Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §2.1#1

灵魂的功能与依完满德性活动的幸福定义

第 8 段,共 53 段 · 希腊语

内容简介

本段将善分为外在之善与灵魂之善,确立了灵魂的功能是生活,并将幸福定义为“灵魂依完满德性的完满生命的活动”,进而证明这一定义符合关于幸福的普遍常识。

§2.1#1μετὰ δὲ ταῦτʼ ἄλλην λαβοῦσιν ἀρχὴν περὶ τῶν ἑπομένων λεκτέον.
在这些讨论之后,我们必须确立另一个原理,来探讨接下来要说的事情。
πάντα δὴ τὰ ἀγαθὰ ἢ ἐκτὸς ἢ ἐν ψυχῇ, καὶ τούτων αἱρετώτερα τὰ ἐν τῇ ψυχῇ, καθάπερ διαιρούμεθα καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις· φρόνησις γὰρ καὶ ἀρετὴ καὶ ἡδονὴ ἐν ψυχῇ, ὧν ἢ ἔνια ἢ πάντα τέλος εἶναι δοκεῖ πᾶσιν.
现在,所有的善物要么是外在的,要么是在灵魂之内的,而且在这些善物中,灵魂之内的更为可取,正如我们在外在讨论(通俗讨论)中所区分的那样;因为思虑、德性和快乐都在灵魂之内,而这其中的部分或全部在所有人看来似乎都是目的。
τῶν δὲ ἐν ψυχῇ τὰ μὲν ἕξεις ἢ δυνάμεις εἰσί, τὰ δʼ ἐνέργειαι καὶ κινήσεις.
在灵魂之内的善物中,有些是状态或能力,有些则是活动和运动。
ταῦτα δὴ οὕτως ὑποκείσθω καὶ περὶ ἀρετῆς, ὅτι ἐστὶν ἡ βελτίστη διάθεσις ἢ ἕξις ἢ δύναμις ἑκάστων, ὅσων ἐστί τις χρῆσις ἢ ἔργον.
那么,这些就作为前提这样确定下来。 关于德性,也让我们假定它是拥有某种使用或功能的每个事物最善的配置、状态或能力。
δῆλον δʼ ἐκ τῆς ἐπαγωγῆς.
这通过归纳法是显而易见的。
ἐπὶ πάντων γὰρ οὕτω τίθεμεν.
因为我们在所有事物上都这样设定。
οἷον ἱματίου ἀρετὴ ἐστίν· καὶ γὰρ ἔργον τι καὶ χρῆσις ἐστίν· καὶ ἡ βελτίστη ἕξις τοῦ ἱματίου ἀρετὴ ἐστίν.
例如,存在外衣的德性;因为外衣也有某种功能和使用;而外衣的最善状态就是它的德性。
ὁμοίως δὲ καὶ πλοίου καὶ οἰκίας καὶ τῶν ἄλλων.
同样,船、房屋以及其他事物也是如此。
ὥστε καὶ ψυχῆς· ἔστι γάρ τι ἔργον αὐτῆς.
因此,灵魂也是如此;因为灵魂也有某种功能。
καὶ τῆς βελτίονος δὴ ἕξεως ἔστω βέλτιον τὸ ἔργον· καὶ ὡς ἔχουσιν. αἱ ἕξεις πρὸς ἀλλήλας, οὕτω καὶ τὰ ἔργα τὰ ἀπὸ τούτων πρὸς ἄλληλα ἐχέτω.
而且,较善状态的功能应该更善;并且正如各状态彼此之间的关系一样,由这些状态产生的功能也应彼此具有同样的关系。
καὶ τέλος ἑκάστου τὸ ἔργον.
而每个事物的目的是它的功能。
φανερὸν τοίνυν ἐκ τούτων ὅτι βέλτιον τὸ ἔργον τῆς ἕξεως· τὸ γὰρ τέλος ἄριστον ὡς τέλος· ὑπόκειται γὰρ τέλος τὸ βέλτιστον καὶ τὸ ἔσχατον, οὗ ἕνεκα τἆλλα πάντα.
因此,从这些显而易见,功能比状态更善;因为目的作为目的而言是最好的;因为目的被设定为最好的和最完满的事物,其他一切都是为了它。
ὅτι μὲν τοίνυν τὸ ἔργον βέλτιον τῆς ἕξεως καὶ τῆς διαθέσεως, δῆλον· ἀλλὰ τὸ ἔργον λέγεται διχῶς.
因此,功能比状态和配置更善是显而易见的;但是,“功能”有双重含义。
