιν ἡ προαίρεσις.
因此,选择来自于斟酌性的信念。
περὶ μὲν δὴ τοῦ τέλους οὐδεὶς βουλεύεται, ἀλλὰ τοῦτο κεῖται πᾶσι, περὶ δὲ τῶν εἰς τοῦτο τεινόντων, πότερον τόδε ἢ τόδε συντείνει, ἢ δεδογμένου τοῦτο πῶς ἔσται.
确实,关于目的本身,没有人进行斟酌,而是这对所有人来说都是确定的;人们斟酌的是通往目的的事物,即到底是这个还是那个有所助益,或者在目的已定的情况下,这该如何实现。
βουλευόμεθα δὲ τοῦτο πάντες, ἕως ἂν εἰς ἡμᾶς ἀναγάγωμεν τῆς γενέσεως τὴν ἀρχήν.
我们所有人都在为此进行斟酌,直到我们将产生的起点归结于我们自身。
εἰ δὴ προαιρεῖται μὲν μηθεὶς μὴ παρασκευασάμενος μηδὲ βουλευσάμενος, εἰ χεῖρον ἢ βέλτιον, βουλεύεται δὲ ὅσα ἐφʼ ἡμῖν ἐστι τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τῶν πρὸς τὸ τέλος, δῆλον ὅτι ἡ προαίρεσις μέν ἐστιν ὄρεξις τῶν ἐφʼ αὑτῷ βουλευτική.
如果在没有做好准备、也没有斟酌好是好是坏的情况下,没有人会做出选择,而所斟酌的是在那些可能存在也可能不存在、属于我们能力范围内且通往目的的事物,那么显然,选择就是对于取决于自身之物的、伴随斟酌的欲求。
ἅπαντες γὰρ βουλευόμεθα ἃ καὶ προαιρούμεθα, οὐ μέντοι γε ἃ βουλευόμεθα, πάντα προαιρούμεθα.
因为我们所有人都会对我们所选择的事物进行斟酌,然而我们并不选择所有我们所斟酌的事物。
λέγω δὲ βουλευτικήν, ἧς ἀρχὴ καὶ αἰτία βούλευσίς ἐστι, καὶ ὀρέγεται διὰ τὸ βουλεύσασθαι.
我说它是伴随斟酌的,是指其起点和原因在于斟酌,并且因为进行了斟酌而产生欲求。
διὸ οὔτε ἐν τοῖς ἄλλοις ζῴοις ἐστὶν ἡ προαίρεσις, οὔτε ἐν πάσῃ ἡλικίᾳ, οὔτε πάντως ἔχοντος ἀνθρώπου.
因此,选择既不存在于其他动物中,也不存在于所有年龄段中,同样不属于处于任何状态下的人类。
οὐδὲ γὰρ τὸ βουλεύσασθαι, οὐδʼ ὑπόληψις τοῦ διὰ τί· ἀλλὰ δοξάσαι μὲν εἰ ποιητέον ἢ μὴ ποιητέον οὐθὲν κωλύει πολλοῖς ὑπάρχειν, τὸ δὲ διὰ λογισμοῦ οὐκέτι.
因为它们既没有斟酌,也没有关于“为什么”的设想;尽管认为是否应该做某事,并不妨碍这存在于许多人身上,但通过推论来做到这一点却不再可能。
ἔστι γὰρ βουλευτικὸν τῆς ψυχῆς τὸ θεωρητικὸν αἰτίας τινός.
因为灵魂的斟酌部分,就是观照某种原因的部分。
ἡ γὰρ οὗ ἕνεκα μία τῶν αἰτιῶν ἐστίν· τὸ μὲν γὰρ διὰ τί αἰτία· οὗ δʼ ἕνεκά ἐστιν ἢ γίγνεταί τι, τοῦτʼ αἴτιόν φαμεν εἶναι, οἷον τοῦ βαδίζειν ἡ κομιδὴ τῶν χρημάτων, εἰ τούτου ἕνεκα βαδίζει.
因为“为了什么”是原因之一;因为“为什么”即是原因;而那为了它而使某事存在或产生的东西,我们称之为原因,例如行路的原因是取钱,如果是为了这个目的而行路的话。
διὸ οἷς μηθεὶς κεῖται σκοπός, οὐ βουλευτικοί.
