Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.1#2

灵魂的划分与理智德性及伦理德性的分类

第 9 段,共 53 段 · 希腊语

内容简介

阐明了颂词、赞美和祝福的概念区别,接着将灵魂划分为理性与无理性两个部分,以此对知性德性和伦理德性进行分类。最后,为探讨伦理德性的定义和产生途径确立了方法论和归纳法的前提。

§2.1#2τὸ μὲν γὰρ ἐγκώμιον λόγος τοῦ καθʼ ἕκαστον ἔργου· ὁ δʼ ἔπαινος τοιοῦτον εἶναι καθόλου· ὁ δʼ εὐδαιμονισμὸς τέλους.
因为颂词是针对个别功能的言说,赞美是针对普遍具有此类性质的言说,而祝福是针对终极目的的。
καὶ τὸ ἀπορούμενον δʼ ἐνίοτε δῆλον ἐκ τούτων, διὰ τί ποτʼ οὐθὲν βελτίους οἱ σπουδαῖοι τῶν φαύλων τὸν ἥμισυν τοῦ βίου· ὅμοιοι γὰρ καθεύδοντες πάντες.
由此,有时人们提出的疑问也变得显而易见,即为什么优秀的人在生命的半个时期里并不比卑劣的人更好;因为所有人在睡眠中都是相似的。
αἴτιον δʼ ὅτι ἀργία ψυχῆς ὁ ὕπνος, ἀλλʼ οὐκ ἐνέργεια.
其原因在于睡眠是灵魂的无活动状态,而不是活动。
διὸ καὶ ἄλλο εἴ τι μόριόν ἐστι ψυχῆς, οἷον τὸ θρεπτικόν, ἡ τούτου ἀρετὴ οὐκ ἔστι μόριον τῆς ὅλης ἀρετῆς, ὥσπερ οὐδʼ ἡ τοῦ σώματος· ἐν τῷ ὕπνῳ γὰρ μᾶλλον ἐνεργεῖ τὸ θρεπτικόν, τὸ δʼ αἰσθητικὸν καὶ ὀρεκτικὸν ἀτελῆ ἐν τῷ ὕπνῳ.
因此,即使灵魂还有其他什么部分,例如营养部分,这一部分的德性也不是整体德性的部分,正如身体的德性也不是一样;因为在睡眠中,营养部分更加活跃,而感觉和欲求部分在睡眠中是不完全的。
ὅσον δὲ τοῦ πῃ κινεῖσθαι μετέχουσι, καὶ αἱ φαντασίαι βελτίους αἱ τῶν σπουδαίων, ἐὰν μὴ διὰ νόσον ἢ πήρωσιν.
但是,在它们以某种方式参与运动的限度内,优秀之人的表象更胜一筹,除非是因为疾病或残疾。
μετὰ ταῦτα περὶ ψυχῆς θεωρητέον· ἡ γὰρ ἀρετὴ ψυχῆς, οὐ κατὰ συμβεβηκός.
在这之后,我们必须考察灵魂;因为德性属于灵魂,而不是付带性的。
ἐπεὶ δʼ ἀνθρωπίνην ἀρετὴν ζητοῦμεν, ὑποκείσθω δύο μέρη ψυχῆς τὰ λόγου μετέχοντα, οὐ τὸν αὐτὸν δὲ τρόπον μετέχειν λόγου ἄμφω, ἀλλὰ τὸ μὲν τῷ ἐπιτάττειν, τὸ δὲ τῷ πείθεσθαι καὶ ἀκούειν πεφυκέναι· εἰ δέ τί ἐστιν ἑτέρως ἄλογον, ἀφείσθω τοῦτο τὸ μόριον.
既然我们寻求的是人的德性,那么让我们假定灵魂有两个参与理性的部分,但两者并非以同样的方式参与理性,而是一者通过命令,另一者则天生通过顺从和倾听;如果还有其他以别的方式无理性的部分,就让这一部分被排除。
διαφέρει δʼ οὐδὲν οὔτʼ εἰ μεριστὴ ἡ ψυχὴ οὔτʼ εἰ ἀμερής, ἔχει μέντοι δυνάμεις διαφόρους καὶ τὰς εἰρημένας, ὥσπερ ἐν τῷ καμπύλῳ τὸ κοῖλον καὶ τὸ κυρτὸν ἀδιαχώριστον, καὶ τὸ εὐθὺ καὶ τὸ λευκόν· καίτοι τὸ εὐθὺ οὐ λευκόν, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐκ οὐσία τοῦ αὐτοῦ.
至于灵魂是可分的还是不可分的,并没有什么不同,然而它确实具有不同的能力,包括上述的能力,正如在曲线中凹面与凸面是不可分离的一样,直与白也是如此;尽管直并非白,除非是付带性的,且不是同一事物的本质。
ἀφῄρηται δὲ καὶ εἴ τι ἄλλο ἐστὶ μέρος ψυχῆς, οἷον τὸ φυτικόν.
任何其他灵魂部分,例如植物性部分,也被排除了。
ἀνθρωπίνης γὰρ ψυχῆς τὰ εἰρημένα μόρια ἴδια· διὸ οὐδʼ αἱ ἀρεταὶ αἱ τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ ἀνθρώπου· δεῖ γὰρ, εἰ ᾗ ἄνθρωπος, λογισμὸν ἐνεῖναι ἀρχὴν καὶ πρᾶξιν, ἄρχει δʼ ὁ λογισμὸς οὐ λογισμοῦ ἀλλʼ ὀρέξεως καὶ παθημάτων, ἀνάγκη ἄρα ταῦτʼ ἔχειν τὰ μέρη.
因为上述部分是人类灵魂所特有的;因此,人类的营养和生长部分的德性并不属于人;因为,只要作为人,就必须有理性作为其主导原理和行为存在于其中,而理性所支配的不是理性,而是欲求和情感,所以灵魂必然具有这些部分。
καὶ ὥσπερ ἡ εὐεξία σύγκειται ἐκ τῶν κατὰ μόριον ἀρετῶν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἀρετὴ ᾗ τέλος.
正如身体的健康是由各部分的德性组成的一样,灵魂的德性作为其目的也是如此。