τῶν μὲν γάρ ἐστιν ἕτερόν τι τὸ ἔργον παρὰ τὴν χρῆσιν, οἷον οἰκοδομικῆς οἰκία ἀλλʼ οὐκ οἰκοδόμησις καὶ ἰατρικῆς ὑγίεια ἀλλʼ οὐχ ὑγίανσις οὐδʼ ἰάτρευσις, τῶν δʼ ἡ χρῆσις ἔργον, οἷον ὄψεως ὅρασις καὶ μαθηματικῆς ἐπιστήμης θεωρία.
因为对某些事物来说,其功能是不同于使用的某种其他东西,例如建筑术的功能是房屋而非建房活动,医学的功能是健康而非使人健康或治疗;但对另一些事物来说,使用本身就是功能,例如视力的功能是看,数学知识的功能是观照。
ὥστʼ ἀνάγκη, ὧν ἔργον ἡ χρῆσις, τὴν χρῆσιν βέλτιον εἶναι τῆς ἕξεως.
因此,在那些功能即是使用的东西中,使用必然比状态更善。
τούτων δὲ τοῦτον τὸν τρόπον διωρισμένων, λέγομεν ὅτι ταὐτὸ τὸ ἔργον τοῦ πράγματος καὶ τῆς ἀρετῆς, ἀλλʼ οὐχ ὡσαύτως.
在这些事物以此种方式被规定之后,我们说,某事物与其德性的功能是同一的,但方式不同。
οἷον σκυτοτομικῆς καὶ σκυτεύσεως ὑπόδημα· εἰ δή τίς ἐστιν ἀρετὴ σκυτικῆς καὶ σπουδαίου σκυτέως, τὸ ἔργον ἐστὶ σπουδαῖον ὑπόδημα.
例如,制鞋术和制鞋活动的功能是鞋;如果制鞋术和优秀的鞋匠有某种德性,其功能就是优秀的鞋。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
其他事物也是同样的方式。
ἔτι ἔστω ψυχῆς ἔργον τὸ ζῆν ποιεῖν, τοῦ δὲ χρῆσις καὶ ἐγρήγορσις· ὁ γὰρ ὕπνος ἀργία τις καὶ ἡσυχία.
此外,让我们设定灵魂的功能是使生命产生,而生命的使用是清醒;因为睡眠是一种不活跃和静止。
ὥστʼ ἐπεὶ τὸ ἔργον ἀνάγκη ἓν καὶ ταὐτὸ εἶναι τῆς ψυχῆς καὶ τῆς ἀρετῆς, ἔργον ἂν εἴη τῆς ἀρετῆς ζωὴ σπουδαία.
因此,既然灵魂的功能和其德性的功能必须是同一个且相同的,那么德性的功能应该就是优秀的生命。
τοῦτʼ ἄρα ἐστὶ τὸ τέλεον ἀγαθόν, ὅπερ ἦν ἡ εὐδαιμονία.
这就是完全的善,它正是幸福。
δῆλον δὲ ἐκ τῶν ὑποκειμένων (ἦν μὲν γὰρ ἡ εὐδαιμονία τὸ ἄριστον, τὰ δὲ τέλη ἐν ψυχῇ καὶ τὰ ἄριστα τῶν ἀγαθῶν, αὐτὴ δὲ ἢ ἕξις ἢ ἐνέργεια), ἐπεὶ βέλτιον ἡ ἐνέργεια τῆς διαθέσεως καὶ τῆς βελτίστης ἕξεως ἡ βελτίστη ἐνέργεια, ἡ δʼ ἀρετὴ βελτίστη ἕξις, τῆς ἀρετῆς ἐνέργειαν τῆς ψυχῆς ἄριστον εἶναι.
这从前提中是很明显的(因为幸福是最好的,而目的和最好的善物都在灵魂之内,幸福本身要么是状态要么是活动),既然活动比配置更善,而且最善状态的活动是最善的活动,而德性是最善的状态,那么灵魂的德性的活动就是最好的。
ἦν δὲ καὶ ἡ εὐδαιμονία τὸ ἄριστον.
而幸福也是最好的。
ἔστιν ἄρα ἡ εὐδαιμονία ψυχῆς ἀγαθῆς ἐνέργεια.
因此,幸福就是善的灵魂的活动。
ἐπεὶ δὲ ἦν ἡ εὐδαιμονία τέλεόν τι, καὶ ἔστι ζωὴ καὶ τελέα καὶ ἀτελής, καὶ ἀρετὴ ὡσαύτως (ἣ μὲν γὰρ ὅλη, ἣ δὲ μόριον), ἡ δὲ τῶν ἀτελῶν ἐνέργεια ἀτελής, εἴη ἂν ἡ εὐδαιμονία ζωῆς τελείας ἐνέργεια κατʼ ἀρετὴν τελείαν.
