§1.8#1σκεπτέον τοίνυν τί τὸ ἄριστον, καὶ λέγεται ποσαχῶς.
因此,我们必须考察什么是最好的,以及它是以几种方式被谈论的。
ἐν τρισὶ δὴ μάλιστα φαίνεται δόξαις εἶναι τοῦτο.
这确实主要显现在三种观点中。
φασὶ γὰρ ἄριστον μὲν εἶναι πάντων αὐτὸ τὸ ἀγαθόν, αὐτὸ δʼ εἶναι τὸ ἀγαθὸν ᾧ ὑπάρχει τό τε πρώτῳ εἶναι τῶν ἀγαθῶν καὶ τὸ αἰτίῳ τῇ παρουσίᾳ τοῖς ἄλλοις τοῦ ἀγαθὰ εἶναι.
因为他们说,万物中最好的是“善本身”,而“善本身”则是指同时具备以下两个特征的事物:在众善中居于首位,以及因其显现而成为其他事物之所以为善的原因。
ταῦτα δʼ ὑπάρχειν ἀμφότερα τῇ ἰδέᾳ τοῦ ἀγαθοῦ.
而这两个特征都属于“善的理念”。
λέγω δὲ ἀμφότερα τό τε πρῶτον τῶν ἀγαθῶν καὶ τὸ τοῖς ἄλλοις αἴτιον ἀγαθοῖς τῇ παρουσίᾳ τοῦ ἀγαθοῖς εἶναι.
我所说的“两者”是指在众善中居于首位,以及因其显现而成为其他善物之所以为善的原因。
μάλιστά τε γὰρ τἀγαθὸν λέγεσθαι κατʼ ἐκείνης ἀληθῶς (κατὰ μετοχὴν γὰρ καὶ ὁμοιότητα τἆλλα ἀγαθὰ ἐκείνης εἶναι), καὶ πρῶτον τῶν ἀγαθῶν· ἀναιρουμένου γὰρ τοῦ μετεχομένου ἀναιρεῖσθαι καὶ τὰ μετέχοντα τῆς ἰδέας, ἃ λέγεται τῷ μετέχειν ἐκείνης, τὸ δὲ πρῶτον τοῦτον ἔχειν τὸν τρόπον πρὸς τὸ ὕστερον.
因为“善”最真实地适用于那个理念(因为其他善物是通过分有和模仿它而成为善的),而且它是众善之首;因为当被分有的事物被消除时,分有该理念的事物(即那些因分有它而被如此称呼的事物)也会被消除,而首要者对于后继者正是处于这种关系。
ὥστʼ εἶναι αὐτὸ τὸ ἀγαθὸν τὴν ἰδέαν τοῦ ἀγαθοῦ· καὶ γὰρ χωριστὴν εἶναι τῶν μετεχόντων, ὥσπερ καὶ τὰς ἄλλας ἰδέας.
因此,善本身就是善的理念;因为它与那些分有它的事物是分离的,就像其他的理念一样。
ἔστι μὲν οὖν τὸ διασκοπεῖν περὶ ταύτης τῆς δόξης ἑτέρας τε διατριβῆς καὶ τὰ πολλὰ λογικωτέρας ἐξ ἀνάγκης (οἱ γὰρ ἅμα ἀναιρετικοί τε καὶ κοινοὶ λόγοι κατʼ οὐδεμίαν εἰσὶν ἄλλην ἐπιστήμην)· εἰ δὲ δεῖ συντόμως εἰπεῖν περὶ αὐτῶν, λέγομεν ὅτι πρῶτον μὲν τὸ εἶναι ἰδέαν μὴ μόνον ἀγαθοῦ ἀλλὰ καὶ ἄλλου ὁτουοῦν λέγεται λογικῶς καὶ κενῶς.
那么,对这一观点的仔细考察属于另一个研究领域,且必然在很大程度上更具逻辑性(因为那些既具有破坏性又具有普遍性的论证不属于任何其他科学);但是,如果必须简要地谈谈它们,我们首先会说,不仅存在善的理念,而且存在任何其他事物的理念,这种说法都只是逻辑上的空谈。
ἐπέσκεπται δὲ πολλοῖς περὶ αὐτοῦ τρόποις καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις καὶ ἐν τοῖς κατὰ φιλοσοφίαν.
关于这一点,无论是在公开著作中还是在哲学著作中,都已经通过许多方式进行了考察。
ἔπειτʼ εἰ καὶ ὅτι μάλιστʼ εἰσὶν αἱ ἰδέαι καὶ ἀγαθοῦ ἰδέα, μή ποτʼ οὐδὲ χρήσιμος πρὸς ζωὴν ἀγαθὴν οὐδὲ πρὸς τὰς πράξεις.
其次,即使理念以及善的理念确实最大程度地存在,它对于美好的生活和实践也可能完全没有实用价值。
πολλαχῶς γὰρ λέγεται καὶ ἰσαχῶς τῷ ὄντι τὸ ἀγαθόν.
因为善有多种含义,且其含义与“存在”的类别一样多。
τό τε γὰρ ὄν, ὥσπερ ἐν ἄλλοις διῄρηται, σημαίνει τὸ μὲν τί ἐστί, τὸ δὲ ποιόν, τὸ δὲ ποσόν, τὸ δὲ πότε, καὶ πρὸς τούτοις τὸ μὲν ἐν τῷ κινεῖσθαι τὸ δὲ ἐν τῷ κινεῖν, καὶ τὸ ἀγαθὸν ἐν ἑκάστῃ τῶν πτώσεών ἐστι τούτων, ἐν οὐσίᾳ μὲν ὁ νοῦς καὶ ὁ θεός, ἐν δὲ τῷ ποιῷ τὸ δίκαιον, ἐν δὲ τῷ ποσῷ τὸ μέτριον, ἐν δὲ τῷ πότε ὁ καιρός, τὸ δὲ διδάσκον καὶ τὸ διδασκόμενον περὶ κίνησιν.