ἀρετῆς δʼ εἴδη δύο, ἡ μὲν ἠθικὴ ἡ δὲ διανοητική.
德性有两种,即伦理德性和知性德性。
ἐπαινοῦμεν γὰρ οὐ μόνον τοὺς δικαίους ἀλλὰ καὶ τοὺς συνετοὺς καὶ τοὺς σοφούς· ἐπαινετὸν γὰρ ὑπέκειτο ἡ ἀρετὴ ἢ τὸ ἔργον, ταῦτα δʼ οὐκ ἐνεργεῖ, ἀλλʼ εἰσὶν αὐτῶν ἐνέργειαι.
因为我们不仅赞美正义的人,也赞美聪慧的人和智慧的人;因为前提是德性或功能是值得赞美的,虽然这些本身并不活动,但存在属于它们的活动。
ἐπεὶ δʼ αἱ διανοητικαὶ μετὰ λόγου, αἱ μὲν τοιαῦται τοῦ λόγον ἔχοντος, ὃ ἐπιτακτικόν ἐστι τῆς ψυχῆς ᾗ λόγον ἔχει, αἱ δʼ ἠθικαὶ τοῦ ἀλόγου μέν, ἀκολουθητικοῦ δὲ κατὰ φύσιν τῷ λόγον ἔχοντι· οὐ γὰρ λέγομεν ποῖός τις τὸ ἦθος, ὅτι σοφὸς ἢ δεινός, ἀλλʼ ὅτι πρᾶος ἢ θρασύς.
既然知性德性伴随着理性,这类德性便属于拥有理性的部分,即灵魂拥有理性并起支配作用的部分,而伦理德性则属于无理性但天生能够追随拥有理性之手的部分;因为我们在说明某人的性格如何时,不说明他是智慧的还是聪颖的,而是说明他是温和的还是鲁莽的。
μετὰ ταῦτα σκεπτέον πρῶτον περὶ ἀρετῆς ἠθικῆς, τί ἐστι, καὶ ποῖα μόρια αὐτῆς (εἰς τοῦτο γὰρ ἀνῆκται), καὶ γίνεται διὰ τίνων.
在这之后,我们必须首先考察伦理德性,它是什么,它的部分是什么(因为讨论已经引向了这一点),以及它通过什么而产生。
δεῖ δὴ ζητεῖν ὥσπερ ἐν τοῖς ἄλλοις ἔχοντές τι ζητοῦσι πάντες, ὥστε ἀεὶ διὰ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δὲ πειρᾶσθαι λαβεῖν καὶ τὸ ἀληθῶς καὶ σαφῶς.
因此,我们必须像在其他事物中所有人一样,在拥有某些线索时进行探求,从而始终尝试通过真实但不清晰的言说,来把握既真实又清晰的事实。
νῦν γὰρ ὁμοίως ἔχομεν ὥσπερ ἂν εἰ καὶ ὑγίειαν, ὅτι ἡ ἀρίστη διάθεσις τοῦ σώματος, καὶ Κορίσκος ὁ τῶν ἐν τῇ ἀγορᾷ μελάντατος· τί μὲν γὰρ ἑκάτερον τούτων οὐκ ἴσμεν, πρὸς μέντοι τὸ εἰδέναι τί ἑκάτερον αὐτῆς πρὸ ἔργου τὸ οὕτως ἔχειν.
因为现在我们的状态,像我们知道关于健康“它是身体的最善状态”,或者知道科里斯科是“广场上皮肤最黑的人”一样;因为我们并不知道这两者的每一个究竟是什么,但尽管如此,为了知道每一个是什么,处于这种状态是有用的。
—ὑποκείσθω δὴ πρῶτον ἡ βελτίστη διάθεσις ὑπὸ τῶν βελτίστων γίγνεσθαι, καὶ πράττεσθαι ἄριστα περὶ ἕκαστον ἀπὸ τῆς ἑκάστου ἀρετῆς, οἷον πόνοι τε ἄριστοι καὶ τροφὴ ἀφʼ ὧν γίνεται εὐεξία, καὶ ἀπὸ τῆς εὐεξίας πονοῦσιν ἄριστα· ἔτι πᾶσαν διάθεσιν ὑπὸ τῶν αὐτῶν γίγνεσθαι καὶ φθείρεσθαι πὼς προσφερομένων, ὥσπερ ὑγίεια ὑπὸ τροφῆς καὶ πόνων καὶ ὥρας.
因此,首先让我们假定,最善的状态是由最善的东西产生的,并且关于每个事物的最善行为是由其各自的德性做出的,正如产生健康的最佳运动和食物,而人们又由健康而做出最佳运动一样;此外,任何状态都是通过某种方式施加相同的东西而产生和被破坏的,正如健康由食物、运动和季节所决定一样。
ταῦτα δὲ δῆλα ἐκ τῆς ἐπαγωγῆς.
这些通过归纳法是显而易见的。
καὶ ἡ ἀρετὴ ἄρα ἡ τοιαύτη διάθεσις ἐστίν, ἣ γίνεταί τε ὑπὸ τῶν ἀρίστων περὶ ψυχὴν κινήσεων καὶ ἀφʼ ἧς πράττεται τὰ ἄριστα τῆς ψυχῆς ἔργα καὶ πάθη, καὶ ὑπὸ τῶν αὐτῶν πὼς μὲν γίνεται, πὼς δὲ φθείρεται, καὶ πρὸς ταὐτὰ ἡ χρῆσις αὐτῆς ὑφʼ ὧν καὶ αὔξεται καὶ φθείρεται, πρὸς ἃ βέλτιστα διατίθησιν.
因此,德性也是这样一种状态,它由关于灵魂的最善运动产生,且由它做出灵魂的最善行为和情感,并且由同样的东西以某种方式产生和以某种方式被破坏,它的使用也针对那些使其增长和破坏的相同事物,并使它针对这些事物处于最善的状态。
σημεῖον δʼ ὅτι περὶ ἡδέα καὶ λυπηρὰ καὶ ἡ ἀρετὴ καὶ ἡ κακία· αἱ γὰρ κολάσεις ἰατρεῖαι οὖσαι καὶ γινόμεναι διὰ τῶν ἐναντίων, καθάπερ ἐπὶ τῶν ἄλλων, διὰ τούτων εἰσίν.
而德性和恶德都与快乐和痛苦有关的证明在于,惩罚作为治疗,是通过相反的事物进行的,正如在其他情况下一样,它是通过这些快苦进行的。

