§1.8#2ἀνάπαλιν δὲ καὶ δεικτέον ἢ ὡς νῦν δεικνύουσι τὸ ἀγαθὸν αὐτό.
然而,我们必须以与他们现在证明“善本身”相反的方式来进行证明。
νῦν μὲν γὰρ ἐκ τῶν ἀνομολογουμένων ἔχειν τὸ ἀγαθόν, ἐξ ἐκείνων τὰ ὁμολογούμενα εἶναι ἀγαθὰ δεικνύουσιν, ἐξ ἀριθμῶν, ὅτι ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια ἀγαθόν· τάξεις γὰρ καὶ ἀριθμοί, ὡς τοῖς ἀριθμοῖς καὶ ταῖς μονάσιν ἀγαθὸν ὑπάρχον διὰ τὸ εἶναι τὸ ἓν αὐτὸ ἀγαθόν.
因为现在,他们是从那些未被公认具有善的事物出发,去证明那些被公认的善物是善的;例如,从数量出发,去证明正义和健康是善的,因为它们是秩序和数量,仿佛善之所以属于数量和单位,是因为“一”本身就是善。
δεῖ δʼ ἐκ τῶν ὁμολογουμένων, οἷον ὑγιείας ἰσχύος σωφροσύνης, ὅτι καὶ ἐν τοῖς ἀκινήτοις μᾶλλον τὸ καλόν.
但是,应该从公认的善物(如健康、强壮和节制)出发,去证明美(善)在不动的事物中更为存在。
πάντα γὰρ τάδε τάξις καὶ ἠρεμία· εἰ ἄρα, ἐκεῖνα μᾶλλον· ἐκείνοις γὰρ ὑπάρχει ταῦτα μᾶλλον.
因为所有这些公认的善物都是秩序和静止;如果是这样,那么那些不动的事物就更是如此,因为这些特征更属于它们。
—παράβολος δὲ καὶ ἡ ἀπόδειξις ὅτι τὸ ἓν αὐτὸ τὸ ἀγαθόν, ὅτι οἱ ἀριθμοὶ ἐφίενται· οὔτε γὰρ ὡς ἐφίενται λέγονται φανερῶς, ἀλλὰ λίαν ἁπλῶς τοῦτο φασί, καὶ ὄρεξιν εἶναι πῶς ἄν τις ὑπολάβοι ἐν οἷς ζωὴ μὴ ὑπάρχει;
而证明“一本身是善”是因为数量在追求它,这种证明是危险的;因为他们没有明确说明数量是如何追求它的,而只是极简单地断言这一点,而且对于没有生命的事物,人们又怎么能设想它们存在着欲求呢?
δεῖ δὲ περὶ τούτου πραγματευθῆται, καὶ μὴ ἀξιοῦν μηθὲν ἀλόγως, ἃ καὶ μετὰ λόγου πιστεῦσαι οὐ ῥᾴδιον.
关于这一点必须认真对待,不能在没有任何论据的情况下,盲目要求人们承认那些即使在伴随论据时也不容易让人相信的事物。
—τό τε φάναι πάντα τὰ ὄντα ἐφίεσθαι ἑνός τινος ἀγαθοῦ οὐκ ἀληθές· ἕκαστον γὰρ ἰδίου ἀγαθοῦ ὀρέγεται, ὀφθαλμὸς ὄψεως, σῶμα ὑγιείας, οὕτως ἄλλο ἄλλου.
而且,说所有存在的事物都追求某一个共同的善,这不是真实的;因为每个事物都追求其特有的善,眼睛追求视觉,身体追求健康,其他事物也是如此。
ὅτι μὲν οὖν οὐκ ἔστιν αὐτό τι ἀγαθόν, ἔχει ἀπορίας τοιαύτας, καὶ ὅτι οὐ χρήσιμον τῇ πολιτικῇ, ἀλλʼ ἴδιόν τι ἀγαθόν, ὥσπερ καὶ ταῖς ἄλλαις, οἷον γυμναστικῇ εὐεξία·
因此,不存在某种“善本身”会带来这样的困难,而且它对政治学也没有用处,政治学需要的是某种特有的善,就像其他科学一样,例如体育需要的是身体健康。
ὁμοίως δʼ οὐδὲ τὸ κοινὸν ἀγαθὸν οὔτε αὐτὸ ἀγαθόν ἐστι (καὶ γὰρ ἂν μικρῷ ὑπάρξαι ἀγαθῷ) οὔτε πρακτόν.
同样,共同的善既不是善本身,(因为它也可以属于微小的善),也不是可以通过实践达到的。
οὐ γὰρ ὅπως ὑπάρξει τὸ ὁτῳοῦν ὑπάρχον ἡ ἰατρικὴ πραγματεύεται, ἀλλʼ ὅπως ὑγίεια. ὁμοίως δὲ καὶ τῶν ἄλλων τεχνῶν ἑκάστη.