既然幸福是某种完全的东西,而生命有完全的和不完全的,德性也是如此(因为一者是整体,另一者是部分),并且不完全之物的活动是不完全的,那么幸福应该是完全的生命依完全德性的活动。
ὅτι δὲ τὸ γένος καὶ τὸν ὅρον αὐτῆς λέγομεν καλῶς, μαρτύρια τὰ δοκοῦντα πᾶσιν ἡμῖν.
我们正确地说明了它的属和定义,这可以由我们所有人的共同看法来证明。
τό τε γὰρ εὖ πράττειν καὶ τὸ εὖ ζῆν τὸ αὐτὸ τῷ εὐδαιμονεῖν, ὧν ἕκαστον χρῆσίς ἐστι καὶ ἐνέργεια, καὶ ἡ ζωὴ καὶ ἡ πρᾶξις (καὶ γὰρ ἡ πρακτικὴ χρηστικὴ ἐστίν· ὁ μὲν γὰρ χαλκεὺς ποιεῖ χαλινόν, χρῆται δʼ ὁ ἱππικός) καὶ τὸ μήτε μίαν ἡμέραν εἶναι εὐδαίμονα μήτε παῖδα μήθʼ ἡλικίαν πᾶσαν (διὸ καὶ τὸ Σόλωνος ἔχει καλῶς, τὸ μὴ ζῶντʼ εὐδαιμονίζειν, ἀλλʼ ὅταν λάβῃ τέλος· οὐθὲν γὰρ ἀτελὲς εὔδαιμον· οὐ γὰρ ὅλον)· ἔτι δʼ οἱ ἔπαινοι τῆς ἀρετῆς διὰ τὰ ἔργα, καὶ τὰ ἐγκώμια τῶν ἔργων· καὶ στεφανοῦνται οἱ νικῶντες, ἀλλʼ οὐχ οἱ δυνάμενοι νικᾶν, μὴ νικῶντες δέ· καὶ τὸ κρίνειν ἐκ τῶν ἔργων ὁποῖός τις ἐστίν· ἔτι διὰ τί ἡ εὐδαιμονία οὐκ ἐπαινεῖται;
因为做好事和生活得好与获得幸福是同一回事,这两者中的每一个都是使用和活动,即生命和行为(因为实践生命是关乎使用的;因为铁匠制造马嚼子,而骑手使用它);而且,一个人既不能只在一天里是幸福的,也不能在儿童时期,或者在人生的某一个阶段是幸福的(因此,梭伦的话是正确的,即不要对活着的人称幸福,而要在其达到生命终点时才称呼;因为没有一个不完全的东西是幸福的,因为它不是整体);此外,对德性的赞美是因为其功能,而颂词则是针对功能的;并且被授以花冠的是获胜者,而不是那些有能力获胜但未获胜的人;而且通过其功能来判断某人是怎样的人;再者,为什么幸福不被赞美?
ὅτι διὰ ταύτην τἆλλα, ἢ τῷ εἰς ταύτην ἀναφέρεσθαι ἢ τῷ μόρια εἶναι αὐτῆς.
因为为了它,其他一切才存在,要么是通过归入它,要么是通过作为它的部分。
διὸ ἕτερον εὐδαιμονισμὸς καὶ ἔπαινος καὶ ἐγκώμιον.
因此,祝福、赞美和颂词是不同的。

词汇与语法注释

  1. 1219a6καὶ ὡς ἔχουσιν. αἱ ἕξεις — ἔχουσιν 之后的句号是现代编者添加的;在句法上,ὡς ἔχουσιν αἱ ἕξεις πρὸς ἀλλήλας, οὕτω καὶ τὰ ἔργα... 构成了一个连续的“正如……那样……”的相关结构。
  2. 1219a24τοῦ δὲ χρῆσις — τοῦ 是指代前文名词化不定式 τὸ ζῆν(生活/生存)的属格冠词。因此,该分句意为“生存的使用即是清醒”。
  3. 1219a32τῆς ἀρετῆς ἐνέργειαν τῆς ψυχῆς ἄριστον εἶναι — 这是由原因 引导词 ἐπεί 引入的带对格的不定式结构。εἶναι 的对格主语是 τῆς ἀρετῆς ἐνέργειαν(德性的活动),而 τῆς ψυχῆς ἄριστον(灵魂中最好的东西)作其表语。

引用这一段

亚里士多德, 尤德谟伦理学 §2.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:2.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。