因为存在,正如在其他著作中所划分的那样,有时表示“是什么(实体)”,有时表示“性质”,有时表示“数量”,有时表示“时间”,此外,有时在于“被运动”,有时在于“去运动”,而善存在于这些范畴中的每一个之中:在实体中是智性和神,在性质中是正义,在数量中是适度,在时间中是时机,而在运动方面则是施教者与受教者。
ὥσπερ οὖν οὐδὲ τὸ ὂν ἕν τί ἐστι περὶ τὰ εἰρημένα, οὕτως οὐδὲ τὸ ἀγαθόν, οὐδὲ ἐπιστήμη ἐστὶ μία οὔτε τοῦ ὄντος οὔτε τοῦ ἀγαθοῦ.
因此,正如存在并非在上述事物中是某种单一的东西一样,善也不是,而且无论关于存在还是关于善,都没有单一的一门科学。
ἀλλʼ οὐδὲ τὰ ὁμοιοσχημόνως λεγόμενα ἀγαθὰ μιᾶς ἐστι θεωρῆσαι, οἷον τὸν καιρὸν ἢ τὸ μέτριον, ἀλλʼ ἑτέρα ἕτερον καιρὸν θεωρεῖ καὶ ἑτέρα ἕτερον μέτριον, οἷον περὶ τροφὴν μὲν τὸν καιρὸν καὶ τὸ μέτριον ἰατρικὴ καὶ γυμναστική, περὶ δὲ τὰς πολεμικὰς πράξεις στρατηγία, καὶ οὕτως ἑτέρα περὶ ἑτέραν πρᾶξιν, ὥστε σχολῇ αὐτό γε τὸ ἀγαθὸν θεωρῆσαι μιᾶς.
不仅如此,即使是归于同一种形式下被谈论的善,也不是由单一的一门科学来考察的,例如时机和适度;而是不同的科学考察不同的时机,不同的科学考察不同的适度:例如,关于食物,医学和体育考察其时机和适度;而关于军事行动,统帅术考察其时机和适度;以此类推,不同的科学关注不同的行动,因此单一的一门科学几乎不可能考察善本身。
ἔτι ἐν ὅσοις ὑπάρχει τὸ πρότερον καὶ ὕστερον, οὐκ ἔστι κοινόν τι παρὰ ταῦτα, καὶ τοῦτο χωριστόν.
此外,在那些存在着“先”和“后”的事物中,并不存在一个在这些事物之外的共同体,更不用说它是分离存在的了。
εἴη γὰρ ἄν τι τοῦ πρώτου πρότερον· πρότερον γὰρ τὸ κοινὸν καὶ χωριστὸν διὰ τὸ ἀναιρουμένου τοῦ κοινοῦ ἀναιρεῖσθαι τὸ πρῶτον.
因为若如此,就会存在某种先于首要者的东西;因为共同且分离的东西是更先前的,因为当共同的东西被消除时,首要的东西也会被消除。
οἷον εἰ τὸ διπλάσιον πρῶτον τῶν πολλαπλασίων, οὐκ ἐνδέχεται τὸ πολλαπλάσιον τὸ κοινῇ κατηγορούμενον εἶναι χωριστόν· ἔσται γὰρ τοῦ διπλασίου πρότερον.
例如,如果“两倍”是“倍数”中的首位,那么作为共同被陈述的“倍数”就不可能独立分离存在;因为如果是这样,它就会先于“两倍”。
εἰ συμβαίνει τὸ κοινὸν εἶναι τὴν ἰδέαν, οἷον εἰ χωριστὸν ποιήσειέ τις τὸ κοινόν.
如果这个共同的东西就是理念,即如果有人把共同的东西作为分离的存在,就会发生这种情况。
εἰ γάρ ἐστι δικαιοσύνη ἀγαθόν, καὶ ἀνδρεία. ἔστι τοίνυν, φασίν, αὐτό τι ἀγαθόν.
因为如果正义是善,勇气也是善,那么他们就说,存在着某种“善本身”。
τὸ οὖν αὐτὸ πρόσκειται πρὸς τὸν λόγον τὸν κοινόν.
因此,“本身”这一词就被加到了共同的定义上。
τοῦτο δὲ τί ἂν εἴη πλὴν ὅτι ἀίδιον καὶ χωριστόν;
但这除了表示它是永恒且分离的存在之外,还能是什么呢?
ἀλλʼ οὐθὲν μᾶλλον λευκὸν τὸ πολλὰς ἡμέρας λευκὸν τοῦ μίαν ἡμέραν· ὥστʼ οὐδὲ τὸ ἀγαθὸν μᾶλλον ἀγαθὸν τῷ ἀίδιον εἶναι·
然而,许多天都是白色的东西,并不比只在一天里是白色的东西更白;所以,善也不因为它是永恒的而更是善。
οὐδὲ δὴ τὸ κοινὸν ἀγαθὸν ταὐτὸ τῇ ἰδέᾳ· πᾶσι γὰρ ὑπάρχει τὸ κοινόν.
此外,共同的善显然也不等同于理念;因为共同的东西是属于一切的。