因为医学并不研究如何产生属于任何事物的善,而是研究如何产生健康;其他每种技术也是如此。
ἀλλὰ πολλαχῶς τὸ ἀγαθόν, καὶ ἔστι τι αὐτοῦ καλόν, καὶ τὸ μὲν πρακτὸν τὸ δʼ οὐ πρακτόν.
但是,善是以多种方式被谈论的,其中有一部分是美的,且有些是可以通过实践达到的,有些则不能。
πρακτὸν δὲ τὸ τοιοῦτον ἀγαθόν, τὸ οὗ ἕνεκα.
而可以通过实践达到的善,就是作为目的的“为了它”(其他事物才进行)。
οὐκ ἔστι δὲ τὸ ἐν τοῖς ἀκινήτοις.
但这并不是不动的事物中的善。
φανερὸν ὅτι οὔτε ἡ ἰδέα τἀγαθοῦ τὸ ζητούμενον αὐτὸ τὸ ἀγαθὸν ἐστίν, οὔτε τὸ κοινόν (τὸ μὲν γὰρ ἀκίνητον καὶ οὐ πρακτόν, τὸ δὲ κινητὸν μὲν ἀλλʼ οὐ πρακτόν)·
显然,无论善的理念还是共同的善,都不是我们所寻求的“善本身”(因为前者是不动的且不可实践的,而后者虽是运动的但也同样不可实践)。
τὸ δʼ οὗ ἕνεκα ὡς τέλος ἄριστον καὶ αἴτιον τῶν ὑφʼ αὑτὸ καὶ πρῶτον πάντων.
而作为目的的“为了它”是最好的,也是其下属事物的原因,并且是万物之首。
ὥστε τοῦτʼ ἂν εἴη αὐτὸ τὸ ἀγαθὸν τὸ τέλος τῶν ἀνθρώπῳ πρακτῶν.
因此,这应该就是善本身,即人类可以通过实践达到的目的。
τοῦτο δʼ ἐστὶ τὸ ὑπὸ τὴν κυρίαν πασῶν. αὕτη δʼ ἐστὶ πολιτικὴ καὶ οἰκονομικὴ καὶ φρόνησις.
而这属于支配一切的主要科学之下,即政治学、家政学和实践智慧。
διαφέρουσι γὰρ αὗται αἱ ἕξεις πρὸς τὰς ἄλλας τῷ τοιαῦται εἶναι· πρὸς δʼ ἀλλήλας εἴ τι διαφέρουσιν, ὕστερον λεκτέον.
因为这些状态与其他状态的不同,就在于它们具有这种支配性的性质;至于它们彼此之间有何不同,我们将在以后进行讨论。
ὅτι δʼ αἴτιον τὸ τέλος τοῖς ὑφʼ αὑτό, δηλοῖ ἡ διδασκαλία.
而目的作为其下属事物的原因,可以通过教学法来表明。
ὁρισάμενοι γὰρ τὸ τέλος τἆλλα δεικνύουσιν, ὅτι ἕκαστον αὐτῶν ἀγαθόν· αἴτιον γὰρ τὸ οὗ ἕνεκα.
因为在定义了目的之后,人们证明其他事物各自是善的;因为“为了它”就是原因。
οἷον ἐπειδὴ τὸ ὑγιαίνειν τοδί, ἀνάγκη τόδε εἶναι τὸ συμφέρον πρὸς αὐτήν· τὸ δʼ ὑγιεινὸν τῆς ὑγιείας αἴτιον ὡς κινῆσαν, καὶ τότε τοῦ εἶναι ἀλλʼ οὐ τοῦ ἀγαθὸν εἶναι τὴν ὑγίειαν.
例如,既然健康是如此这般,那么这对于健康有益就是必然的;而有益于健康的事物是健康的动因(始动原因),并且在当时是健康存在的原因,而不是健康之所以为善的原因。
ἔτι οὐδὲ δείκνυσιν οὐθεὶς ὅτι ἀγαθὸν ἡ ὑγίεια, ἂν μὴ σοφιστὴς ᾖ καὶ μὴ ἰατρός (οὗτοι γὰρ τοῖς ἀλλοτρίοις λόγοις σοφίζονται), ὥσπερ οὐδʼ ἄλλην ἀρχὴν οὐδεμίαν.
此外,没有人会去证明健康是善,除非他是诡辩家而不是医生(因为这些人用不相干的言论来进行诡辩),正如他们不会证明任何其他原理一样。
τὸ δʼ ὡς τέλος ἀγαθὸν ἀνθρώπῳ καὶ τὸ ἄριστον τῶν πρακτῶν, σκεπτέον ποσαχῶς τὸ ἄριστον πάντων, ἐπειδὴ τοῦτο ἄριστον, μετὰ ταῦτα ἄλλην λαβοῦσιν ἀρχήν.
但是,关于作为人类目的的善,即可以通过实践达到的最善之物,既然这是最善的,我们必须在确立另一个原理之后,探讨万物中最善的以几种方式被谈论。