词汇与语法注释

  1. 1219b16τοιοῦτον εἶναι καθόλου — 不定式短语 `τοιοῦτον εἶναι`(具有此类性质)作为赞美(`ἔπαινος`)的说明,而副词 `καθόλου`(普遍地、总体上)则与针对具体行为(`καθʼ ἕκαστον ἔργου`)的颂词(`ἐγκώμιον`)形成对比,表明赞美所针对的是普遍的优秀品质或性格特征。
  2. 1219b23ὅσον δὲ τοῦ πῃ κινεῖσθαι μετέχουσι — 动词 `μετέχουσι` 的主语承接上下文,指“优秀的人(或处于睡眠中的人)”。`τοῦ πῃ κινεῖσθαι`(以某种方式被运动)是冠词性被动不定式属格,作为要求属格的动词 `μετέχω` 的宾语,表明即使在睡眠中也存在某种不完全的感官运动残余。
  3. 1220a21πρὸ ἔργου τὸ οὕτως ἔχειν — 介词短语 `πρὸ ἔργου` 是一个指“对目的有用、有益”的惯用谓语。冠词性不定式短语 `τὸ οὕτως ἔχειν`(处于这种[持有不清晰线索的]状态)作为该句的主语。
  4. 1220a32καὶ πρὸς ταὐτὰ ἡ χρῆσις αὐτῆς ὑφʼ ὧν καὶ αὔξεται καὶ φθείρεται — 关系代词 `ὧν`(属格,与介词 `ὑπό` 连用表示行为者或原因)其先行词是介词 `πρός` 的宾语 `ταὐτά`(相同的事物)。这表达了亚里士多德关于习惯化的核心观点,即德性的“使用”所针对的,正是那些使其增长和破坏的相同对象(如快乐与痛苦)。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。