因此,那些没有设定任何目标的人,是不能进行斟酌的。
ὥστʼ ἐπεὶ τὸ μὲν ἐφʼ αὑτῷ ὂν ἢ πράττειν ἢ μὴ πράττειν, ἐάν τις πράττῃ ἢ ἀπρακτῇ διʼ αὑτὸν καὶ μὴ διʼ ἄγνοιαν, ἑκὼν πράττει ἢ ἀπρακτεῖ, πολλὰ δὲ τῶν τοιούτων πράττομεν οὐ βουλευσάμενοι οὐδὲ προνοήσαντες, ἀνάγκη τὸ μὲν προαιρετὸν ἅπαν ἑκούσιον εἶναι, τὸ δʼ ἑκούσιον μὴ προαιρετόν, καὶ τὰ μὲν κατὰ προαίρεσιν πάντα ἑκούσια εἶναι, τὰ δʼ ἀκούσια μὴ πάντα κατὰ προαίρεσιν.
因此,既然在做或不做取决于自身的事物时,如果某人是因为自身而不是因为无知去做或不做,他就是自愿地做或不做,而我们做许多这类事情时并未经过斟酌,也没有预先考虑,那么,可选择的事物必然全是自愿的,但自愿的事物并不全是可选择的,并且,凡是根据选择的事物全是自愿的,但违背意愿的事物并不全是违背选择的。
ἅμα δʼ ἐκ τούτων φανερὸν καὶ ὅτι καλῶς διορίζονται οἳ τῶν παθημάτων τὰ μὲν ἑκούσια τὰ δʼ ἀκούσια τὰ δʼ ἐκ προνοίας νομοθετοῦσιν· εἰ γὰρ καὶ μὴ διακριβοῦσιν, ἀλλʼ ἅπτονταί γέ πῃ τῆς ἀληθείας.
同时,通过这些也显而易见,那些对行为进行立法、将有些规定为自愿的、有些规定为违背意愿的、有些规定为出于预谋的人,做出了很好的规定;因为即使他们没有做到完全精确,但在某种程度上也触及了真理。
ἀλλὰ περὶ μὲν τούτων ἐροῦμεν ἐν τῇ περὶ τῶν δικαίων ἐπισκέψει· ἡ δὲ προαίρεσις ὅτι οὔτε ἁπλῶς βούλησις οὔτε δόξα ἐστί, δῆλον, ἀλλὰ δόξα τε καὶ ὄρεξις, ὅταν ἐκ τοῦ βουλεύσασθαι συμπερανθῶσιν.
关于这些,我们将在关于正义的考察中予以说明;而选择既不是单纯的愿望,也不是单纯的信念,这是显而易见的,它乃是信念与欲求,当它们在斟酌后得出结论时。

词汇与语法注释

  1. 1226a21ἔστι δὴ τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τὰ μὲν τοιαῦτα ὥστε ἐνδέχεσθαι βουλεύσασθαι περὶ αὐτῶν — 属格短语 `τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ`(可能存在也可能不存在的事物)作为主语 `τὰ μὲν` 的部分属格,与其后的 `περὶ ἐνίων` 形成对比。
  2. 1226a28περὶ ὧν δʼ ἐνδέχεται μὴ μόνον τὸ εἶναι καὶ μή — 关系从句 `περί ὧν...` 中发生了先行词后置(先行),其真正先行词是后面主句中的 `ταῦτα`(`ταῦτα δʼ ἐστὶν`)。`τὸ εἶναι καὶ μή` 是无人称动词 `ενδέχεται` 的主语。
  3. 1226b2ὡς ἑκάτερον, οὐδʼ ἄμφω — `ὡς ἑκάτερον` 意为“作为(信念或愿望)两者之一”,并与 `οὐδʼ ἄμφω`(也不是两者的结合)相对应。随后的括号内文字论证了为什么选择在面对突发行为时不能等同于这两者。
  4. 1226b13εἰ δὴ προαιρεῖται μὲν μηθεὶς μὴ παρασκευασάμενος μηδὲ βουλευσάμενος — 此 `εἰ` 从句引入了一个长条件从句,一直延伸到 `1226b17` 处的主句 `δῆλον ὅτι`。否定的主语 `μηθείς`(没有人)由带有否定词 `μή` 的分词(未经准备、未经斟酌)修饰。
  5. 1227a4ὅταν ἐκ τοῦ βουλεύσασθαι συμπερανθῶσιν — 复数动词 `συμπερανθῶσιν`(得出结论)的主语是前文提到的 `δόξα`(信念)与 `ὄρεξις`(欲求)。这表明当这两者通过斟酌的过程最终合一时,便产生了选择。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。